Open Bible Data Home  About  News  OET Key

OETOET-RVULTUSTBSBOEBWEBBENETTCNTT4TLEBWymthRVKJB-1769KJB-1611BrLXXRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy Document By Section By ChapterDetails

BrLXX GENEXOLEVNUMDEUJOSJDGRUTH1SA2SA1KI2KI1CH2CHEZRAJOBPSAPROECCSNGISAJERLAMEZEDNGHOSJOELAMOSOBAYNAMICNAHHABZEPHAGZECMALTOBJDTESGWISSIRBARLJESUSBEL1MA2MA3MA4MAGESMAN

LAMIntroC1C2C3C4C5

BrLXX by section LAM 1:1

LAM 1:1–1:22 ©

ΘΡΗΝΟΙ ΙΕΡΕΜΙΟΥ 1

1ΑΛΕΦ. Πῶς ἐκάθισε μόνη ἡ πόλις ἡ πεπληθυμμένη λαῶν; ἐγενήθη ὡς χήρα, πεπληθυμμένη ἐν ἔθνεσιν, ἄρχουσα ἐν χώραις ἐγενήθη εἰς φόρον.

2ΒΗΘ. Κλαίουσα ἔκλαυσεν ἐν νυκτὶ, καὶ τὰ δάκρυα αὐτῆς ἐπὶ τῶν σιαγόνων αὐτῆς, καὶ οὐχ ὑπάρχει ὁ παρακαλῶν αὐτὴν ἀπὸ πάντων τῶν ἀγαπώντων αὐτήν· πάντες οἱ φιλοῦντες αὐτὴν ἠθέτησαν ἐν αὐτῇ, ἐγένοντο αὐτῇ εἰς ἐχθρούς.

3ΓΙΜΕΛ. Μετῳκίσθη Ἰουδαία ἀπὸ ταπεινώσεως αὐτῆς, καὶ ἀπὸ πλήθους δουλείας αὐτῆς· ἐκάθισεν ἐν ἔθνεσιν, οὐχ εὗρεν ἀνάπαυσιν· πάντες οἱ καταδιώκοντες αὐτὴν, κατέλαβον αὐτὴν ἀναμέσον τῶν θλιβόντων.

4ΔΑΛΕΘ. Ὁδοὶ Σιὼν πενθοῦσι παρὰ τὸ μὴ εἶναι ἐρχομένους ἐν ἑορτῇ· πᾶσαι αἱ πύλαι αὐτῆς ἠφανισμέναι, οἱ ἱερεῖς αὐτῆς ἀναστενάζουσιν, αἱ παρθένοι αὐτῆς ἀγόμεναι, καὶ αὐτὴ πικραινομένη ἐν ἑαυτῇ.

5Η. Ἐγένοντο οἱ θλίβοντες αὐτὴν εἰς κεφαλὴν, καὶ οἱ ἐχθροὶ αὐτῆς εὐθηνοῦσαν, ὅτι Κύριος ἐταπείνωσεν αὐτὴν ἐπὶ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῆς· τὰ νήπια αὐτῆς ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ κατὰ πρόσωπον θλίβοντος.

6ΟΥΑΥ. Καὶ ἐξῄρθη ἐκ θυγατρὸς Σιὼν πᾶσα ἡ εὐπρέπεια αὐτῆς· ἐγένοντο οἱ ἄρχοντες αὐτῆς ὡς κριοὶ οὐχ εὑρίσκοντες νομὴν, καὶ ἐπορεύοντο ἐν οὐκ ἰσχύϊ κατὰ πρόσωπον διώκοντος.

7ΖΑΙΝ. Ἐμνήσθη Ἱερουσαλὴμ ἡμερῶν ταπεινώσεως αὐτῆς, καὶ ἀπωσμῶν αὐτῆς· πάντα τὰ ἐπιθυμήματα αὐτῆς ὅσα ἦν ἐξ ἡμερῶν ἀρχαίων, ἐν τῷ πεσεῖν τὸν λαὸν αὐτῆς εἰς χεῖρας θλίβοντος, καὶ οὐκ ἦν ὁ βοηθῶν αὐτῇ. ἰδόντες οἱ ἐχθροὶ αὐτῆς, ἐγέλασαν ἐπὶ κατοικεσίᾳ αὐτῆς.

8ΗΘ. Ἁμαρτίαν ἥμαρτεν Ἱερουσαλὴμ, διατοῦτο εἰς σάλον ἐγένετο· πάντες οἱ δοξάζοντες αὐτὴν, ἐταπείνωσαν αὐτήν· εἶδον γὰρ τὴν ἀσχημοσύνην αὐτῆς, καί γε αὐτὴ στενάζουσα καὶ ἀπεστράφη ὀπίσω.

9ΤΗΘ. Ἀκαθαρσία αὐτῆς πρὸ ποδῶν αὐτῆς· οὐκ ἐμνήσθη ἔσχατα αὐτῆς, καὶ κατεβίβασεν ὑπέρογκα· οὐκ ἔστιν ὁ παρακαλῶν αὐτήν. ἴδε Κύριε τὴν ταπείνωσίν μου, ὅτι ἐμεγαλύνθη ὁ ἐχθρός.

10ΙΩΔ. Χεῖρα αὐτοῦ ἐξεπέτασε θλίβων ἐπὶ πάντα τὰ ἐπιθυμήματα αὐτῆς· εἶδε γὰρ ἔθνη εἰσελθόντα εἰς τὸ ἁγίασμα αὐτῆς, ἃ ἐνετείλω μὴ εἰσελθεῖν αὐτὰ εἰς ἐκκλησίαν σου.

