Open Bible Data Home  About  News  OET Key

OETOET-RVOET-LVULTUSTBSBBLBAICNTOEBWEBBEWMBBNETLSVFBVTCNTT4TLEBBBEMoffJPSWymthASVDRAYLTDrbyRVWbstrKJB-1769KJB-1611BshpsGnvaCvdlTNTWycSR-GNTUHBBrLXXBrTrRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy DocumentBy Section By Chapter Details

1KIC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22

BrLXX 1KI Chapter 18

1KI 18 ©

18Καὶ ἐγένετο μεθʼ ἡμέρας πολλὰς, καὶ ῥῆμα Κυρίου ἐγένετο πρὸς Ἠλιοὺ ἐν τῷ ἐνιαυτῷ τῷ τρίτῳ, λέγων, πορεύθητι, καὶ ὄφθητι τῷ Ἀχαὰβ, καὶ δώσω ὑετὸν ἐπὶ πρόσωπον τῆς γῆς. 2Καὶ ἐπορεύθη Ἠλιοὺ τοῦ ὀφθῆναι τῷ Ἀχαὰβ, καὶ ἡ λιμὸς κραταιὰ ἐν Σαμαρείᾳ.

3Καὶ ἐκάλεσεν Ἀχαὰβ τὸν Ἀβδιοὺ τὸν οἰκονόμον· καὶ Ἀβδιοὺ ἦν φοβούμενος τὸν Κύριον σφόδρα. 4Καὶ ἐγένετο ἐν τῷ τύπτειν τὴν Ἰεζάβελ τοὺς προφήτας Κυρίου, καὶ ἔλαβεν Ἀβδιοὺ ἑκατὸν ἄνδρας προφήτας καὶ κατέκρυψεν αὐτοὺς κατὰ πεντήκοντα ἐν σπηλαίῳ, καὶ διέτρεφεν αὐτοὺς ἐν ἄρτῳ καὶ ὕδατι. 5Καὶ εἶπεν Ἀχαὰβ πρὸς Ἀβδιοὺ, δεῦρο, καὶ διέλθωμεν ἐπὶ τὴν γῆν καὶ ἐπὶ πηγὰς τῶν ὑδάτων καὶ ἐπὶ χειμάῤῥους, ἐὰν πῶς εὕρωμεν βοτάνην, καὶ περιποιησώμεθα ἵππους καὶ ἡμιόνους, καὶ οὐκ ἐξολοθρευθήσονται ἀπὸ τῶν σκηνῶν. 6Καὶ ἐμέρισαν ἑαυτοῖς τὴν ὁδὸν τοῦ διελθεῖν αὐτήν· Ἀχαὰβ ἐπορεύθη ἐν ὁδῷ μιᾷ, καὶ Ἀβδιοὺ ἐπορεύθη ἐν ὁδῷ ἄλλῃ μόνος. 7Καὶ ἦν Ἀβδιοὺ ἐν τῇ ὁδῷ μόνος· καὶ ἦλθεν Ἠλιοὺ εἰς συνάντησιν αὐτοῦ μόνος· καὶ Ἀβδιοὺ ἔσπευσε καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ, καὶ εἶπεν, εἰ σὺ εἶ αὐτὸς, κύριέ μου Ἠλιού; 8Καὶ εἶπεν Ἠλιοὺ αὐτῷ, ἑγώ· πορεύου, λέγε τῷ κυρίῳ σου, ἰδοὺ Ἠλιού. 9Καὶ εἶπεν Ἀβδιοὺ, τί ἡμάρτηκα, ὅτι δίδως τὸν δοῦλόν σου εἰς χεῖρα Ἀχαὰβ τοῦ θανατῶσαί με; 10Ζῇ Κύριος ὁ Θεός σου, εἰ ἔστιν ἔθνος ἢ βασιλεία, οὗ οὐκ ἀπέστειλεν ὁ κύριός μου ζητεῖν σε· καὶ εἰ εἶπον, οὐκ ἔστι, καὶ ἐνέπρησε τὴν βασιλείαν καὶ τὰς χώρας αὐτῆς, ὅτι οὐχ εὕρηκέ σε. 11Καὶ νῦν σὺ λέγεις, πορεύου, ἀνάγγελε τῷ κυρίῳ σου, ἰδοὺ Ἠλιού. 12Καὶ ἔσται ἐὰν ἐγὼ ἀπέλθω ἀπὸ σοῦ, καὶ πνεῦμα Κυρίου ἀρεῖ σε εἰς τὴν γῆν ἣν οὐκ οἶδα, καὶ εἰσελεύσομαι ἀπαγγεῖλαι τῷ Ἀχαὰβ, καὶ οὐχ εὑρήσει σε, καὶ ἀποκτενεῖ με· καὶ ὁ δοῦλός σου ἐστὶ φοβούμενος τὸν Κύριον ἐκ νεότητος αὐτοῦ. 13Ἢ οὐκ ἀπηγγέλη σοι τῷ κυρίῳ μου, οἷα πεποίηκα ἐν τῷ ἀποκτείνειν τὴν Ἰεζάβελ τοὺς προφήτας Κυρίου, καὶ ἔκρυψα ἀπὸ τῶν προφητῶν Κυρίου ἑκατὸν ἄνδρας, ἀνὰ πεντήκοντα ἐν σπηλαίῳ, καὶ ἔθρεψα ἐν ἄρτοις καὶ ὕδατι; 14Καὶ νῦν σὺ λέγεις μοι, πορεύου, λέγε τῷ κυρίῳ σου, ἰδοὺ Ἠλιού· καὶ ἀποκτενεῖ με. 15Καὶ εἶπεν Ἠλιοὺ, ζῇ Κύριος τῶν δυνάμεων ᾧ παρέστην ἐνώπιον αὐτοῦ, ὅτι σήμερον ὀφθήσομαι αὐτῷ.

