Open Bible Data Home About News OET Key
OET OET-RV OET-LV ULT UST BSB BLB AICNT OEB WEBBE WMBB NET LSV FBV TCNT T4T LEB BBE Moff JPS Wymth ASV DRA YLT Drby RV Wbstr KJB-1769 KJB-1611 Bshps Gnva Cvdl TNT Wycl SR-GNT UHB BrLXX BrTr Related Topics Parallel Interlinear Reference Dictionary Search
BrLXX By Document By Section By Chapter Details
GEN C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31 C32 C33 C34 C35 C36 C37 C38 C39 C40 C41 C42 C43 C44 C45 C46 C47 C48 C49 C50
38 Ἐγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ, κατέβη Ἰούδας ἀπὸ τῶν ἀδελφῶν αὐτοῦ, καὶ ἀφίκετο ἕως πρὸς ἄνθρωπον τινὰ Ὀδολλαμίτην, ᾧ ὄνομα Εἰράς. 2 Καὶ εἶδεν ἐκεῖ Ἰούδας θυγατέρα ἀνθρώπου Χαναναίου, ᾗ ὄνομα Σαυά· καὶ ἔλαβεν αὐτὴν, καὶ εἰσῆλθε πρὸς αὐτήν. 3 Καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Ἤρ. 4 Καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν ἔτι, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Αὐνάν. 5 Καὶ προσθεῖσα ἔτεκεν υἱὸν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Σηλώμ· αὕτη δὲ ἦν ἐν Χασβὶ, ἡνίκα ἔτεκεν αὐτούς. 6 Καὶ ἔλαβεν Ἰούδας γυναῖκα Ἢρ τῷ πρωτοτόκῳ αὐτοῦ, ᾗ ὄνομα Θάμαρ. 7 Ἐγένετο δὲ Ἢρ πρωτότοκος Ἰούδα πονηρὸς ἔναντι Κυρίου· καὶ ἀπέκτεινεν αὐτὸν ὁ Θεός. 8 Εἶπε δὲ Ἰούδας τῷ Αὐνάν· εἴσελθε πρὸς τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου, καὶ ἐπιγάμβρευσαι αὐτὴν, καὶ ἀνάστησον σπέρμα τῷ ἀδελφῷ σου. 9 Γνοὺς δὲ Αὐνὰν, ὅτι οὐκ αὐτῷ ἔσται τὸ σπέρμα, ἐγένετο ὅταν εἰσήρχετο πρὸς τὴν γυναῖκα τοῦ ἀδελφοῦ αὐτου, ἐξέχεεν ἐπὶ τὴν γῆν, τοῦ μὴ δοῦναι σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. 10 Πονηρὸν δὲ ἐφάνη ἐναντίον τοῦ Θεοῦ, ὅτι ἐποίησε τοῦτο· καὶ ἐθανάτωσε καὶ τοῦτον.
11 Εἶπε δὲ Ἰούδας Θάμαρ τῇ νύμφῃ αὐτοῦ, κάθου χήρα ἐν τῷ οἴκῳ τοῦ πατρός σου, ἕως μέγας γένηται Σηλὼμ ὁ υἱός μου· εἶπε γάρ, μή ποτε ἀποθάνῃ καὶ οὗτος, ὥσπερ καὶ οἱ ἀδελφοὶ αὐτοῦ. Ἀπελθοῦσα δὲ Θάμαρ ἐκάθητο ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτῆς. 12 Ἐπληθύνθησαν δὲ αἱ ἡμέραι, καὶ ἀπέθανε Σαυὰ ἡ γυνὴ Ἰούδα· καὶ παρακληθεὶς Ἰούδας ἀνέβη ἐπὶ τοὺς κείροντας τὰ πρόβατα αὐτοῦ, αὐτὸς καὶ Εἰρὰς ὁ ποιμὴν αὐτοῦ ὁ Ὀδολλαμίτης εἰς Θαμνά. 13 Καὶ ἀπηγγέλε Θάμαρ τῇ νύμφῃ αὐτοῦ, λέγοντες, ἰδοὺ ὁ πενθερός σου ἀναβαίνει εἰς Θαμνὰ, κεῖραι τὰ πρόβατα αὐτοῦ. 14 Καὶ περιελομένη τὰ ἱμάτια τῆς χηρεύσεως ἀφʼ ἑαυτῆς, περιέβαλε τὸ θέριστρον, καὶ ἐκαλλωπίσατο, καὶ ἐκάθισε πρὸς ταῖς πύλαις Αἰνὰν, ἥ ἐστιν ἐν παρόδῳ Θαμνά· ἴδε γὰρ ὅτι μέγας γέγονε Σηλὼμ, αὐτὸς δὲ οὐκ ἔδωκεν αὐτὴν αὐτῷ γυναῖκα. 