Open Bible Data Home  About  News  OET Key

OETOET-RVULTUSTBSBOEBWEBBENETTCNTT4TLEBWymthRVKJB-1769KJB-1611BrLXXRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy Document By Section By ChapterDetails

BrLXX GENEXOLEVNUMDEUJOSJDGRUTH1SA2SA1KI2KI1CH2CHEZRAJOBPSAPROECCSNGISAJERLAMEZEDNGHOSJOELAMOSOBAYNAMICNAHHABZEPHAGZECMALTOBJDTESGWISSIRBARLJESUSBEL1MA2MA3MA4MAGESMAN

NUMC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25C26C27C28C29C30C31C32C33C34C35C36

BrLXX by section NUM 5:1

NUM 5:1–5:31 ©

ΑΡΙΘΜΟΙ 5

5Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, 2πρόσταξον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐξαποστειλάτωσαν ἐκ τῆς παρεμβολῆς πάντα λεπρὸν, καὶ πάντα γονοῤῥυῆ, καὶ πάντα ἀκάθαρτον ἐπὶ ψυχῇ. 3Ἀπὸ ἀρσενικοῦ ἕως θηλυκοῦ, ἐξαποστείλατε ἔξω τῆς παρεμβολῆς, καὶ οὐ μὴ μιανοῦσι τὰς παρεμβολὰς αὐτῶν, ἐν οἷς ἐγὼ καταγίνομαι ἐν αὐτοῖς. 4Καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Ἰσραὴλ, καὶ ἐξαπέστειλαν αὐτοὺς ἔξω τῆς παρεμβολῆς· καθὰ ἐλάλησε Κύριος Μωυσῇ, οὕτως ἐποίησαν οἱ υἱοὶ Ἰσραήλ.

5Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, 6λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, λέγων, ἀνὴρ ἢ γυνὴ, ὅστις ἂν ποιήσῃ ἀπὸ πασῶν τῶν ἁμαρτιῶν τῶν ἀνθρωπίνων, καὶ παριδὼν παρίδῃ καὶ πλημμελήσῃ ἡ ψυχὴ ἐκείνη, 7ἐξαγορεύσει τὴν ἁμαρτίαν, ἣν ἐποίησε, καὶ ἀποδώσει τὴν πλημμέλειαν· τὸ κεφάλαιον, καὶ τὸ ἐπίπεμπτον αὐτοῦ προσθήσει ἐπʼ αὐτὸ, καὶ ἀποδώσει τίνι ἐπλημμέλησεν αὐτῷ. 8Ἐὰν δὲ μὴ ᾖ τῷ ἀνθρώπῳ ὁ ἀγχιστεύων, ὥστε ἀποδοῦναι αὐτῷ τὸ πλημμέλημα πρὸς αὐτὸν, τὸ πλημμέλημα τὸ ἀποδιδόμενον Κυρίῳ, τῷ ἱερεῖ ἔσται, πλὴν τοῦ κριοῦ τοῦ ἱλασμοῦ, διʼ οὗ ἐξιλάσεται ἐν αὐτῷ περὶ αὐτοῦ.

9Καὶ πᾶσα ἀπαρχὴ κατὰ πάντα τὰ ἁγιαζόμενα ἐν υἱοῖς Ἰσραὴλ, ὅσα ἐὰν προσφέρωσι κυρίῳ, τῷ ἱερεῖ αὐτῷ ἔσται· 10Καὶ ἑκάστου τὰ ἡγιασμένα, αὐτοῦ ἔσται· καὶ ἀνὴρ, ὃς ἂν δῷ τῷ ἱερεῖ, αὐτῷ ἔσται.

11Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, 12λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, ἀνδρὸς ἀνδρὸς ἐὰν παραβῇ ἡ γυνὴ αὐτοῦ, καὶ ὑπεριδοῦσα παρίδῃ αὐτὸν, 13καὶ κοιμηθῇ τις μετʼ αὐτῆς κοίτην σπέρματος, καὶ λάθῃ ἐξ ὀφθαλμῶν τοῦ ἀνδρὸς αὐτῆς, καὶ κρύψῃ, αὐτὴ δὲ ᾖ μεμιασμένη, καὶ μάρτυς μὴ ἦν μετʼ αὐτῆς, καὶ αὐτὴ μὴ ᾖ συνειλημμένη, 14καὶ ἐπέλθῃ αὐτῷ πνεῦμα ζηλώσεως, καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ, αὐτὴ δὲ μεμίανται, ἢ ἐπέλθῃ αὐτῷ πνεῦμα ζηλώσεως, καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ, αὐτὴ δὲ μὴ ᾖ μεμιασμένη, 15καὶ ἄξει ὁ ἄνθρωπος τὴν γυναῖκα αὐτοῦ πρὸς τὸν ἱερέα, καὶ προσοίσει τὸ δῶρον περὶ αὐτῆς, τὸ δέκατον τοῦ οἰφὶ ἄλευρον κρίθινον· οὐκ ἐπιχεεῖ ἐπʼ αὐτὸ ἔλαιον, οὐδὲ ἐπιθήσει ἐπʼ αὐτὸ λίβανον· ἔστι γὰρ θυσία ζηλοτυπίας, θυσία μνημοσύνου, ἀναμιμνήσκουσα ἁμαρτίαν.