16Καὶ ἐπορεύθη Ἀβδιοὺ εἰς συναντὴν τῷ Ἀχαὰβ, καὶ ἀπήγγειλεν αὐτῷ· καὶ ἐξέδραμεν Ἀχαὰβ, καὶ ἐπορεύθη εἰς συνάντησιν Ἠλιού. 17Καὶ ἐγένετο ὡς εἶδεν Ἀχαὰβ τὸν Ἠλιού, καὶ εἶπεν Ἀχαὰβ πρὸς Ἠλιοὺ, εἰ σὺ εἶ αὐτὸς ὁ διαστρέφων τὸν Ἰσραήλ; 18Καὶ εἶπεν Ἠλιοὺ, οὐ διαστρέφω τὸν Ἰσραὴλ, ὅτι ἀλλʼ ἢ σὺ καὶ οἶκος τοῦ πατρός σου, ἐν τῷ καταλιμπάνειν ὑμᾶς τὸν Κύριον Θεὸν ὑμῶν, καὶ ἐπορεύθης ὀπίσω τῶν Βααλίμ. 19Καὶ νῦν ἀπόστειλον, συνάθροισον πρὸς μὲ πάντα Ἰσραὴλ εἰς ὄρος τὸ Καρμήλιον, καὶ τοὺς προφήτας τῆς αἰσχύνης τετρακοσίους καὶ πεντήκοντα, καὶ τοὺς προφήτας τῶν ἀλσῶν τετρακοσίους ἐσθίοντας τράπεζαν Ἰεζάβελ.

20Καὶ ἀπέστειλεν Ἀχαὰβ εἰς πάντα Ἰσραὴλ, καὶ ἐπισυνήγαγεπάντας τοὺς προφήτας εἰς ὄρος τὸ Καρμήλιον.

21Καὶ προσήγαγεν Ἠλιοὺ πρὸς πάντας· καὶ εἶπεν αὐτοῖς Ἠλιοὺ, ἕως πότε ὑμεῖς χωλανεῖτε ἐπʼ ἀμφοτέραις ταῖς ἰγνύαις· εἰ ἔστι Κύριος ὁ Θεὸς, πορεύεσθε ὀπίσω αὐτοῦ· εἰ δὲ Βάαλ, πορεύεσθε ὀπίσω αὐτοῦ· καὶ οὐκ ἀπεκρίθη ὁ λαὸς λόγον. 22Καὶ εἶπεν Ἠλιοὺ πρὸς τὸν λαόν, ἐγὼ ὑπολέλειμμαι προφήτης τοῦ Κυρίου μονώτατος· καὶ οἱ προφῆται τοῦ Βάαλ τετρακόσιοι καὶ πεντήκοντα ἄνδρες, καὶ οἱ προφῆται τοῦ ἄλσους τετρακόσιοι· 23Δότωσαν ἡμῖν δύο βόας, καὶ ἐκλεξάσθωσαν ἑαυτοῖς τὸν ἕνα, καὶ μελισάτωσαν, καὶ ἐπιθέτωσαν ἐπὶ τῶν ξύλων, καὶ πῦρ μὴ ἐπιθέτωσαν· καὶ ἐγὼ ποιήσω τὸν βοῦν τὸν ἄλλον, καὶ πῦρ οὐ μὴ ἐπιθῶ. 24Καὶ βοᾶτε ἐν ὀνόματι θεῶν ὑμῶν, καὶ ἐγὼ ἐπικαλέσομαι ἐν τῷ ὀνόματι Κυρίου τοῦ Θεοῦ μου· καὶ ἔσται ὁ θεὸς ὃς ἂν ἐπακούσῃ ἐν πυρὶ, οὗτος Θεός· καὶ ἀπεκρίθησαν πᾶς ὁ λαὸς, καὶ εἶπον, καλὸν τὸ ῥῆμα ὃ ἐλάλησας.

