Open Bible Data Home  About  News  OET Key

OETOET-RVULTUSTBSBOEBWEBBENETTCNTT4TLEBWymthRVKJB-1769KJB-1611BrLXXRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy Document By Section By ChapterDetails

BrLXX GENEXOLEVNUMDEUJOSJDGRUTH1SA2SA1KI2KI1CH2CHEZRAJOBPSAPROECCSNGISAJERLAMEZEDNGHOSJOELAMOSOBAYNAMICNAHHABZEPHAGZECMALTOBJDTESGWISSIRBARLJESUSBEL1MA2MA3MA4MAGESMAN

NUMC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25C26C27C28C29C30C31C32C33C34C35C36

BrLXX by section NUM 26:1

NUM 26:1–26:65 ©

ΑΡΙΘΜΟΙ 26

26Καὶ ἐγένετο μετὰ τὴν πληγὴν, καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν καὶ Ἐλεάζαρ τὸν ἱερέα, λέγων, 2λάβε τὴν ἀρχὴν πάσης συναγωγῆς υἱῶν Ἰσραὴλ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω κατʼ οἴκους πατριῶν αὐτῶν, πᾶς ὁ ἐκπορευόμενος παρατάξασθαι ἐν Ἰσραήλ.

3Καὶ ἐλάλησε Μωυσῆς καὶ Ἐλεάζαρ ὁ ἱερεὺς ἐν Ἀραβὼθ Μωἀβ ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἱεριχὼ, λέγων, 4ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, ὃν τρόπον συνέταξε Κύριος τῷ Μωυσῇ· καὶ οἱ υἱοὶ Ἰσραὴλ οἱ ἐξελθόντες ἐξ Αἰγύπτου, 5Ῥουβὴν πρωτότοκος Ἰσραήλ· υἱοὶ δὲ Ῥουβὴν Ἐνὼχ, καὶ δῆμος τοῦ Ἐνώχ· τῷ Φαλλοῦ, δῆμος τοῦ Φαλλουί. 6Τῷ Ἀσρὼν, δῆμος τοῦ Ἀσρωνεί· τῷ Χαρμὶ, δῆμος τοῦ Χαρμί. 7Οὗτοι δῆμοι Ῥουβήν· καὶ ἐγένετο ἡ ἐπίσκεψις αὐτῶν, τρεῖς καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑπτακόσιοι καὶ τριάκοντα.

8Καὶ υἱοῖ Φαλλοὺ, Ἑλιάβ. 9Καὶ υἱοὶ Ἑλιὰβ, Ναμουὴλ, καὶ Δαθὰν, καὶ Ἀβειρών· οὗτοι ἐπίκλητοι τῆς συναγωγῆς· οὗτοί εἰσιν οἱ ἐπισυστάντες ἐπὶ Μωυσῆν καὶ Ἀαρὼν ἐν τῇ συναγωγῇ Κορὲ, ἐν τῇ ἐπισυστάσει Κυρίου. 10Καὶ ἀνοίξασα ἡ γῆ τὸ στόμα αὐτῆς, κατέπιεν αὐτοὺς καὶ Κορὲ, ἐν τῷ θανάτῳ τῆς συναγωγῆ αὐτοῦ, ὅτε κατέφαγε τὸ πῦρ τοὺς πεντήκοντα καὶ διακοσίους, καὶ ἐγενήθησαν ἐν σημείῳ· 11οἱ δὲ υἱοὶ Κορὲ οὐκ ἀπέθανον.

12Καὶ οἱ υἱοὶ Συμεὼν, ὁ δῆμος τῶν υἱῶν Συμεών· τῷ Ναμουὴλ, δῆμος ὁ Ναμουηλί· τῷ Ἰαμὶν, δῆμος ὁ Ἰαμινί· τῷ Ἰαχὶν, δῆμος Ἰαχινί· 13Τῷ Ζαρὰ δῆμος ὁ Ζαραΐ· τῷ Σαοὺλ, δῆμος ὁ Σαουλί. 14Οὗτοι δῆμοι Συμεὼν ἐκ τῆς ἐπισκέψεως αὐτῶν, δύο καὶ εἴκοσι χιλιάδες καὶ διακόσιοι.

15Υἱοὶ δὲ Ἰούδα, Ἢρ καὶ Αὐνάν· καὶ ἀπέθανον Ἤρ καὶ Αὐνὰν ἐν γῇ Χαναάν. 16Καὶ ἐγένοντο οἱ υἱοὶ Ἰούδα κατὰ δήμους αὐτῶν· τῷ Σηλὼμ, δῆμος ὁ Σηλωνί· τῷ Φαρὲς, δῆμος ὁ Φαρεσί· τῷ Ζαρὰ, δῆμος ὁ Ζαραΐ. 17Καὶ ἐγένοντο οἱ υἱοὶ Φαρὲς, τῷ Ἀσρὼν, δῆμος ὁ Ἀσρωνί· τῷ Ἰαμοῦν, δῆμος ὁ Ἰαμουνί. 18Οὗτοι δῆμοι τοῦ Ἰούδα κατὰ τὴν ἐπίσκεψιν αὐτῶν, ἓξ καὶ ἑβδομήκοντα χιλιάδες καὶ πεντακόσιοι.

19Καὶ υἱοὶ Ἰσσάχαρ κατὰ δήμους αὐτῶν· τῷ Θωλᾷ, δῆμος ὁ Θωλαΐ· τῷ Φουᾷ, δῆμος ὁ Φουαΐ· 20Τῷ Ἰασοὺβ, δῆμος ὁ Ἰασουβί· τῷ Σαμρὰμ, δῆμος ὁ Σαμραμί. 21Οὗτοι δῆμοι Ἰσσάχαρ ἐξ ἐπισκέψεως αὐτῶν, τέσσαρες καὶ ἑξήκοντα χιλιάδες καὶ τετρακόσιοι.

