Open Bible Data Home  About  News  OET Key

OETOET-RVOET-LVULTUSTBSBBLBAICNTOEBWEBBEWMBBNETLSVFBVTCNTT4TLEBBBEMoffJPSWymthASVDRAYLTDrbyRVWbstrKJB-1769KJB-1611BshpsGnvaCvdlTNTWycSR-GNTUHBBrLXXBrTrRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy DocumentBy Section By Chapter Details

1KIC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22

BrLXX 1KI Chapter 10

1KI 10 ©

10Καὶ βασίλισσα Σαβὰ ἤκουσε τὸ ὄνομα Σαλωμὼν καὶ τὸ ὄνομα Κυρίου, καὶ ἦλθε πειράσαι αὐτὸν ἐν αἰνίγμασι. 2Καὶ ἦλθεν εἰς Ἰερουσαλὴμ ἐν δυνάμει βαρείᾳ σφόδρα· καὶ κάμηλοι αἴρουσαι ἡδύσματα καὶ χρυσὸν πολὺν σφόδρα καὶ λίθον τίμιον· καὶ εἰσῆλθε πρὸς Σαλωμὼν, καὶ ἐλάλησεν αὐτῷ πάντα ὅσα ἦν ἐν τῇ καρδίᾳ αὐτῆς. 3Καὶ ἀπήγγειλεν αὐτῇ Σαλωμὼν πάντας τοὺς λόγους αὐτῆς· οὐκ ἦν λόγος παρεωραμένος παρὰ τοῦ βασιλέως, ὃν οὐκ ἀπήγγειλεν αὐτῇ. 4Καὶ εἶδε βασίλισσα Σαβὰ πᾶσαν τὴν φρόνησιν Σαλωμὼν, καὶ τὸν οἶκον ὃν ᾠκοδόμησε, 5καὶ τὰ βρώματα Σαλωμὼν, καὶ τὴν καθέδραν παίδων αὐτοῦ, καὶ τὴν στάσιν λειτουργῶν αὐτοῦ, καὶ τὸν ἱματισμὸν αὐτοῦ, καὶ τοὺς οἰνοχόους αὐτοῦ, καὶ τὴν ὁλοκαύτωσιν αὐτοῦ ἣν ἀνέφερεν ἐν οἴκῳ Κυρίου, καὶ ἐξ ἑαυτῆς ἐγένετο· 6Καὶ εἶπε πρὸς τὸν βασιλέα Σαλωμὼν, ἀληθινὸς ὁ λόγος ὃν ἤκουσα ἐν τῇ γῇ μου περὶ τοῦ λόγου σου καὶ περὶ τῆς φρονήσεώς σου. 7Καὶ οὐκ ἐπίστευσα τοῖς λαλοῦσί μοι, ἕως ὅτου παρεγενόμην καὶ ἑωράκασιν οἱ ὀφθαλμοί μου· καὶ ἰδοὺ οὐκ εἰσὶ τὸ ἥμισυ καθὼς ἀπήγγειλάν μοι· προστέθεικας ἀγαθὰ πρὸς αὐτὰ ἐπὶ πᾶσαν τὴν ἀκοὴν ἣν ἤκουσα ἐν τῇ γῇ μου. 8Μακάριαι αἱ γυναῖκές σου, μακάριοι οἱ παῖδές σου οὗτοι οἱ παρεστηκότες ἐνώπιόν σου διόλου, οἱ ἀκούοντες πᾶσαν τὴν φρόνησίν σου. 9Γένοιτο Κύριος ὁ Θεός σου εὐλογημένος, ὃς ἠθέλησεν ἐν σοὶ δοῦναί σε ἐπὶ θρόνου Ἰσραὴλ, διὰ τὸ ἀγαπᾷν Κύριον τὸν Ἰσραὴλ στῆσαι εἰς τὸν αἰῶνα· καὶ ἔθετό σε βασιλέα ἐπʼ αὐτοὺς, τοῦ ποιεῖν κρίμα ἐν δικαιοσύνῃ καὶ ἐν κρίμασιν αὐτῶν.

10Καὶ ἔδωκε τῷ Σαλωμὼν ἑκατὸν εἴκοσι τάλαντα χρυσίου, καὶ ἡδύσματα πολλὰ σφόδρα, καὶ λίθον τίμιον· οὐκ ἐληλύθει κατὰ τὰ ἡδύσματα ἐκεῖνα ἔτι εἰς πλῆθος, ἃ ἔδωκε βασίλισσα Σαβὰ τῷ βασιλεῖ Σαλωμών.

