Open Bible Data Home  About  News  OET Key

OETOET-RVULTUSTBSBOEBWEBBENETTCNTT4TLEBWymthRVKJB-1769KJB-1611BrLXXRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy Document By Section By ChapterDetails

BrLXX GENEXOLEVNUMDEUJOSJDGRUTH1SA2SA1KI2KI1CH2CHEZRAJOBPSAPROECCSNGISAJERLAMEZEDNGHOSJOELAMOSOBAYNAMICNAHHABZEPHAGZECMALTOBJDTESGWISSIRBARLJESUSBEL1MA2MA3MA4MAGESMAN

1SAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25C26C27C28C29C30C31

BrLXX by section 1SA 3:1

1SA 3:1–3:21 ©

ΒΑΣΙΛΕΙΩΝ Α 3

3Καὶ τὸ παιδάριον Σαμουὴλ ἦν λειτουργῶν τῷ Κυρίῳ ἐνώπιον Ἡλὶ τοῦ ἱερέως· καὶ ῥῆμα Κυρίου ἦν τίμιον ἐν ταῖς ἡμέραις ἐκείναις, οὐκ ἦν ὅρασις διαστέλλουσα.

2Καὶ ἐγένετο ἐν τῇ ἡμέρα ἐκείνῃ, καὶ Ἡλὶ ἐκάθευδεν ἐν τῷ τόπῳ αὐτοῦ, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἤρξαντο βαρύνεσθαι, καὶ οὐκ ἠδύναντο βλέπειν. 3Καὶ ὁ λύχνος τοῦ Θεοῦ πρὶν ἐπισκευασθῆναι, καὶ Σαμουὴλ ἐκάθευδεν ἐν τῷ ναῷ, οὗ ἡ κιβωτὸς τοῦ Θεοῦ. 4Καὶ ἐκάλεσε Κύριος, Σαμουὴλ Σαμουήλ· καὶ εἶπεν, ἰδοὺ ἐγώ. 5Καὶ ἔδραμε πρὸς Ἡλὶ, καὶ εἶπεν, ἰδοὺ ἐγὼ, ὅτι κέκληκάς με· καὶ εἶπεν, οὐ κέκληκά σε, ἀνάστρεφε, κάθευδε· καὶ ἀνέστρεψε καὶ ἐκάθευδε. 6Καὶ προσέθετο Κύριος, καὶ ἐκάλεσε, Σαμουὴλ Σαμουήλ· καὶ ἐπορεύθη πρὸς Ἡλὶ τὸ δεύτερον, καὶ εἶπεν, ἰδοὺ ἐγὼ, ὅτι κέκληκάς με· καὶ εἶπεν, οὐ κέκληκά σε, ἀνάστρεφε, κάθευδε. 7Καὶ Σαμουὴλ πρὶν γνῶναι Θεὸν, καὶ ἀποκαλυφθῆναι αὐτῷ ῥῆμα Κυρίου. 8Καὶ προσέθετο Κύριος καλέσαι Σαμουὴλ ἐν τρίτῳ· καὶ ἀνέστη καὶ ἐπορεύθη πρὸς Ἡλὶ, καὶ εἶπεν, ἰδοὺ ἐγὼ, ὅτι κέκληκάς με· καὶ ἐσοφίσατο Ἡλὶ ὅτι Κύριος κέκληκε τὸ παιδάριον. 9Καὶ εἶπεν, ἀνάστρεφε, κάθευδε τέκνον· καὶ ἔσται ἐὰν καλέσῃ σε, καὶ ἐρεῖς, λάλει, ὅτι ἀκούει ὁ δοῦλός σου· καὶ ἐπορεύθη Σαμουὴλ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ αὐτοῦ. 10Καὶ ἦλθε Κύριος καὶ κατέστη, καὶ ἐκάλεσεν αὐτὸν ὡς ἅπαξ καὶ ἅπαξ· καὶ εἶπε Σαμουὴλ, λάλει, ὅτι ἀκούει ὁ δοῦλός σου.

