Open Bible Data Home  About  News  OET Key

OETOET-RVULTUSTBSBOEBWEBBENETTCNTT4TLEBWymthRVKJB-1769KJB-1611BrLXXRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy Document By Section By ChapterDetails

BrLXX GENEXOLEVNUMDEUJOSJDGRUTH1SA2SA1KI2KI1CH2CHEZRAJOBPSAPROECCSNGISAJERLAMEZEDNGHOSJOELAMOSOBAYNAMICNAHHABZEPHAGZECMALTOBJDTESGWISSIRBARLJESUSBEL1MA2MA3MA4MAGESMAN

NUMC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25C26C27C28C29C30C31C32C33C34C35C36

BrLXX by section NUM 7:1

NUM 7:1–7:89 ©

ΑΡΙΘΜΟΙ 7

7Καὶ ἐγένετο ᾗ ἡμέρᾳ συνετέλεσε Μωυσῆς, ὥστε ἀναστῆσαι τὴν σκηνήν, καὶ ἔχρισεν αὐτὴν, καὶ ἡγίασεν αὐτὴν, καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ τὸ θυσιαστήριον, καὶ πάντα τὰ σκεύη αὐτοῦ, καὶ ἔχρισεν αὐτὰ, καὶ ἡγίασεν αὐτά. 2Καὶ προσήνεγκαν οἱ ἄρχοντες Ἰσραὴλ, δώδεκα ἄρχοντες οἴκων πατριῶν αὐτῶν· οὗτοι οἱ ἄρχοντες φυλῶν, οὗτοι οἱ παρεστηκότες ἐπὶ τῆς ἐπισκοπῆς. 3Καὶ ἤνεγκαν τὸ δῶρον αὐτῶν ἔναντι Κυρίου, ἓξ ἁμάξας λαμπηνίκας, καὶ δώδεκα βόας· ἅμαξαν παρὰ δύο ἀρχόντων, καὶ μόσχον παρὰ ἑκάστου· καὶ προσήγαγον ἐναντίον τῆς σκηνῆς. 4Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, λέγων, 5λάβε παρʼ αὐτῶν, καὶ ἔσονται πρὸς τὰ ἔργα τὰ λειτουργικὰ τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ δώσεις αὐτὰ τοῖς Λευίταις, ἑκάστῳ κατὰ τὴν αὐτοῦ λειτουργίαν. 6Καὶ λαβὼν Μωυσῆς τὰς ἁμάξας καὶ τοὺς βόας, ἔδωκεν αὐτὰ τοῖς Λευίταις. 7Καὶ τὰς δύο ἁμάξας καὶ τοὺς τέσσαρας βόας ἔδωκε τοῖς υἱοῖς Γεδσὼν κατὰ τὰς λειτουργίας αὐτῶν. 8Καὶ τὰς τέσσαρας ἁμάξας καὶ τοὺς ὀκτὼ βόας ἔδωκε τοῖς υἱοῖς Μεραρὶ κατὰ τὰς λειτουργίας αὐτῶν, διὰ Ἰθάμαρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως. 9Καὶ τοῖς υἱοῖς Καὰθ οὐ δέδωκεν, ὅτι τὰ λειτουργήματα τοῦ ἁγίου ἔχουσιν· ἐπʼ ὤμων ἀροῦσι.

10Καὶ προσήνεγκαν οἱ ἄρχοντες εἰς τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου, ἐν τῇ ἡμέρᾳ ᾗ ἔχρισεν αὐτὸ, καὶ προσήνεγκαν οἱ ἄρχοντες τὰ δῶρα αὐτῶν ἀπέναντι τοῦ θυσιαστηρίου. 11Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, ἄρχων εἷς καθʼ ἡμέραν, ἄρχων καθʼ ἡμέραν προσοίσουσι τὰ δῶρα αὐτῶν εἰς τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου.

12Καὶ ἦν ὁ προσφέρων ἐν τῇ ἡμέρᾳ τῇ πρώτῃ τὸ δῶρον αὐτοῦ, Ναασσὼν υἱὸς Ἀμιναδὰβ, ἄρχων τῆς φυλῆς Ἰούδα. 13Καὶ προσήνεγκε τὸ δῶρον αὐτοῦ, τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ· φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον· ἀμφοτέρα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν. 14Θυΐσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος. 15Μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα, 16καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας. 17Καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο δῶρον Ναασσὼν υἱοῦ Ἀμιναδάβ.