25Καὶ εἶπεν Ἠλιοὺ τοῖς προφήταις τῆς αἰσχύνης, ἐκλέξασθε ἑαυτοῖς τὸν μόσχον τὸν ἕνα, καὶ ποιήσατε πρῶτοι, ὅτι πολλοὶ ὑμεῖς· καὶ ἐπικαλέσασθε ἐν ὀνόματι θεοῦ ὑμῶν, καὶ πῦρ μὴ ἐπιθῆτε. 26Καὶ ἔλαβον τὸν μόσχον καὶ ἐποίησαν, καὶ ἐπεκαλοῦντο ἐν ὀνόματι τοῦ Βάαλ ἐκ πρωΐθεν ἕως μεσημβρίας, καὶ εἶπον, ἐπάκουσον ἡμῶν ὁ Βάαλ, ἐπάκουσον ἡμῶν· καὶ οὐκ ἦν φωνὴ, καὶ οὐκ ἦν ἀκρόασις· καὶ διέτρεχον ἐπὶ τοῦ θυσιαστηρίου οὗ ἐποίησαν. 27Καὶ ἐγένετο μεσημβρία, καὶ ἐμυκτήρισεν αὐτοὺς Ἠλιοὺ ὁ Θεσβίτης, καὶ εἶπεν, ἐπικαλεῖσθε ἐν φωνῇ μεγάλῃ, ὅτι θεός ἐστιν· ὅτι ἀδολεσχία αὐτῷ ἐστι, καὶ ἅμα μή ποτε χρηματίζει αὐτὸς, ἢ μή ποτε καθεύδει αὐτὸς, καὶ ἐξαναστήσεται. 28Καὶ ἐπεκαλοῦντο ἐν φωνῇ μεγάλῃ, καὶ κατετέμνοντο κατὰ τὸν ἐθισμὸν αὐτῶν ἐν μαχαίραις καὶ σειρομάσταις ἕως ἐκχύσεως αἵματος ἐπʼ αὐτοὺς, 29καὶ προεφήτευον ἕως οὗ παρῆλθε τὸ δειλινόν· καὶ ἐγένετο ὡς ὁ καιρὸς τοὺ ἀναβῆναι τὴν θυσίαν, καὶ ἐλάλησεν Ἠλιοὺ ὁ Θεσβίτης πρὸς τοὺς προφήτας τῶν προσοχθισμάτων, λέγων, μετάστητε ἀπὸ τοῦ νῦν, καὶ ἐγὼ ποιήσω τὸ ὁλοκαύτωμά μου· καὶ μετέστησαν, καὶ ἀπῆλθον.

30Καὶ εἶπεν Ἠλιοὺ πρὸς τὸν λαὸν, προσαγάγετε πρὸς μέ· καὶ προσήγαγε πᾶς ὁ λαὸς πρὸς αὐτόν. 31Καὶ ἔλαβεν Ἡλιοὺ δώδεκα λίθους κατὰ ἀριθμὸν φυλῶν τοῦ Ἰσραὴλ, ὡς ἐλάλησε Κύριος πρὸς αὐτὸν, λέγων, Ἰσραὴλ ἔσται τὸ ὄνομά σου. 32Καὶ ᾠκοδόμησε τοὺς λίθους ἐν ὀνόματι Κυρίου, καὶ ἰάσατο τὸ θυσιαστήριον τὸ κατεσκαμμένον· καὶ ἐποίησε θάλασσαν χωροῦσαν δύο μετρητὰς σπέρματος κυκλόθεν τοῦ θυσιαστηρίου· 33Καὶ ἐστοίβασε τὰς σχίδακας ἐπὶ τὸ θυσιαστήριον ὃ ἐποίησε, καὶ ἐμέλισε τὸ ὁλοκαύτωμα καὶ ἐπέθηκεν ἐπὶ τὰς σχίδακας, καὶ ἐστοίβασεν ἐπὶ τὸ θυσιαστήριον, 34καὶ εἶπε, λάβετέ μοι τέσσαρας ὑδρίας ὕδατος, καὶ ἐπιχέετε ἐπὶ τὸ ὁλοκαύτωμα καὶ ἐπὶ τὰς σχίδακας· καὶ ἐποίησαν οὕτως. Καὶ εἶπε, δευτερώσατε· καὶ ἐδευτέρωσαν· καὶ εἶπε, τρισσώσατε· καὶ ἐτρίσσευσαν. 35Καὶ διεπορεύετο τὸ ὕδωρ κύκλῳ τοῦ θυσιαστηρίου, καὶ τὴν θάλασσαν ἔπλησαν ὕδατος.