11Καὶ εἶπε Κύριος πρὸς Σαμουὴλ, ἰδοὺ ἐγὼ ποιῶ τὰ ῥήματά μου ἐν Ἰσραὴλ, παντὸς ἀκούοντος αὐτὰ, ἠχήσει ἀμφότερα τὰ ὦτα αὐτοῦ. 12Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπεγερῶ ἐπὶ Ἡλὶ πάντα ὅσα ἐλάλησα εἰς τὸν οἶκον αὐτοῦ, ἄρξομαι καὶ ἐπιτελέσω. 13Καὶ ἀνήγγελκα αὐτῷ ὅτι ἐκδικῶ ἐγὼ τὸν οἶκον αὐτοῦ ἕως αἰῶνος ἐν ἀδικίαις υἱῶν αὐτοῦ, ὅτι κακολογοῦντες Θεὸν οἱ υἱοὶ αὐτοῦ, καὶ οὐκ ἐνουθέτει αὐτούς. 14Καὶ οὐδʼ οὕτως· ὤμοσα τῷ οἴκῳ Ἡλὶ, εἰ ἐξιλασθήσεται ἀδικία οἴκου Ἡλὶ, ἐν θυμιάματι καὶ ἐν θυσίαις ἕως αἰῶνος.

15Καὶ κοιμᾶται Σαμουὴλ ἕως πρωῒ, καὶ ὤρθρισε τοπρωῒ καὶ ἤνοιξε τὰς θύρας οἴκου Κυρίου· καὶ Σαμουὴλ ἐφοβήθη ἀπαγγεῖλαι τὴν ὅρασιν. 16Καὶ εἶπεν Ἡλὶ πρὸς Σαμουὴλ, Σαμουὴλ τέκνον· καὶ εἶπεν, ἰδοὺ ἐγώ. 17Καὶ εἶπε, τί τὸ ῥήμα τὸ λαληθὲν πρὸς σέ; μὴ δὴ κρήψῃς ἀπʼ ἐμοῦ· τάδε ποιήσαι σοι ὁ Θεὸς καὶ τάδε προσθείη, ἐὰν κρύψῃς ἀπʼ ἐμοῦ ῥῆμα ἐκ πάντων τῶν λόγων τῶν λαληθέντων σοι ἐν τοῖς ὠσί σου. 18Καὶ ἀπήγγειλε Σαμουὴλ πάντας τοὺς λόγους, καὶ οὐκ ἔκρυψεν ἀπʼ αὐτοῦ· καὶ εἶπεν Ἡλὶ, Κύριος αὐτὸς, τὸ ἀγαθὸν ἐνώπιον αὐτοῦ ποιήσει.

19Καὶ ἐμεγαλύνθη Σαμουὴλ, καὶ ἦν Κύριος μετʼ αὐτοῦ, καὶ οὐκ ἔπεσεν ἀπὸ πάντων τῶν λόγων αὐτοῦ ἐπὶ τὴν γῆν. 20Καὶ ἔγνωσαν πᾶς Ἰσραὴλ ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ, ὅτι πιστὸς Σαμονὴλ εἰς προφήτην τῷ Κυρίῳ. 21Καὶ προσέθετο Κύριος δηλωθῆναι ἐν Σηλὼμε, ὅτι ἀπεκαλύφθη Κύριος πρὸς Σαμουήλ· καὶ ἐπιστεύθη Σαμουὴλ τοῦ προφήτης γενέσθαι τῷ Κυρίῳ εἰς πάντα Ἰσραὴλ ἀπʼ ἄκρων τῆς γῆς καὶ ἕως ἄκρων· καὶ Ἡλὶ πρεσβύτης σφόδρα, καὶ οἱ υἱοὶ αὐτοῦ πορεύομενοι ἐπορεύοντο, καὶ πονηρὰ ἡ ὁδὸς αὐτῶν ἐνώπιον Κυρίου.

1SA 3:1–3:21 ©

1SAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25C26C27C28C29C30C31