Open Bible Data Home  About  News  OET Key

OETOET-RVULTUSTBSBOEBWEBBENETTCNTT4TLEBWymthRVKJB-1769KJB-1611BrLXXRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy Document By Section By ChapterDetails

BrLXX GENEXOLEVNUMDEUJOSJDGRUTH1SA2SA1KI2KI1CH2CHEZRAJOBPSAPROECCSNGISAJERLAMEZEDNGHOSJOELAMOSOBAYNAMICNAHHABZEPHAGZECMALTOBJDTESGWISSIRBARLJESUSBEL1MA2MA3MA4MAGESMAN

NUMC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25C26C27C28C29C30C31C32C33C34C35C36

BrLXX by section NUM 10:1

NUM 10:1–10:36 ©

ΑΡΙΘΜΟΙ 10

10Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, ποίησον σεαυτῷ δύο σάλπιγγας ἀγυρᾶς· 2ἐλατὰς ποιήσεις αὐτάς· καὶ ἔσονταί σοι ἀνακαλεῖν τὴν συναγωγὴν, καὶ ἐξαίρειν τὰς παρεμβολάς. 3Καὶ σαλπιεῖς ἐν αὐταῖς, καὶ συναχθήσεται πᾶσα ἡ συναγωγὴ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου· 4Ἐὰν δὲ ἐν μιᾷ σαλπίσωσι, προσελεύσονται πρὸς σὲ πάντες οἱ ἄρχοντες ἀρχηγοὶ Ἰσραήλ. 5καὶ σαλπιεῖτε σημασίαν, καὶ ἐξαροῦσιν αἱ παρεμβάλλουσαι αἱ παρεμβαλοῦσαι ἀνατολάς· 6καὶ σαλπιεῖτε σημασίαν δευτέραν, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι Λίβα· καὶ σαλπιεῖτε σημασίαν τρίτην, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι παρὰ θάλασσαν· καὶ σαλπιεῖτε σημασίαν τετάρτην, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι πρὸς Βοῤῥᾶν· σημασίᾳ σαλπιοῦσιν ἐν τῇ ἐξάρσει αὐτῶν. 7καὶ ὅταν συναγάγητε τὴν συναγωγὴν, σαλπιεῖτε, καὶ οὐ σημασίᾳ. 8Καὶ οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς σαλπιοῦσι ταῖς σάλπιγξι· καὶ ἔσται ὑμῖν νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν. 9Ἐὰν δὲ ἐξέλθητε εἰς πόλεμον ἐν τῇ γῇ ὑμῶν πρὸς τοὺς ὑπεναντίους τοὺς ἀνθεστηκότας ὑμῖ, καὶ σημανεῖτε ταῖς σάλπιγξιν, καὶ ἀναμνησθήσεσθε ἔναντι Κυρίου, καὶ διασωθήσεσθε ἀπὸ τῶν ἐχθρῶν ὑμῶν. 10Καὶ ἐν ταῖς ἡμέραις τῆς εὐφροσύνης ὑμῶν, καὶ ἐν ταῖς ἑορταῖς ὑμῶν, καὶ ἐν ταῖς νουμηνίαις ὑμῶν, σαλπιεῖτε ταῖς σάλπιγξιν ἐπὶ τοῖς ὁλοκαυτώμασι, καὶ ἐπὶ ταῖς θυσίαις τῶν σωτηρίων ὑμῶν· καὶ ἔσται ὑμῖν ἀνάμνησις ἔναντι τοῦ Θεοῦ ὑμῶν· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.

11Καὶ ἐγένετο ἐν τῷ ἐνιαυτῷ τῷ δευτέρῳ ἐν τῷ μηνὶ τῷ δευτέρῳ εἰκάδι τοῦ μηνὸς, ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς τοῦ μαρτυρίου. 12καὶ ἐξῇραν οἱ υἱοὶ Ἰσραὴλ σὺν ἀπαρτίαις αὐτῶν ἐν τῇ ἐρήμῳ Σινᾶ· καὶ ἔστη ἡ νεφέλη ἐν τῇ ἐρήμῳ τοῦ Φαράν. 13Καὶ ἐξῆραν πρῶτοι διὰ φωνῆς Κυρίου ἐν χειρὶ Μωυσῆ.

14Καὶ ἐξῇραν τάγμα παρεμβολῆς υἱῶν Ἰούδα πρῶτοι σὺν δυνάμει αὐτῶν· καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν, Ναασσὼν υἱὸς Ἀμιναδάβ. 15καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Ἰσσάχαρ, Ναθαναὴλ υἱὸς Σωγάρ. 16καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Ζαβουλὼν, Ἐλιὰβ, υἱὸς Χαιλών. 17Καὶ καθελοῦσι τὴν σκηνὴν, καὶ ἐξαροῦσιν οἱ υἱοὶ Γεδσὼν, καὶ οἱ υἱοὶ Μεραρὶ, οἱ αἴροντες τὴν σκηνήν.