36Καὶ ἀνεβόησεν Ἠλιοὺ εἰς τὸν οὐρανὸν, καὶ εἶπε, Κύριε ὁ Θεὸς Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰσραήλ, ἐπάκουσόν μου Κύριε, ἐπάκουσόν μου σήμερον ἐν πυρί, καὶ γνώτωσαν πᾶς ὁ λαὸς οὗτος, ὅτι σὺ εἶ Κύριος ὁ Θεὸς Ἰσραὴλ, καὶ ἐγὼ δοῦλός σου, καὶ διὰ σὲ πεποίηκα τὰ ἔργα ταῦτα. 37Ἐπάκουσόν μου Κύριε, ἐπάκουσόν μου, καὶ γνώτω ὁ λαὸς οὗτος, ὅτι σὺ εἶ Κύριος ὁ Θεὸς, καὶ σὺ ἔστρεψας τὴν καρδίαν τοῦ λαοῦ τούτου ὀπίσω. 38Καὶ ἔπεσε πῦρ παρὰ Κυρίου ἐκ τοῦ οὐρανοῦ, καὶ κατέφαγε τὰ ὁλοκαυτώματα καὶ τὰς σχίδακας καὶ τὸ ὕδωρ τὸ ἐν τῇ θαλάσσῃ, καὶ τοὺς λίθους καὶ τὸν χοῦν ἐξέλειξε τὸ πῦρ.

39Καὶ ἔπεσε πᾶς ὁ λαὸς ἐπὶ πρόσωπον αὐτῶν, καὶ εἶπον, ἀληθῶς Κύριος ὁ Θεὸς αὐτὸς ὁ Θεός. 40Καὶ εἶπεν Ἠλιοὺ πρὸς τὸν λαὸν, συλλάβετε τοὺς προφήτας τοῦ Βάαλ, μηδεὶς σωθήτω ἐξ αὐτῶν· καὶ συνελαβον αὐτοὺς, καὶ κατάγει αὐτοὺς Ἠλιοὺ εἰς τὸν χειμάῤῥουν Κισσῶν, καὶ ἔσφαξεν αὐτοὺς ἐκεῖ.

41Καὶ εἶπεν Ἠλιοὺ τῷ Ἀχαὰβ, ἀνάβηθι, καὶ φάγε καὶ πίε, ὅτι φωνὴ τῶν ποδῶν τοῦ ὑετοῦ. 42Καὶ ἀνέβη Ἀχαὰβ τοῦ φαγεῖν καὶ πιεῖν· καὶ Ἠλιοὺ ἀνέβη ἐπὶ τὴν Κάρμηλον καὶ ἔκυψεν ἐπὶ τὴν γῆν, καὶ ἔθηκε τὸ πρόσωπον αὐτοῦ ἀναμέσον τῶν γονάτων αὐτοῦ, 43καὶ εἶπε τῷ παιδαρίῳ αὐτοῦ, ἀνάβηθι, καὶ ἐπίβλεψον ὁδὸν τῆς θαλάσσης· καὶ ἐπέβλεψε τὸ παιδάριον, καὶ εἶπεν, οὐκ ἔστιν οὐθέν· καὶ εἶπεν Ἠλιοὺ, καὶ σὺ ἐπίστρεψον ἑπτάκις. 44Καὶ ἐπέστρεψε τὸ παιδάριον ἑπτάκις· καὶ ἐγένετο ἐν τῷ ἑβδόμῳ, καὶ ἰδοὺ νεφέλη μικρὰ ὡς ἴχνος ἀνδρὸς ἀνάγουσα ὕδωρ· καὶ εἶπεν, ἀνάβηθι, καὶ εἶπον Ἀχαὰβ, ζεῦξον τὸ ἅρμα σου καὶ κατάβηθι, μὴ καταλάβῃ σε ὁ ὑετός. 45Καὶ ἐγένετο ἕως ὧδε καὶ ὧδε, καὶ ὁ οὐρανὸς συνεσκότασε νεφέλαις καὶ πνεύματι, καὶ ἐγένετο ὑετὸς μέγας· καὶ ἔκλαιε καὶ ἐπορεύετο Ἀχαὰβ ἕως Ἰεζράελ. 46Καὶ χεὶρ Κυρίου ἐπὶ τὸν Ἠλιοὺ, καὶ συνέσφιγξε τὴν ὀσφὺν αὐτοῦ, καὶ ἔτρεχεν ἔμπροσθεν Ἀχαὰβ εἰς Ἰεζράελ.

1KI 18 ©

1KIC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22