18Τῇ ἡμέρᾳ τῇ δευτέρᾳ προσήνεγκε Ναθαναὴλ υἱὸς Σωγὰρ, ὅ ἄρχων τῆς φυλῆς Ἰσσάχαρ. 19Καὶ προσήνεγκε τὸ δῶρον αὐτοῦ, τρυβλίον ἀργυροῦν ἓν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ· φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον· ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν. 20Θυΐσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος. 21Μόσχον ἔνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα, 22καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας. 23Καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Ναθαναὴλ υἱοῦ Σωγάρ.

24Τῇ ἡμέρᾳ τῇ τρίτῃ ἄρχων τῶν υἱῶν Σαβουλὼν, Ἑλιὰβ υἱὸς Χαιλών. 25Τὸ δῶρον αὐτοῦ, τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ· φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον· ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν· 26Θυΐσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος. 27Μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα, 28καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας. 29Καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Ἑλιὰβ υἱοῦ Χαιλών.

30Τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἄρχων τῶν υἱῶν Ῥουβὴν, Ἑλισοῦρ υἱὸς Σεδιούρ. 31Τὸ δῶρον αὐτοῦ, τρυβλίον ἀργυροῦν ἓν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ· φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον· ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν· 32Θυΐσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος. 33Μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα, 34καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας. 35Καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Ἑλισοὺρ υἱοῦ Σεδιούρ.

36Τῇ ἡμέρᾳ τῇ πέμπτῃ ἄρχων τῶν υἱῶν Συμεὼν, Σαλαμιὴλ υἱὸς Σουρισαδαί. 37Τὸ δῶρον αὐτοῦ, τρυβλίον ἀργυροῦν ἓν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ· φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον· ἀμφότερα πλήρη σεμιδάλεως ἐναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν. 38Θυϊσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος. 39Μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα, 40καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας. 41Καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Σαλαμιὴλ υἱοῦ Σουρισαδαί.

42Τῇ ἡμέρᾳ τῇ ἕκτῃ ἄρχων τῶν υἱῶν Γὰδ, Ἐλεισὰφ υἱὸς Ῥαγουήλ. 43Τὸ δῶρον αὐτοῦ, τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ· φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον· ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν. 44Θυΐσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος. 45Μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα, 46καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας. 47Καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Ἐλισὰφ υἱοῦ Ῥαγουήλ.

48Τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἄρχων τῶν υἱῶν Ἐφραὶμ, Ἐλισαμὰ υἱὸς Ἐμιούδ. 49Τὸ δῶρον αὐτοῦ, τρυβλίον ἀργυροῦν ἓν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ· φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον· ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν. 50Θυΐσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος. 51Μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα, 52καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας. 53Καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Ἐλισαμὰ υἱοῦ Ἐμιούδ.

54Τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἄρχων τῶν υἱῶν Μανασσῆ, Γαμαλιὴλ υἱὸς Φαδασσούρ. 55Τὸ δῶρον αὐτοῦ, τρυβλίον ἀργυροῦν ἓν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ· φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον· ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν. 56Θυΐσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος. 57Μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα, 58καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας· 59Καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Γαμαλιὴλ υἱοὺ Φαδασσούρ.

60Τῇ ἡμέρᾳ τῇ ἐνάτῃ ἄρχων τῶν υἱῶν Βενιαμὶν, Ἀβιδὰν υἱὸς Γαδεωνί. 61Τὸ δῶρον αὐτοῦ, τρυβλίον ἀργυροῦν ἓν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ· φιάλην, μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον· ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν· 62Θυΐσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος. 63Μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα, 64καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας. 65Καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Ἀβιδὰν υἱοῦ Γαδεωνί.