18Καὶ ἐξῇραν τάγμα παρεμβολῆς Ῥουβὴν σὺν δυνάμει αὐτῶν· καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν, Ἐλισοὺρ υἱὸς Σεδιούρ· 19Καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Συμεὼν, Σαλαμιὴλ υἱὸς Σουρισαδαΐ. 20Καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Γὰδ, Ἐλισὰφ ὁ τοῦ Ῥαγουήλ. 21Καὶ ἐξαροῦσιν οἱ υἱοὶ Καὰθ αἴροντες τὰ ἅγια· καὶ στήσουσι τὴν σκηνὴν ἕως παραγένωνται. 22Καὶ ἐξαροῦσι τάγμα παρεμβολῆς Ἐφραὶμ σὺν δυνάμει αὐτῶν· καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν, Ἐλισαμὰ υἱὸς Σμιούδ.

23Καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Μανασσῆ, Γαμαλιὴλ ὁ τοῦ Φαδασσούρ. 24Καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Βενιαμὶν, Ἀβιδὰν ὁ τοῦ Γαδεωνί. 25Καὶ ἐξαροῦσι τάγμα παρεμβολῆς υἱῶν Δὰν, ἔσχατοι πασῶν τῶν παρεμβολῶν, σὺν δυνάμει αὐτῶν· καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν, Ἀχιέζερ ὁ τοῦ Ἀμισαδαΐ. 26Καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Ἀσὴρ, Φαγεὴλ υἱὸς Ἐχράν. 27Καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Νεφθαλὶ, Ἀχιρὲ υἱὸς Αἰνάν. 28Αὗται αἱ στρατιαὶ υἱῶν Ἰσραήλ· καὶ ἐξῇραν σὺν δυνάμει αὐτῶν.

29Καὶ εἶπε Μωυσῆς τῷ Ὀβὰβ υἱῷ Ῥαγουὴλ τῷ Μαδιανίτῃ τῷ γαμβρῷ Μωυσῆ, ἐξαίρομεν ἡμεῖς εἰς τὸν τόπον ὃν εἶπε Κύριος, τοῦτον δώσω ὑμῖν· δεῦρο μεθʼ ἡμῶν, καὶ εὖ σε ποιήσομεν, ὅτι Κύριος ἐλάλησε καλὰ περὶ Ἰσραήλ. 30Καὶ εἶπε πρὸς αὐτόν, οὐ πορεύσομαι, ἀλλὰ εἰς τὴν γῆν μου, καὶ εἰς τὴν γενεάν μου. 31Καὶ εἶπε, μὴ ἐγκαταλίπῃς ἡμᾶς, οὗ ἕνεκεν ἦσθα μεθʼ ἡμῶν ἐν τῇ ἐρήμῳ, καὶ ἔσῃ ἐν ἡμῖν πρεσβύτης. 32Καὶ ἔσται ἐὰν πορευθῇς μεθʼ ἡμῶν, καὶ ἔσται τὰ ἀγαθὰ ἐκεῖνα ὅσα ἂν ἀγαθοποιήσῃ Κύριος ἡμᾶς, καὶ εὖ σε ποιήσομεν.

33Καὶ ἐξῇραν ἐκ τοῦ ὄρους Κυρίου ὁδὸν τριῶν ἡμερῶν· καὶ ἡ κιβωτὸς τῆς διαθήκης Κυρίου προεπορεύετο προτέρα αὐτῶν ὁδὸν τριῶν ἡμερῶν κατασκέψασθαι αὐτοῖς ἀνάπαυσιν. 34Καὶ ἐγένετο ἐν τῷ ἐξαίρειν τὴν κιβωτὸν, καὶ εἶπε Μωυσῆς, ἐξεγέρθητι Κύριε, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροί σου, φυγέτωσαν πάντες οἱ μισοῦντές σε. 35Καὶ ἐν τῇ καταπαύσει εἶπεν, ἐπίστρεφε Κύριε χιλιάδας μυριάδας ἐν τῷ Ἰσραήλ. 36Καὶ ἡ νεφέλη ἐγένετο σκιάζουσα ἐπʼ αὐτοῖς ἡμέρας, ἐν τῷ ἐξαίρειν αὐτοὺς ἐκ τῆς παρεμβολῆς.

NUM 10:1–10:36 ©

NUMC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25C26C27C28C29C30C31C32C33C34C35C36