Open Bible Data Home About News OET Key
OET OET-RV OET-LV ULT UST BSB BLB AICNT OEB WEBBE WMBB NET LSV FBV TCNT T4T LEB BBE Moff JPS Wymth ASV DRA YLT Drby RV Wbstr KJB-1769 KJB-1611 Bshps Gnva Cvdl TNT Wycl SR-GNT UHB BrLXX BrTr Related Topics Parallel Interlinear Reference Dictionary Search
BrLXX By Document By Section By Chapter Details
GEN C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31 C32 C33 C34 C35 C36 C37 C38 C39 C40 C41 C42 C43 C44 C45 C46 C47 C48 C49 C50
36 Αὗται δὲ αἱ γενέσεις Ἡσαῦ· αὐτός ἐστιν Ἐδώμ. 2 Ἡσαῦ δὲ ἔλαβε τὰς γυναῖκας ἑαυτῷ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων· τὴν Ἀδὰ, θυγατέρα Αἰλὼμ τοῦ Χετταίου· καὶ τὴν Ὀλιβεμὰ, θυγατέρα Ἀνὰ τοῦ υἱοῦ Σεβεγὼν τοῦ Εὐαίου. 3 Καὶ τὴν Βασεμὰθ, θυγατέρα Ἰσμαὴλ, ἀδελφὴν Ναβαιώθ. 4 Ἔτεκε δὲ αὐτῷ Ἀδὰ τὸν Ἑλιφάς· καὶ Βασεμὰθ ἔτεκε τὸν Ῥαγουήλ. 5 Καὶ Ὀλιβεμὰ ἔτεκε τὸν Ἰεοὺς, καὶ τὸν Ἰεγλὸμ, καὶ τὸν Κορέ· οὗτοι υἱοὶ Ἡσαῦ, οἳ ἐγένοντο αὐτῷ ἐν γῇ Χαναάν. 6 Ἔλαβε δὲ Ἡσαῦ τὰς γυναῖκας αὐτοῦ, καὶ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὰς θυγατέρας αὐτοῦ, καὶ πάντα τὰ σώματα τοῦ οἴκου αὐτοῦ, καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ, καὶ πάντα τὰ κτήνη, καὶ πάντα ὅσα ἐκτήσατο, καὶ πάντα ὅσα περιεποιήσατο ἐν γῇ Χαναάν· καὶ ἐπορεύθη Ἡσαῦ ἐκ τῆς γῆς Χαναὰν ἀπὸ προσώπου Ἰακὼβ τοῦ ἀδελφοῦ αὐτοῦ. 7 Ἦν γὰρ αὐτῶν τὰ ὑπάρχοντα πολλὰ, τοῦ οἰκεῖν ἅμα· καὶ οὐκ ἠδύνατο ἡ γῆ τῆς παροικήσεως αὐτῶν φέρειν αὐτοὺς, ἀπὸ τοῦ πλήθους τῶν ὑπαρχόντων αὐτῶν. 8 Κατῴκησε δὲ Ἡσαῦ ἐν τῷ ὄρει Σηείρ· Ἡσαῦ αὐτός ἐστιν Ἐδώμ. 9 Αὗται δὲ αἱ γενέσεις Ἡσαῦ πατρὸς Ἐδὼμ ἐν τῷ ὄρει Σηείρ. 10 Καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ἡσαῦ· Ἑλιφὰς υἱὸς Ἀδὰς γυναικὸς Ἡσαῦ· καὶ Ῥαγουὴλ υἱὸς Βασεμὰθ γυναικὸς Ἡσαῦ. 11 Ἐγένοντο δὲ Ἑλιφὰς υἱοὶ, Θαιμὰν, Ὠμὰρ, Σωφὰρ, Γοθὼμ, καὶ Κενέζ. 