11Καὶ ἡ ναῦς Χιρὰμ ἡ αἴρουσα τὸ χρυσίον ἐκ Σουφὶρ, ἤνεγκε ξύλα πελεκητὰ πολλὰ σφόδρα καὶ λίθον τίμιον. 12Καὶ ἐποίησεν ὁ βασιλεὺς τὰ ξύλα τὰ πελεκητὰ ὑποστηρίγματα τοῦ οἴκου Κυρίου καὶ τοῦ οἴκου τοῦ βασιλέως, καὶ νάβλας καὶ κινύρας τοῖς ᾠδοῖς· οὐκ ἐληλύθει τοιαῦτα ξύλα ἀπελέκητα ἐπὶ τῆς γῆς, οὐδὲ ὤφθησάν που ἕως τῆς ἡμέρας ταύτης. 13Καὶ ὁ βασιλεὺς Σαλωμὼν ἔδωκε τῇ βασιλίσσῃ Σαβὰ πάντα ὅσα ἠθέλησεν, ὅσα ᾐτήσατο, ἐκτὸς πάντων ὧν ἐδεδώκει αὐτῇ διὰ χειρὸς τοῦ βασιλέως Σαλωμών· καὶ ἀπεστράφη, καὶ ἦλθεν εἰς τὴν γῆν αὐτῆς αὐτὴ, καὶ πάντες οἱ παῖδες αὐτῆς.

14Καὶ ἦν ὁ σταθμὸς τοῦ χρυσίου τοῦ ἐληλυθότος τῷ Σαλωμὼν ἐν ἐνιαυτῷ ἑνὶ, ἑξακόσια καὶ ἑξηκονταὲξ τάλαντα χρυσίου, 15χωρὶς τῶν φόρων τῶν ὑποτεταγμένων καὶ τῶν ἐμπόρων καὶ πάντων τῶν βασιλέων τοῦ πέραν καὶ τῶν σατραπῶν τῆς γῆς.

16Καὶ ἐποίησε Σαλωμὼν τριακόσια δόρατα χρυσᾶ ἐλατά· τριακόσιοι χρυσοῖ ἐπῆσαν ἐπὶ τὸ δόρυ τὸ ἕν· 17Καὶ τριακόσια ὅπλα χρυσᾶ ἐλατά· καὶ τρεῖς μναῖ ἐνῆσαν χρυσοῦ εἰς τὸ ὅπλον τὸ ἕν· καὶ ἔδωκεν αὐτὰ ὁ βασιλεὺς εἰς οἶκον δρυμοῦ τοῦ Λιβάνου.

18Καὶ ἐποίησεν ὁ βασιλεὺς θρόνον ἐλεφάντινον μέγαν, καὶ περιεχρύσωσεν αὐτὸν χρυσίῳ δοκίμῳ. 19Ἓξ ἀναβαθμοὶ τῷ θρόνῳ, καὶ προτομαὶ μόσχων τῷ θρόνῳ ἐκ τῶν ὀπίσω αὐτοῦ, καὶ χεῖρες ἔνθεν καὶ ἔνθεν ἐπὶ τοῦ τόπου τῆς καθέδρας, καὶ δύο λέοντες ἑστηκότες παρὰ τὰς χεῖρας, 20καὶ δώδεκα λέοντες ἑστῶτες ἐκεῖ ἐπὶ τῶν ἓξ ἀναβαθμῶν ἔνθεν καὶ ἔνθεν· οὐ γέγονεν οὕτως πάσῃ βασιλείᾳ. 21Καὶ πάντα τὰ σκεύη τὰ ὑπὸ τοῦ Σαλωμὼν γεγονότα χρυσᾶ, καὶ λουτῆρες χρυσοῖ, καὶ πάντα τὰ σκεύη οἴκου δρυμοῦ τοῦ Λιβάνου χρυσίῳ συγκεκλεισμένα. οὐκ ἦν ἀργύριον, ὅτι οὐκ ἦν λογιζόμενον ἐν ταῖς ἡμέραις Σαλωμών· 22Ὅτι ναῦς Θαρσὶς τῷ βασιλεῖ Σαλωμὼν ἐν τῇ θαλάσσῃ μετὰ τῶν νηῶν Χιράμ· μία διὰ τριῶν ἐτῶν ἤρχετο τῷ βασιλεῖ ναῦς ἐκ Θαρσὶς χρυσίου καὶ ἀργυρίου καὶ λίθων τορευτῶν καὶ πελεκητῶν.