66Τῇ ἡμέρᾳ τῇ δεκάτῃ ἄρχων τῶν υἱῶν Δὰν, Ἀχιέζερ υἱὸς Ἀμισαδαί. 67Τὸ δῶρον αὐτοῦ, τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ· φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον· ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν. 68Θυΐσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος. 69Μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα, 70καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας. 71Καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Ἀχιέζερ υἱοῦ Ἀμισαδαί.

72Τῇ ἡμέρᾳ τῇ ἑνδέκατῃ ἄρχων τῶν υἱῶν Ἀσὴρ, Φαγεὴλ υἱὸς Ἐχράν. 73Τὸ δῶρον αὐτοῦ, τρυβλίον ἀργυροῦν ἓν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ· φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον· ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν. 74Θυΐσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος. 75Μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἐνιαύσιον ἕνα εἰς ὁλοκαύτωμα, 76καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας. 77Καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Φαγεὴλ υἱοῦ Ἐχράν.

78Τῇ ἡμέρᾳ τῇ δωδεκάτῃ ἄρχων τῶν υἱῶν Νεφθαλί, Ἀχιρὲ υἱὸς Αἰνάν. 79Τὸ δῶρον αὐτοῦ, τρυβλίον ἀργυροῦν ἓν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ· φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον· ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν. 80Θυΐσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος. 81Μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλόκαύτωμα, 82καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας. 83Καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Ἀχιρὲ υἱοῦ Αἰνάν.

84Οὗτος ὁ ἐγκαινισμὸς τοῦ θυσιαστηρίου ᾗ ἡμέρᾳ ἔχρισεν αὐτὸ, παρὰ τῶν ἀρχόντων τῶν υἱῶν Ἰσραὴλ· τρυβλία ἀργυρᾶ δώδεκα, φιάλαι ἀργυραῖ δώδεκα, θυΐσκαι χρυσαῖ δώδεκα. 85Τριάκοντα καὶ ἑκατὸν σίκλων, τὸ τρυβλίον τὸ ἕν, καὶ ἑβδομήκοντα σίκλων ἡ φιάλη ἡ μία· πᾶν τὸ ἀργύριον τῶν σκευῶν, δισχίλιοι καὶ τετρακόσιοι σίκλοι· σίκλοι, ἐν τῷ σίκλῳ τῷ ἁγίῳ. 86Θυΐσκαι χρυσαῖ δώδεκα πλήρεις θυμιάματος· πᾶν τὸ χρυσίον τῶν θυϊσκῶν, εἴκοσι καὶ ἑκατὸν χρυσοῖ. 87Πᾶσαι αἱ βόες αἱ εἰς ὁλοκαύτωσιν, μόσχοι δώδεκα, κριοὶ δώδεκα, ἀμνοὶ ἐνιαύσιοι δώδεκα, καὶ αἱ θυσίαι αὐτῶν, καὶ αἱ σπονδαὶ αὐτῶν· καὶ χίμαροι ἐξ αἰγῶν δώδεκα περὶ ἁμαρτίας. 88Πᾶσαι αἱ βόες εἰς θυσίαν σωτηρίου, δαμάλεις εἰκοσιτέσσαρες, κριοὶ ἑξήκοντα, τράγοι ἑξήκοντα ἐνιαύσιαι, ἀμνάδες ἑξήκοντα ἐνιαύσιοι ἄμωμοι· αὕτη ἡ ἐγκαίνωσις τοῦ θυσιαστηρίου, μετὰ τὸ πληρῶσαι τὰς χεῖρας αὐτοῦ, καὶ μετὰ τὸ χρίσαι αὐτόν.

89Ἐν τῷ εἰσπορεύεσθαι Μωυσῆν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου λαλῆσαι αὐτῷ, καὶ ἤκουσε τὴν φωνὴν Κυρίου λαλοῦντος πρὸς αὐτὸν ἄνωθεν τοῦ ἱλαστηρίου, ὅ ἐστιν ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου, ἀναμέσον τῶν δύο χερουβίμ· καὶ ἐλάλει πρὸς αὐτόν.

NUM 7:1–7:89 ©

NUMC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25C26C27C28C29C30C31C32C33C34C35C36