Open Bible Data Home  About  News  OET Key

OETOET-RVULTUSTBSBOEBWEBBENETTCNTT4TLEBWymthRVKJB-1769KJB-1611BrLXXRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy Document By Section By ChapterDetails

BrLXX GENEXOLEVNUMDEUJOSJDGRUTH1SA2SA1KI2KI1CH2CHEZRAJOBPSAPROECCSNGISAJERLAMEZEDNGHOSJOELAMOSOBAYNAMICNAHHABZEPHAGZECMALTOBJDTESGWISSIRBARLJESUSBEL1MA2MA3MA4MAGESMAN

1SAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25C26C27C28C29C30C31

BrLXX by section 1SA 30:1

1SA 30:1–30:31 ©

ΒΑΣΙΛΕΙΩΝ Α 30

30Καὶ ἐγενήθη εἰσελθόντος Δαυὶδ καὶ τῶν ἀνδρῶν αὐτοῦ τὴν Σεκελὰκ τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ Ἀμαλὴκ ἐπέθετο ἐπὶ τὸν Νότον καὶ ἐπὶ τὴν Σεκελὰκ, καὶ ἐπάταξε τὴν Σεκελὰκ καὶ ἐνεπύρισαν αὐτὴν ἐν πυρί. 2Καὶ τὰς γυναῖκας καὶ πάντα τὰ ἐν αὐτῇ ἀπὸ μικροῦ ἕως μεγάλου οὐκ ἐθανάτωσαν ἄνδρα καὶ γυναῖκα, ἀλλʼ ᾐχμαλὼτευσαν, καὶ ἀπῆλθον εἰς τὴν ὁδὸν αὐτῶν.

3Καὶ ἦλθε Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ εἰς τὴν πόλιν, καὶ ἰδοὺ ἐμπεπύρισται ἐν πυρὶ, αἱ δὲ γυναῖκες αὐτῶν καὶ οἱ υἱοὶ αὐτῶν καὶ αἱ θυγατέρες αὐτῶν ᾐχμαλωτευμένοι. 4Καὶ ᾖρε Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ τὴν φωνὴν αὐτῶν, καὶ ἔκλαυσαν ἕως ὅτου οὐκ ἦν ἐν αὐτοῖς ἰσχὺς ἔτι τοῦ κλαίειν. 5Καὶ ἀμφότεραι αἱ γυναῖκες Δαυὶδ ᾐχμαλωτεύθησαν, Ἀχιναὰμ ἡ Ἰεζραηλίτις, καὶ Ἀβιγαία ἡ γυνὴ Νάβαλ τοῦ Καρμηλίου. 6Καὶ ἐθλίβη Δαυὶδ σφόδρα, ὅτι εἶπεν ὁ λαὸς λιθοβολῆσαι αὐτὸν, ὅτι κατώδυνος ψυχὴ παντὸς τοῦ λαοῦ ἑκάστου ἐπὶ τοὺς υἱοὺς αὐτοῦ καὶ ἐπὶ τὰς θυγατέρας αὐτοῦ· καὶ ἐκραταιώθη Δαυὶδ ἐν Κυρίῳ Θεῷ αὐτοῦ.

7Καὶ εἶπε Δαυὶδ πρὸς Ἀβιάθαρ τὸν ἱερέα υἱὸν Ἀχιμέλεχ, προσάγαγε τὸ ἐφούδ. 8Καὶ ἐπηρώτησε Δαυὶδ διὰ τοῦ Κυρίου, λέγων, εἰ καταδιώξω ὀπίσω τοῦ γεδδοὺρ τούτου; εἰ καταλήμψομαι αὐτούς; καὶ εἶπεν αὐτῷ, καταδίωκε, ὅτι καταλαμβάνων καταλήμψῃ αὐτοὺς, καὶ ἐξαιρούμενος ἐξελῇ. 9Καὶ ἐπορεύθη Δαυὶδ αὐτὸς καὶ οἱ ἑξακόσιοι ἄνδρες μετʼ αὐτοῦ, καὶ ἔρχονται ἕως τοῦ χειμάῤῥου Βοσὸρ, καὶ οἱ περισσοὶ ἔστησαν. 10Καὶ κατεδίωξεν ἐν τετρακοσίοις ἀνδράσιν· ὑπέστησαν δὲ διακόσιοι ἄνδρες οἵτινες ἐκάθισαν πέραν τοῦ χειμάῤῥου τοῦ Βοσόρ.