22aΑὕτη ἦν ἡ πραγματεία τῆς προνομῆς ἧς ἀνήνεγκαν ὁ βασιλεὺς Σαλωμὼν οἰκοδομῆσαι τὸν οἶκον Κυρίου, καὶ τὸν οἶκον τοῦ βασιλέως, καὶ τὸ τεῖχος Ἱερουσαλὴμ, καὶ τὴν ἄκραν, τοῦ περιφράξαι τὸν φραγμὸν τῆς πόλεως Δαυὶδ, καὶ τὴν Ἀσσοὺρ, καὶ τὴν Μαγδὰν, καὶ τὴν Γαζὲρ, καὶ τὴν Βαιθωρὼν τὴν ἀνωτέρω, καὶ τὴν Ἰεθερμὰθ, καὶ πάσας τὰς πόλεις τῶν ἁρμάτων, καὶ πάσας τὰς πόλεις τῶν ἱππέων, καὶ τὴν πραγματείαν Σαλωμὼν, ἣν ἐπραγματεύσατο οἰκοδομῆσαι ἐν Ἱερουσαλὴμ καὶ ἐν πάσῃ τῇ γῇ, τοῦ μὴ κατάρξαι αὐτοῦ 22bπάντα τὸν λαὸν τὸν ὑπολελειμμένον ὑπὸ τοῦ Χετταίου καὶ τοῦ Ἀμοῤῥαίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Χαναναίου καὶ τοῦ Εὐαίου καὶ τοῦ Ἰεβουσαίου καὶ τοῦ Γεργεσαίου, τῶν μὴ ἐκ τῶν υἱῶν Ἰσραὴλ ὄντων, τὰ τέκνα αὐτῶν τὰ ὑπολελειμμένα μετʼ αὐτοῦ ἐν τῇ γῇ, οὓς οὐκ ἐδύναντο οἱ υἱοὶ Ἰσραὴλ ἐξολοθρεῦσαι αὐτοὺς, καὶ ἀνήγαγεν αὐτοὺς Σαλωμὼν εἰς φόρον ἕως τῆς ἡμέρας ταύτης· 22cκαὶ ἐκ τῶν υἱῶν Ἰσραὴλ οὐκ ἔδωκε Σαλωμὼν πρᾶγμα, ὅτι αὐτοὶ ἦσαν ἄνδρες οἱ πολεμισταὶ, καὶ παῖδες αὐτοῦ καὶ ἄρχοντες καὶ τρισσοὶ αὐτοῦ, καὶ ἄρχοντες τῶν ἁρμάτων αὐτοῦ, καὶ ἱππεῖς αὐτοῦ.

23Καὶ ἐμεγαλύνθη Σαλωμὼν ὑπὲρ πάντας τοὺς βασιλεῖς τῆς γῆς πλούτῳ καὶ φρονήσει. 24Καὶ πάντες βασιλεῖς τῆς γῆς ἐζήτουν τὸ πρόσωπον Σαλωμὼν, τοῦ ἀκοῦσαι τῆς φρονήσεως αὐτοῦ ἧς ἔδωκε Κύριος τῇ καρδίᾳ αὐτοῦ. 25Καὶ αὐτοὶ ἔφερον ἕκαστος τὰ δῶρα, σκεύη χρυσᾶ, καὶ ἱματισμὸν, στακτὴν, καὶ ἡδύσματα, καὶ ἵππους, καὶ ἡμιόνους τὸ κατʼ ἐνιαυτὸν ἐνιαυτῷ. 26Καὶ ἦσαν τῷ Σαλωμὼν τέσσαρες χιλιάδες θήλειαι ἵπποι εἰς ἅρματα, καὶ δώδεκα χιλιάδες ἱππέων· καὶ ἔθετο αὐτὰς ἐν ταῖς πόλεσι τῶν ἁρμάτων καὶ μετὰ τοῦ βασιλέως ἐν Ἱερουσαλήμ· 26aκαὶ ἦν ἡγούμενος πάντων τῶν βασιλέων ἀπὸ τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοφύλων καὶ ἕως ὁρίων Αἰγύπτου.

27Καὶ ἔδωκεν ὁ βασιλεὺς τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν Ἱερουσαλὴμ ὡς λίθους, καὶ τὰς κέδρους ἔδωκεν ὡς συκαμίνους τὰς ἐν τῇ πεδινῇ εἰς πλῆθος. 28Καὶ ἡ ἔξοδος Σαλωμῶν τῶν ἱππέων καὶ ἐξ Αἰγύπτου, καὶ ἐκ Θεκουὲ ἔμποροι τοῦ βασιλέως· καὶ ἐλάμβανον ἐκ Θεκουὲ ἐν ἀλλάγματι. 29Καὶ ἀνέβαινεν ἡ ἔξοδος ἐξ Αἰγύπτου ἅρμα ἀντὶ ἑκατὸν ἀργυρίου, καὶ ἵππος ἀντὶ πεντήκοντα ἀργυρίου· καὶ οὕτως πᾶσι τοῖς βασιλεῦσι Χεττιῒν, καὶ βασιλεῦσι Συρίας κατὰ θάλασσαν ἐξεπορεύοντο.

1KI 10 ©

1KIC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22