Open Bible Data Home  About  News  OET Key

OETOET-RVULTUSTBSBOEBWEBBENETTCNTT4TLEBWymthRVKJB-1769KJB-1611BrLXXRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy Document By Section By ChapterDetails

BrLXX GENEXOLEVNUMDEUJOSJDGRUTH1SA2SA1KI2KI1CH2CHEZRAJOBPSAPROECCSNGISAJERLAMEZEDNGHOSJOELAMOSOBAYNAMICNAHHABZEPHAGZECMALTOBJDTESGWISSIRBARLJESUSBEL1MA2MA3MA4MAGESMAN

NUMC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25C26C27C28C29C30C31C32C33C34C35C36

BrLXX by section NUM 8:1

NUM 8:1–8:26 ©

ΑΡΙΘΜΟΙ 8

8Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, λάλησον τῷ Ἀαρὼν, 2καὶ ἐρεῖς πρὸς αὐτὸν, ὅταν ἐπιτιθῇς τοὺς λύχνους ἐκ μέρους, κατὰ πρόσωπον τῆς λυχνίας φωτιοῦσιν οἱ ἑπτὰ λύχνοι. 3Καὶ ἐποίησεν οὕτως Ἀαρών· ἐκ τοῦ ἑνὸς μέρους κατὰ πρόσωπον τῆς λυχνίας ἐξῆψε τοὺς λύχνους αὐτῆς, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ· 4Καὶ αὕτη ἡ κατασκευὴ τῆς λυχνίας· στερεὰ, χρυσῆ, ὁ καυλὸς αὐτῆς, καὶ τὰ κρίνα αὐτῆς, στερεὰ ὅλη· κατὰ τὸ εἶδος ὃ ἔδειξε Κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησε τὴν λυχνίαν.

5Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων, 6λάβε τοὺς Λευίτας ἐκ μέσου υἱῶν Ἰσραὴλ, καὶ ἀφαγνιεῖς αὐτούς. 7Καὶ οὕτω ποιήσεις αὐτοῖς τὸν ἁγνισμὸν αὐτῶν· περιῤῥανεῖς αὐτοὺς ὕδωρ ἁγνισμοῦ· καὶ ἐπελεύσεται ξυρὸν ἐπὶ πᾶν τὸ σῶμα αὐτῶν, καὶ πλυνοῦσι τὰ ἱμάτια αὐτῶν, καὶ καθαροὶ ἔσονται.

8Καὶ λήμψονται μόσχον ἕνα ἐκ βοῶν, καὶ τούτου θυσίαν σεμίδαλιν ἀναπεποιημένην ἐν ἐλαίῳ· καὶ μόσχον ἐνιαύσιον ἐκ βοῶν λήψῃ περὶ ἁμαρτίας. 9Καὶ προσάξεις τοὺς Λευίτας ἔναντι τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ συνάξεις πᾶσαν συναγωγὴν υἱῶν Ἰσραήλ· 10Καὶ προσάξεις τοὺς Λευίτας ἔναντι Κυρίου, καὶ ἐπιθήσουσιν οἱ υἱοὶ Ἰσραὴλ τὰς χεῖρας αὐτῶν ἐπὶ τοὺς Λευίτας· 11Καὶ ἀφοριεῖ Ἀαρὼν τοὺς Λευίτας ἀπόδομα ἔναντι Κυρίου παρὰ τῶν υἱῶν Ἰσραήλ· καὶ ἔσονται ὥστε ἐργάζεσθαι τὰ ἔργα Κυρίου. 12Οἱ δὲ Λευῖται ἐπιθήσονσι τὰς χεῖρας ἐπὶ τὰς κεφαλὰς τῶν μόσχων· καὶ ποιήσεις τὸν ἕνα περὶ ἁμαρτίας, καὶ τὸν ἕνα εἰς ὁλοκαύτωμα Κυρίῳ, ἐξιλάσασθαι περὶ αὐτῶν.