11Καὶ εὑρίσκουσιν ἄνδρα Αἰγύπτιον ἐν ἀγρῷ, καὶ λαμβάνουσιν αὐτὸν, καὶ ἄγουσιν αὐτὸν πρὸς Δαυίδ· καὶ διδόασιν αὐτῷ ἄρτον καὶ ἔφαγε, καὶ ἐπότισαν αὐτὸν ὕδωρ· 12καὶ διδόασιν αὐτῷ κλάσμα παλάθης καὶ ἔφαγε, καὶ κατέστη τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ· ὅτι οὐ βεβρώκει ἄρτον, καὶ οὐ πεπώκει ὕδωρ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. 13Καὶ εἶπεν αὐτῷ Δαυὶδ, τίνος σὺ εἶ, καὶ πόθεν εἶ; καὶ εἶπε τὸ παιδάριον τὸ Αἰγύπτιον, ἐγώ εἰμι δοῦλος ἀνδρὸς Ἀμαληκίτου, καὶ κατέλιπέ με ὁ κύριός μου, ὅτι ἠνωχλήθην ἐγὼ σήμερον τριταῖος. 14Καὶ ἡμεῖς ἐπεθέμεθα ἐπὶ τὸν Νότον τοῦ Χελεθὶ, καὶ ἐπὶ τὰ τῆς Ἰουδαίας μέρη, καὶ ἐπὶ Νότον Χελοὺβ, καὶ τὴν Σεκελὰκ ἐνεπυρίσαμεν ἐν πυρί. 15Καὶ εἶπεν, αὐτῷ Δαυὶδ, εἰ κατάξεις με ἐπὶ τὸ γεδδοὺρ τοῦτο; καὶ εἶπεν, ὄμοσον δή μοι κατὰ τοῦ Θεοῦ μὴ θανατώσειν με, καὶ μὴ παραδοῦναί με εἰς χεῖρας τοῦ κυρίου μου, καὶ κατάξω σε ἐπὶ τὸ γεδδοὺρ τοῦτο.

16Καὶ κατήγαγεν αὐτὸν ἐκεῖ, καὶ ἰδοὺ οὗτοι διακεχυμένοι ἐπὶ πρόσωπον πάσης τῆς γῆς, ἐσθίοντες καὶ πίνοντες καὶ ἑορτάζοντες ἐν πᾶσι τοῖς σκύλοις τοῖς μεγάλοις, οἷς ἔλαβον ἐκ γῆς ἀλλοφύλων καὶ ἐκ γῆς Ἰούδα. 17Καὶ ἦλθεν ἐπʼ αὐτοὺς Δαυὶδ, καὶ ἐπάταξεν αὐτοὺς ἀπὸ ἑωσφόρου ἕως δείλης καὶ τῇ ἐπαύριον· καὶ οὐκ ἐσώθη ἐξ αὐτῶν ἀνὴρ, ὅτι ἀλλʼ ἢ τετρακόσια παιδάρια, ἃ ἦν ἐπιβεβηκότα ἐπὶ τὰς καμήλους, καὶ ἔφυγον. 18Καὶ ἀφείλατο Δαυὶδ πάντα ἃ ἔλαβον οἱ Ἀμαληκῖται, καὶ ἀμφότερας τὰς γυναῖκας αὐτοῦ ἐξείλατο. 19Καὶ οὐ διεφώνησεν αὐτοῖς ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ ἀπὸ τῶν σκύλων, καὶ ἕως υἱῶν καὶ θυγατέρων, καὶ ἕως πάντων ὧν ἔλαβον αὐτῶν, καὶ πάντα ἐπέστρεψε Δαυίδ. 20Καὶ ἔλαβε πάντα τὰ ποίμνια, καὶ τὰ βουκόλια, καὶ ἀπήγαγεν ἔμπροσθεν τῶν σκύλων· καὶ τοῖς σκύλοις ἐκείνοις ἐλέγετο, ταῦτα τὰ σκῦλα Δαυίδ.