12 Θαμνὰ δὲ ἦν παλλακὴ Ἑλιφὰς τοῦ υἱοῦ Ἡσαῦ· καὶ ἔτεκε τῷ Ἑλιφὰς τὸν Ἀμαλήκ· οὗτοι υἱοὶ Ἀδὰς γυναικὸς Ἡσαῦ. 13 Οὗτοι δὲ υἱοὶ Ῥαγουὴλ, Ναχὼθ, Ζαρὲ, Σομὲ, καὶ Μοζέ· οὗτοι ἦσαν υἱοὶ Βασεμὰθ γυναικὸς Ἡσαῦ. 14 Οὗτοι δὲ υἱοὶ Ὀλιβεμὰς θυγατρὸς Ἀνὰ τοῦ υἱοῦ Σεβεγὼν, γυναικὸς Ἡσαῦ· ἔτεκε δὲ τῷ Ἡσαῦ τὸν Ἰεοὺς, καὶ τὸν Ἰεγλὸμ, καὶ τὸν Κορέ. 15 Οὗτοι ἡγεμόνες υἱοὶ Ἡσαῦ· υἱοὶ Ἑλιφὰς πρωτοτόκου Ἡσαῦ· ἡγεμὼν Θαιμὰν, ἡγεμὼν Ὠμὰρ, ἡγεμὼν Σωφὰρ, ἡγεμὼν Κενὲζ, 16 ἡγεμὼν Κορὲ, ἡγεμὼν Γοθὼμ, ἡγεμὼν Ἀμαλήκ· οὗτοι ἡγεμόνες Ἑλιφὰς ἐν γῇ Ἰδουμαίᾳ· οὗτοι υἱοὶ Ἀδάς. 17 Καὶ οὗτοι υἱοὶ Ῥαγουὴλ υἱοῦ Ἡσαῦ· ἡγεμὼν Ναχὼθ, ἡγεμὼν Ζαρὲ, ἡγεμὼν Σομὲ, ἡγεμὼν Μοζέ· οὗτοι ἡγεμόνες Ῥαγουὴλ ἐν γῇ Ἐδώμ· οὗτοι υἱοὶ Βασεμὰθ γυναικὸς Ἡσαῦ. 18 Οὗτοι δὲ υἱοὶ Ὀλιβεμὰς γυναικὸς Ἡσαῦ· ἡγεμὼν Ἰεοὺς, ἡγεμὼν Ἰεγλὸμ, ἡγεμὼν Κορέ· οὗτοι ἡγεμόνες Ὀλιβεμὰς θυγατρὸς Ἀνὰ γυναικὸς Ἡσαῦ. 19 Οὗτοι υἱοὶ Ἡσαῦ, καὶ οὗτοι ἡγεμόνες αὐτῶν· οὗτοί εἰσιν υἱοὶ Ἐδώμ. 20 Οὗτοι δὲ υἱοὶ Σηεὶρ τοῦ Χοῤῥαίου, τοῦ κατοικοῦντος τὴν γῆν· Λωτὰν, Σωβὰλ, Σεβεγὼν, Ἀνὰ, 21 καὶ Δησὼν, καὶ Ἀσὰρ, καὶ Ῥισών· οὗτοι ἡγεμόνες τοῦ Χοῤῥαίου, τοῦ υἱοῦ Σηεὶρ ἐν τῇ γῇ Ἐδώμ. 22 Ἐγένοντο δὲ υἱοὶ Λωτάν· Χοῤῥὶ, καὶ Αἱμάν· ἀδελφὴ δὲ Λωτὰν, Θαμνά. 23 Οὗτοι δὲ υἱοὶ Σωβάλ· Γωλὰμ, καὶ Μαναχὰθ, καὶ Γαιβὴλ, καὶ Σωφὰρ, καὶ Ὠμάρ. 24 Καὶ οὗτοι υἱοὶ Σεβεγὼν, Ἀϊὲ, καὶ Ἀνά· οὗτός ἐστιν Ἀνὰ, ὃς εὗρε τὸν Ἰαμεὶν ἐν τῇ ἐρήμῳ, ὅτε ἔνεμε τὰ ὑποζύγια Σεβεγὼν τοῦ πατρὸς αὐτοῦ· 25 Οὗτοι δὲ υἱοὶ Ἀνά· Δησὼν, καὶ Ὀλιβεμὰ θυγάτηρ Ἀνά. 26 Οὗτοι δὲ υἱοὶ Δησών· Ἀμαδὰ, καὶ Ἀσβὰν, καὶ Ἰθρὰν, καὶ Χαῤῥάν. 27 Οὗτοι δὲ υἱοὶ Ἀσάρ· Βαλαὰμ, καὶ Ζουκὰμ, καὶ Ἰουκάμ. 28 Οὗτοι δὲ υἱοὶ Ῥισὼν, Ὧς, καὶ Ἀράν. 29 Οὗτοι δὲ ἡγεμόνες Χοῤῥί· ἡγεμὼν Λωτὰν, ἡγεμὼν Σωβὰλ, ἡγεμὼν Σεβεγὼν, ἡγεμὼν Ἀνὰ, 30 ἡγεμὼν Δησὼν, ἡγεμὼν Ἀσὰρ, ἡγεμὼν Ῥισών· οὗτοι ἡγεμόνες Χοῤῥὶ ἐν ταῖς ἡγεμονίαις αὐτῶν ἐν γῇ Ἐδώμ.