16Καὶ προσάξει αὐτὴν ὁ ἱερεὺς, καὶ στήσει αὐτὴν ἔναντι Κυρίου. 17Καὶ λήψεται ὁ ἱερεὺς ὕδωρ καθαρὸν ζῶν ἐν ἀγγείῳ ὀστρακίνῳ, καὶ τῆς γῆς τῆς οὔσης ἐπὶ τοῦ ἐδάφους τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ λαβὼν ὁ ἱερεὺς ἐμβαλεῖ εἰς τὸ ὕδωρ. 18Καὶ στήσει ὁ ἱερεὺς τὴν γυναῖκα ἔναντι Κυρίου, καὶ ἀποκαλύψει τὴν κεφαλὴν τῆς γυναικὸς, καὶ δώσει ἐπὶ τὰς χεῖρας αὐτῆς τὴν θυσίαν τοῦ μνημοσύνου, τὴν θυσίαν τῆς ζηλοτυπίας· ἐν δὲ τῇ χειρὶ τοῦ ἱερέως ἔσται τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου τούτου. 19Καὶ ὁρκιεῖ αὐτὴν ὁ ἱερεὺς, καὶ ἐρεῖ τῇ γυναικὶ, εἰ μὴ κεκοίμηταί τις μετὰ σοῦ, εἰ μὴ παραβέβηκας μιανθῆναι ὑπὸ τὸν ἄνδρα τὸν σεαυτῆς, ἀθῶα ἴσθι ἀπὸ τοῦ ὕδατος τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου τούτου. 20Εἰ δὲ σὺ παραβέβηκας ὕπανδρος οὖσα, ἢ μεμίανσαι, καὶ ἔδωκέ τις τὴν κοίτην αὐτοῦ ἐν σοὶ, πλὴν τοῦ ἀνδρός σου· 21Καὶ ὁρκιεῖ ὁ ἱερεὺς τὴν γυναῖκα ἐν τοῖς ὅρκοις τῆς ἀρᾶς ταύτης, καὶ ἐρεῖ ὁ ἱερεὺς τῇ γυναικὶ, δῴη σε Κύριος ἐν ἀρᾷ καὶ ἐνόρκιον ἐν μέσῳ τοῦ λαοῦ σου, ἐν τῷ δοῦναι Κύριον τὸν μηρόν σου διαπεπτωκότα, καὶ τὴν κοιλίαν σου πεπρησμένην. 22Καὶ εἰσελεύσεται τὸ ὕδωρ τὸ ἐπικαταρώμενον τοῦτο εἰς τὴν κοιλίαν σου πρῆσαι γαστέρα, καὶ διαπεσεῖν μηρόν σου· καὶ ἐρεῖ ἡ γυνὴ, γένοιτο, γένοιτο.

23Καὶ γράψει ὁ ἱερεὺς τὰς ἀρὰς ταύτας εἰς βιβλίον, καὶ ἐξαλείψει εἰς τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου. 24Καὶ ποτιεῖ τὴν γυναῖκα τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου· καὶ εἰσελεύσεται εἰς αὐτὴν τὸ ὕδωρ τὸ ἐπικαταρώμενον τοῦ ἐλεγμοῦ.

25Καὶ λήψεται ὁ ἱερεὺς ἐκ χειρὸς τῆς γυναικὸς τὴν θυσίαν τῆς ζηλοτυπίας, καὶ ἐπιθήσει τὴν θυσίαν ἔναντι Κυρίου, καὶ προσοίσει αὐτὴν πρὸς τὸ θυσιαστήριον. 26Καὶ δράξεται ὁ ἱερεὺς ἀπὸ τῆς θυσίας τὸ μνημόσυνον αὐτῆς, καὶ ἀνοίσεται αὐτὸ ἐπὶ τὸ θυσιαστήριον, καὶ μετὰ. ταῦτα ποτιεῖ τὴν γυναῖκα τὸ ὕδωρ. 27Καὶ ἔσται ἐὰν ᾖ μεμιασμένη καὶ λήθῃ λάθῃ τὸν ἄνδρα αὐτῆς, καὶ εἰσελεύσεται εἰς αὐτὴν τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τὸ ἐπικαταρώμενον, καὶ πρησθήσεται τὴν κοιλίαν, καὶ διαπεσεῖται ὁ μηρὸς αὐτῆς, καὶ ἔσται ἡ γυνὴ εἰς ἀρὰν τῷ λαῷ αὐτῆς. 28Ἐὰν δὲ μὴ μιανθῇ ἡ γυνὴ, καὶ καθαρὰ ᾖ, καὶ ἀθῶα ἔσται καὶ ἐκσπερματιεῖ σπέρμα. 29Οὗτος ὁ νόμος τῆς ζηλοτυπίας, ᾧ ἂν παραβῇ ἡ γυνὴ ὕπανδρος οὖσα, καὶ μιανθῇ. 30Ἢ ἄνθρωπος ὃς ἐὰν ἐπέλθῃ ἐπʼ αὐτὸν πνεῦμα ζηλώσεως, καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ, καὶ στήσῃ τὴν γυναῖκα αὐτοῦ ἔναντι Κυρίου, καὶ ποιήσει αὐτῇ ὁ ἱερεὺς πάντα τὸν νόμον τοῦτον, 31καὶ ἀθῶος ἔσται ὁ ἄνθρωπος ἀπὸ ἁμαρτίας· καὶ γυνὴ ἐκείνη λήψεται τὴν ἁμαρτίαν αὐτῆς.

NUM 5:1–5:31 ©

NUMC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25C26C27C28C29C30C31C32C33C34C35C36