15 Καὶ ἰδὼν αὐτὴν Ἰούδας ἔδοξεν αὐτὴν πόρνην εἶναι· κατεκαλύψατο γὰρ τὸ πρόσωπον αὐτῆς καὶ οὐκ ἐπέγνω αὐτήν. 16 Ἐξέκλινε δὲ πρὸς αὐτὴν τὴν ὁδόν· καὶ εἶπεν αὐτῇ, ἔασόν με εἰσελθεῖν πρός σε· οὐ γὰρ ἔγνω, ὅτι νύμφη αὐτοῦ ἐστίν· ἡ δὲ εἶπε, τί μοι δώσεις, ἐὰν εἰσέλθῃς πρός με; 17 Ὁ δὲ εἶπεν, ἐγώ σοι ἀποστελλῶ ἔριφον αἰγῶν ἐκ τῶν προβάτων μον· ἡ δὲ εἶπεν, ἐὰν δῷς μοι ἀῤῥαβῶνα, ἕως τοῦ ἀποστεῖλαί σε. 18 Ὁ δὲ εἶπε, τίνα τὸν ἀῤῥαβῶνά σοι δώσω; ἡ δὲ εἶπε, τὸν δακτύλιόν σου, καὶ τὸν ὁρμίσκον, καὶ τὴν ῥάβδον τὴν ἐν τῇ χειρίσου. Καὶ ἔδωκεν αὐτῇ, καὶ εἰσῆλθε πρὸς αὐτήν· καὶ ἐν γαστρὶ ἔλαβεν ἐξ αὐτοῦ. 19 Καὶ ἀναστᾶσα ἀπῆλθε, καὶ περιείλετο τὸ θέριστρον αὐτῆς ἀφʼ ἑαυτῆς, καὶ ἐνεδύσατο τὰ ἱμάτια τῆς χηρεύσεως αὐτῆς. 20 Ἀπέστειλε δὲ Ἰούδας τὸν ἔριφον ἐξ αἰγῶν ἐν χειρὶ τοῦ ποιμένος αὐτοῦ τοῦ Ὀδολλαμείτου, κομίσασθαι παρὰ τῆς γυναικὸς τὸν ἀῤῥαβῶνα· καὶ οὐχ εὗρεν αὐτήν. 21 Ἐπηρώτησε δὲ τοὺς ἄνδρας τοὺς ἐκ τοῦ τόπου, ποῦ ἐστιν ἡ πόρνη ἡ γενομένη ἐν Αἰνὰν ἐπὶ τῆς ὁδοῦ; καὶ εἶπαν, οὐκ ἦν ἐνταῦθα πόρνη. 22 Καὶ ἀπεστράφη πρὸς Ἰούδαν, καὶ εἶπεν, οὐχ εὗρον· καὶ οἱ ἄνθρωποι οἱ ἐκ τοῦ τόπου λέγουσι, μὴ εἶναι ὧδε πόρνην. 23 Εἶπε δὲ Ἰούδας, ἐχέτω αὐτά· ἀλλὰ μή ποτε καταγελασθῶμεν· ἐγὼ μὲν ἀπέσταλκα τὸν ἔριφον τοῦτον, σὺ δὲ οὐχ εὕρηκας. 24 Ἐγένετο δὲ μετὰ τρίμηνον ἀνηγγέλη τῷ Ἰούδα, λέγοντες, ἐκπεπόρνευκε Θάμαρ ἡ νύμφη σου, καὶ ἰδοὺ ἐν γαστρὶ ἔχει ἐκ πορνείας· Εἶπε δὲ Ἰούδας, ἐξαγάγετε αὐτὴν, καὶ κατακαυθήτω. 25 Αὐτὴ δὲ ἀγομένη ἀπέστειλε πρὸς τὸν πενθερὸν αὐτὴς, λέγουσα, ἐκ τοῦ ἀνθρώπου οὕτινος ταῦτά ἐστιν, ἐγὼ ἐν γαστρὶ ἔχω· καὶ εἶπεν, ἐπίγνωθι τίνος ὁ δακτύλιος, καὶ ὁ ὁρμίσκος καὶ ἡ ῥάβδος αὕτη. 26 Ἐπέγνω δὲ Ἰούδας, καὶ εἶπε, δεδικαίωται Θάμαρ ἢ ἐγώ· οὗ ἕνεκεν οὐκ ἔδωκα αὐτὴν Σηλὼμ τῷ υἱῷ μου· Καὶ οὐ προσέθετο ἔτι τοῦ γνῶναι αὐτήν. 27 Ἐγένετο δὲ ἡνίκα ἔτικτε, καὶ τῇδε ἦν δίδυμα ἐν τῇ γαστρὶ αὐτῆς. 28 Ἐγένετο δὲ ἐν τῷ τίκτειν αὐτὴν, ὁ εἷς προεξήνεγκεν τὴν χεῖρα· λαβοῦσα δὲ ἡ μαῖα, ἔδησεν ἐπὶ τὴν χεῖρα αὐτοῦ κόκκινον, λέγουσα, οὗτος ἐξελεύσεται πρότερος. 29 Ὡς δὲ ἐπισυνήγαγε τὴν χεῖρα, καὶ εὐθὺς ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ· ἡ δὲ εἶπε, τί διεκόπη διὰ σὲ φραγμός; καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Φαρές. 30 Καὶ μετὰ τοῦτο ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ, ἐφʼ ᾧ ἦν ἐπὶ τῇ χειρὶ αὐτοῦ τὸ κόκκινον· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Ζαρά.
GEN C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31 C32 C33 C34 C35 C36 C37 C38 C39 C40 C41 C42 C43 C44 C45 C46 C47 C48 C49 C50