31 Καὶ οὗτοι οἱ βασιλεῖς οἱ βασιλεύσαντες ἐν Ἐδὼμ, πρὸ τοῦ βασιλεῦσαι βασιλέα ἐν Ἰσραήλ. 32 Καὶ ἐβασίλευσεν ἐν Ἐδὼμ Βαλὰκ υἱὸς Βεώρ· καὶ ὄνομα τῇ πόλει αὐτοῦ, Δενναβά. 33 Ἀπέθανε δὲ Βαλὰκ, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ Ἰωβὰβ υἱὸς Ζαρὰ ἐκ Βοσόῤῥας. 34 Ἀπέθανε δὲ Ἰωβὰβ, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ Ἀσὼμ ἐκ τῆς γῆς Θαιμανών. 35 Ἀπέθανε δὲ Ἀσὼμ, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ Ἀδὰδ υἱὸς Βαρὰδ ὁ ἐκκόψας Μαδιὰμ ἐν τῷ πεδίῳ Μωάβ· καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γετθαίμ. 36 Ἀπέθανε δὲ Ἀδὰδ, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ Σαμαδὰ ἐκ Μασσεκκάς. 37 Ἀπέθανε δὲ Σαμαδὰ, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ Σαοὺλ ἐκ Ῥοωβὼθ τῆς παρὰ ποταμόν. 38 Ἀπέθανε δὲ Σαοὺλ, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ Βαλλενὼν υἱὸς Ἀχοβώρ. 39 Ἀπέθανε δὲ Βαλλενὼν υἱὸς Ἀχοβὼρ, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ Ἀρὰδ υἱὸς Βαράδ· καὶ ὄνομα τῇ πόλει αὐτοῦ Φογώρ· ὄνομα δὲ τῇ γυναικὶ αὐτοῦ Μετεβεὴλ, θυγάτηρ Ματραῒθ, υἱοῦ Μαιζοώβ. 40 Ταῦτα τὰ ὀνόματα τῶν ἡγεμόνων Ἡσαῦ, ἐν ταῖς φυλαῖς αὐτῶν, κατὰ τόπον αὐτῶν, ἐν ταῖς χώραις αὐτῶν, καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν· ἡγεμὼν Θαμνὰ, ἡγεμὼν Γωλὰ, ἡγεμὼν Ἰεθὲρ, 41 ἡγεμὼν Ὁλιβεμὰς, ἡγεμὼν Ἡλὰς, ἡγεμὼν Φινὼν, 42 ἡγεμὼν Κενὲζ, ἡγεμὼν Θαιμὰν, ἡγεμὼν Μαζὰρ, 43 ἡγεμὼν Μαγεδιὴλ, ἡγεμὼν Ζαφωίν· οὗτοι ἡγεμόνες Ἐδὼμ, ἐν ταῖς κατῳκοδομημέναις ἐν τῇ γῇ τῆς κτήσεως αὐτῶν· οὗτος Ἡσαῦ πατὴρ Ἐδώμ.
GEN C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31 C32 C33 C34 C35 C36 C37 C38 C39 C40 C41 C42 C43 C44 C45 C46 C47 C48 C49 C50