11ΧΑΦ. Πᾶς ὁ λαὸς αὐτῆς καταστενάζοντες, ζητοῦντες ἄρτον· ἔδωκαν τὰ ἐπιθυμήματα αὐτῆς ἐν βρώσει, τοῦ ἐπιστρέψαι ψυχήν· ἴδε Κύριε καὶ ἐπίβλεψον, ὅτι ἐγενήθη ἠτιμωμένη.

12ΛΑΜΕΔ. Οἱ πρὸς ὑμᾶς πάντες παραπορευόμενοι ὁδὸν, ἐπιστρέψατε καὶ ἴδετε εἰ ἔστιν ἄλγος κατὰ τὸ ἄλγος μου, ὃ ἐγενήθη· φθεγξάμενος ἐν ἐμοὶ ἐταπείνωσέ με Κύριος ἐν ἡμέρᾳ ὀργῆς θυμοῦ αὐτοῦ.

13ΜΗΜ. Ἐξ ὕψους αὐτοῦ ἀπέστειλε πῦρ, ἐν τοῖς ὀστέοις μου κατήγαγεν αὐτό· διεπέτασε δίκτυον τοῖς ποσί μου, ἀπέστρεψέ με εἰς τὰ ὀπίσω· ἔδωκέ με ἠφανισμένην, ὅλην τὴν ἡμέραν ὠδυνωμένην.

14ΝΟΥΝ. Ἐγρηγορήθη ἐπὶ τὰ ἀσεβήματά μου, ἐν χερσί μου συνεπλάκησαν· ἀνέβησαν ἐπὶ τὸν τράχηλόν μου· ἠσθένησεν ἡ ἰσχύς μου· ὅτι ἔδωκε Κύριος ἐν χερσί μου ὀδύνας, οὐ δυνήσομαι στῆναι.

15ΣΑΜΕΧ. Ἐξῇρε πάντας τοὺς ἰσχυρούς μου ὁ Κύριος ἐκ μέσου μου, ἐκάλεσεν ἐπʼ ἐμὲ καιρὸν τοῦ συντρίψαι ἐκλεκτούς μου· ληνὸν ἐπάτησε Κύριος παρθένῳ θυγατρὶ Ἰούδα· ἐπὶ τούτοις ἐγὼ κλαίω.

16ΑΙΝ. Ὁ ὀφθαλμός μου κατήγαγεν ὕδωρ, ὅτι ἐμακρύνθη ἀπʼ ἐμοῦ ὁ παρακαλῶν με, ὁ ἐπιστρέφων ψυχήν μου· ἐγένοντο οἱ υἱοί μου ἠφανισμένοι, ὅτι ἐκραταιώθη ὁ ἐχθρός.

17ΦΗ. Διεπέτασε Σιὼν χεῖρα αὐτῆς, οὐκ ἔστιν ὁ παρακαλῶν αὐτήν· ἐνετείλατο Κύριος τῷ Ἰακὼβ, κύκλῳ αὐτοῦ οἱ θλίβοντες αὐτόν· ἐγενήθη Ἱερουσαλὴμ εἰς ἀποκαθημένην ἀναμέσον αὐτῶν.

18ΤΣΑΔΗ. Δίκαιός ἐστι Κύριος, ὅτι στόμα αὐτοῦ παρεπίκρανα· ἀκούσατε δὴ πάντες οἱ λαοὶ, καὶ ἴδετε τὸ ἄλγος μου· παρθένοι μου καὶ νεανίσκοι μου ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ.

19ΚΩΦ. Ἐκάλεσα τοὺς ἐραστάς μου, αὐτοὶ δὲ παρελογίσαντό με· οἱ ἱερεῖς μου καὶ οἱ πρεσβύτεροί μου ἐν τῇ πόλει ἐξέλιπον, ὅτι ἐζήτησαν βρῶσιν αὐτοῖς ἵνα ἐπιστρέψωσι ψυχὰς αὐτῶν, καὶ οὐχ εὗρον.

20ΡΗΧΣ. Ἴδε, Κύριε, ὅτι θλίβομαι, ἡ κοιλία μου ἐταράχθη, καὶ ἡ καρδία μου ἐστράφη ἐν ἐμοὶ, ὅτι παραπικραίνουσα παρεπικράνθην, ἔξωθεν ἠτέκνωσέ με μάχαιρα, ὥσπερ θάνατος ἐν οἴκῳ.

21ΧΣΕΝ. Ακούσατε δὴ, ὅτι στενάζω ἐγὼ, οὐκ ἔστιν ὁ παρακαλῶν με· πάντες οἱ ἐχθροί μου ἤκουσαν τὰ κακά μου, καὶ ἐχάρησαν, ὅτι σὺ ἐποίησας· ἐπήγαγες ἡμέραν, ἐκάλεσας καιρὸν, ἐγένοντο ὅμοιοι ἐμοί.

22ΘΑΥ. Εἰσέλθοι πᾶσα ἡ κακία αὐτῶν κακὰ πρόσωπόν σου, καὶ ἐπιφύλλισον αὐτοῖς, ὃν τρόπον ἐποίησαν ἐπιφυλλίδα περὶ πάντων τῶν ἁμαρτημάτων μου, ὅτι πολλοὶ οἱ στεναγμοί μου, καὶ ἡ καρδία μου λυπεῖται.

LAM 1:1–1:22 ©

LAMIntroC1C2C3C4C5