13Καὶ στήσεις τοὺς Λευίτας ἔναντι Κυρίου, καὶ ἔναντι Ἀαρὼν, καὶ ἔναντι τῶν υἱῶν αὐτοῦ, καὶ ἀποδώσεις αὐτοὺς ἀπόδομα ἔναντι Κυρίου· 14Καὶ διαστελεῖς τοὺς Λευίτας ἐκ μέσου υἱῶν Ἰσραήλ· καὶ ἔσονταί μοι. 15Καὶ μετὰ ταῦτα εἰσελεύσονται οἱ Λευῖται ἐργάζεσθαι τὰ ἔργα τῆς σκηνῆς τοῦ μαρτυρίον· καὶ καθαριεῖς αὐτοὺς, καὶ ἀποδώσεις αὐτοὺς ἔναντι Κυρίου. 16ὅτι ἀπόδομα ἀποδεδομένοι οὗτοί μοι εἰσὶν ἐκ μέσου υἱῶν Ἰσραήλ· ἀντὶ τῶν διανοιγόντων πᾶσαν μήτραν πρωτοτόκων πάντων ἐκ τῶν υἱῶν Ἰσραὴλ εἴληφα αὐτοὺς ἐμοί. 17Ὅτι ἐμοὶ πᾶν πρωτότοκον ἐν υἱοῖς Ἰσραὴλ ἀπὸ ἀνθρώπων ἕως κτήνους· ᾗ ἡμέρᾳ ἐπάταξα πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτου, ἡγίασα αὐτοὺς ἐμοὶ, 18καὶ ἔλαβον τοὺς Λευίτας ἀντὶ παντὸς πρωτοτόκου ἐν υἱοῖς Ἰσραήλ. 19Καὶ ἀπέδωκα τοὺς Λευίτας ἀπόδομα δεδομένους Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ ἐκ μέσου υἱῶν Ἰσραὴλ, ἐργάζεσθαι τὰ ἔργα τῶν υἱῶν Ἰσραὴλ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου, καὶ ἐξιλάσκεσθαι περὶ τῶν υἱῶν Ἰσραήλ· καὶ οὐκ ἔσται ἐν τοῖς υἱοῖς Ἰσραὴλ προσεγγίζων πρὸς τὰ ἅγια.

20Καὶ ἐποίησε Μωυσῆς καὶ Ἀαρὼν καὶ πᾶσα ἡ συναγωγὴ υἱῶν Ἰσραὴλ τοῖς Λευίταις καθὰ ἐνετείλατο Κύριος τῷ Μωυσῇ περὶ τῶν Λευιτῶν, οὕτως ἐποίησαν αὐτοῖς οἱ υἱοὶ Ἰσραήλ. 21Καὶ ἡγνίσαντο οἱ Λευῖται, καὶ ἐπλύναντο τὰ ἱμάτια· καὶ ἀπέδωκεν αὐτοὺς Ἀαρὼν ἀπόδομα ἔναντι Κυρίου, καὶ ἐξιλάσατο περὶ αὐτῶν Ἀαρὼν ἀφαγνίσασθαι αὐτούς. 22Καὶ μετὰ ταῦτα εἰσῆλθον οἱ Λευῖται λειτουργεῖν τὴν λειτουργίαν αὐτῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἔναντι Ἀαρὼν, καὶ ἔναντι τῶν υἱῶν αὐτοῦ· καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ περὶ τῶν Λευιτῶν, οὕτως ἐποίησαν αὐτοῖς.

23Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, 24τοῦτό ἐστι τὸ περὶ τῶν Λευιτῶν· ἀπὸ πέντε καὶ εἰκοσαετοῦς καὶ ἐπάνω, εἰσελεύσονται ἐνεργεῖν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου· 25Καὶ ἀπὸ πεντηκονταετοῦς ἀποστήσεται ἀπὸ τῆς λειτουργίας, καὶ οὐκ ἐργᾶται ἔτι. 26Καὶ λειτουργήσει ὁ ἀδελφὸς αὑτοῦ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου φυλάσσειν φυλακὰς, ἔργα δὲ οὐκ ἐργᾶται· οὕτως ποιήσεις τοῖς Λευίταις ἐν ταῖς φυλακαῖς αὐτῶν.

NUM 8:1–8:26 ©

NUMC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25C26C27C28C29C30C31C32C33C34C35C36