21Καὶ παραγίνεται Δαυὶδ πρὸς τοὺς διακοσὶους ἄνδρας τούς ὑπολειφθέντας τοῦ πορεύεσθαι ὀπίσω Δαυὶδ, καὶ ἐκάθισεν αὐτοὺς ἐν τῷ χειμάῤῥῳ τοῦ Βοσὸρ, καὶ ἐξῆλθον εἰς ἀπάντησιν Δαυὶδ καὶ εἰς ἀπάντησιν τοῦ λαοῦ τοῦ μετʼ αὐτοῦ· καὶ προσήγαγε Δαυὶδ ἕως τοῦ λαοῦ, καὶ ἠρώτησαν αὐτὸν τὰ εἰς εἰρήνην.

22Καὶ ἀπεκρίθη πᾶς ἀνὴρ λοιμὸς καὶ πονηρὸς τῶν ἀνδρῶν τῶν πολεμιστῶν τῶν πορευθέντων μετὰ Δαυὶδ, καὶ εἶπον, ὅτι οὐ κατεδίωξαν μεθʼ ἡμῶν, οὐ δώσομεν αὐτοῖς ἐκ τῶν σκύλων ὧν ἐξειλόμεθα, ὅτι ἀλλʼ ἢ ἕκαστος τὴς γυναῖκα αὐτοῦ, καὶ τὰ τέκνα αὐτοῦ ἀπαγέσθωσαν, καὶ ἀποστρεφέτωσαν. 23Καὶ εἶπε Δαυὶδ, οὐ ποιήσετε οὕτως, μετὰ τὸ παραδοῦναι τὸν Κύριον ἡμῖν, καὶ φυλάξαι ἡμᾶς, καὶ παρέδωκε Κύριος τὸν γεδδοὺρ τὸν ἐπερχόμενον ἐφʼ ἡμᾶς, εἰς χεῖρας ἡμῶν. 24Καὶ τίς ἐπακούσεται ὑμῶν τῶν λόγων τούτων; ὅτιδοὐχ ἧττον ἡμῶν εἰσι, διότι κατὰ τὴν μερίδα τοῦ καταβαίνοντος εἰς τὸν πόλεμον, οὕτως ἔσται ἡ μερὶς τοῦ καθημένου ἐπὶ τὰ σκεύη, κατὰ τὸ αὐτὸ μεριοῦνται. 25Καὶ ἐγενήθη ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπάνω, καὶ ἐγένετο εἰς προστάγμα καὶ εἱς δικαίωμα τῷ Ἰσραὴλ ἕως τῆς σήμερον.

26Καὶ ἦλθε Δαυὶδ εἰς Σεκελὰκ, καὶ ἀπέστειλε τοῖς πρεσβυτέροις τῶν σκύλων Ἰούδα καὶ τοῖς πλησίον αὐτοῦ, λέγων, ἰδοὺ ἀπὸ τῶν σκύλων τῶν ἐχθρῶν Κυρίου, 27τοῖς ἐν Βαιθσοὺρ, καὶ τοῖς Ῥαμᾷ Νότου, καὶ τοῖς ἐν Γεθὸρ, 28καὶ τοῖς ἐν Ἀροὴρ, καὶ τοῖς ἐν Ἀμμαδὶ, καὶ τοῖς ἐν Σαφὶ, καὶ τοῖς ἐν Ἐσθιὲ, 28aκαὶ τοὶς ἐν Γὲθ, καὶ τοῖς ἐν Κιμὰθ, καὶ τοῖς ἐν Σαφὲκ, καὶ τοῖς ἐν Θημὰθ, 29καὶ τοῖς ἐν Καρμήλῳ, καὶ τοῖς ἐν ταῖς πόλεσι τοῦ Ἱερεμεὴλ, καὶ τοῖς ἐν ταῖς πόλεσι τοῦ Κενεζὶ, 30καὶ τοῖς ἐν Ἱεριμοὺθ, καὶ τοῖς ἐν Βηρσαβεὶ, καὶ τοῖς ἐν Νομβὲ, 31καὶ τοῖς ἐν Χεβρὼν, καὶ πάντας τοὺς τόπους οὓς διῆλθε Δαυὶδ ἐκεῖ αὐτὸς καὶ οἱ ἄνδρες αὐτοῦ.

1SA 30:1–30:31 ©

1SAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25C26C27C28C29C30C31