22Υἱοὶ Ζαβουλὼν κατὰ δήμους αὐτῶν· τῷ Σαρὲδ, δῆμος ὁ Σαρεδί· τῷ Ἀλλὼν, δῆμος ὁ Ἀλλωνί· τῷ Ἀλλὴλ, δῆμος ὁ Ἀλληλί. 23Οὗτοι δῆμοι Ζαβουλὼν ἐξ ἐπισκέψεως αὐτῶν, ἐξήκοντα χιλιάδες καὶ πεντακόσιοι.

24Υἱοὶ Γὰδ κατὰ δήμους αὐτῶν· τῷ Σαφὼν, δῆμος ὁ Σαφωνί· τῷ Ἀγγὶ, δῆμος ὁ Ἀγγί· τῷ Σουνὶ, δῆμος ὁ Σουνί· 25τῷ Ἀζενὶ, δῆμος ὁ Ἀζενί· τῷ Ἀδδὶ, δῆμος ὁ Ἀδδί· 26τῷ Ἀροδὶ, δῆμος ὁ Αροαδί· τῷ Ἀριὴλ, δῆμος ὁ Ἀριηλί. 27Οὗτοι δῆμοι υἱῶν Γὰδ ἐξ ἑπισκέψεως αὐτῶν, τέσσαρες καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι.

28Υἱοὶ Ἀσὴρ κατὰ δήμους αὐτῶν· τῷ Ἰαμὶν, δῆμος ὁ Ἰαμινί· τῷ Ἰεσοὺ, δῆμος ὁ Ἰεσουΐ· τῷ Βαριὰ, δῆμος ὁ Βαριαΐ. 29Τῷ Χοβὲρ, δῆμος ὁ Χοβερί· τῷ Μελχιὴλ, δῆμος ὁ Μελχιηλί. 30Καὶ τὸ ὄνομα θυγατρὸς Ἀσὴρ, Σάρα. 31Οὗτοι δῆμοι Ἀσὴρ ἐξ ἐπισκέψεως αὐτῶν, τρεῖς καὶ τεσσαράκοντα χιλιάδες καὶ τετρακόσιοι.

32Υἱοὶ Ἰωσὴφ κατὰ δήμους αὐτῶν, Μανασσῆ καὶ Ἐφραίμ.

33Υἱοὶ Μανασσῆ. Τῷ Μαχὶρ, δῆμος ὁ Μαχιρί· καὶ Μαχὶρ ἐγέννησε τὸν Γαλαάδ· τῷ Γαλαὰδ, δῆμος ὁ Γαλααδί. 34Καὶ οὗτοι υἱοὶ Γαλαάδ· Ἀχιέζερ, δῆμος ὁ Ἀχιεζερί· τῷ Χελὲγ, δῆμος ὁ Χελεγί. 35Τῷ Ἐσριὴλ, δῆμος ὁ Ἐσριηλί· τῷ Συχὲμ, δῆμος ὁ Συχεμί· 36Τῷ Συμαὲρ, δῆμος ὁ Συμαερί· καὶ τῷ Ὀφὲρ, δῆμος ὁ Ὀφερὶ. 37Καὶ τῷ Σαλπαὰδ, υἱῷ Ὀφὲρ, οὐκ ἐγένοντο αὐτῷ υἱοὶ, ἀλλʼ ἢ θυγατέρες· καὶ ταῦτα τὰ ὀνόματα τῶν θυγατέρων Σαλπαάδ· Μαλὰ, καὶ Νουὰ, καὶ Ἐγλὰ, καὶ Μελχὰ, καὶ Θερσά. 38Οὗτοι δῆμοι Μανασσὴ ἐξ ἐπισκέψεως αὐτῶν, δύο καὶ πεντήκοντα χιλιαδες καὶ ἑπτακόσιοι.

39Καὶ οὗτοι υἱοὶ Ἐφραίμ· τῷ Σουθαλὰ, δῆμος ὁ Σουθαλάν· τῷ Τανὰχ, δῆμος ὁ Ταναχί. 40Οὗτοι υἱοὶ Σουθαλά· τῷ Ἐδὲν, δῆμος ὁ Ἐδενί. 41Οὗτοι δῆμοι Ἐφραὶμ ἐξ ἐπισκέψεως αὐτῶν, δύο καὶ τριάκοντα χιλιάδες καὶ πεντακόσιοι· οὗτοι δῆμοι υἱῶν Ἰωσὴφ κατὰ δήμους αὐτῶν.

42Υἱοὶ Βενιαμὶν κατὰ δήμους αὐτῶν· τῷ Βαλὲ, δῆμος ὁ Βαλί· τῷ Ἀσυβὴρ, δῆμος ὁ Ἀσυβηρί· τῷ Ἰαχιρὰν, δῆμος ὁ Ἰαχιρανί.

43Τῷ Σωφὰν, δῆμος ὁ Σωφανι. 44Καὶ ἐγένοντο οἱ υἱοὶ Βαλὲ, Ἀδὰρ, καὶ Νοεμάν· τῷ Ἀδὰρ, δῆμος ὁ Αδαρί· καὶ τῷ Νοεμὰν, δῆμος ὁ Νοεμανί. 45Οὗτοι υἱοὶ Βενιαμὶν κατὰ δήμους αὐτῶν ἐξ ἐπισκέψεως αὐτῶν, πέντε καὶ τριάκοντα χιλιάδες καὶ πεντακόσιοι.

46Καὶ υἱοὶ Δὰν κατὰ δήμους αὐτῶν· τῷ Σαμὲ, δῆμος ὁ Σαμεΐ, οὗτοι δῆμοι Δὰν κατὰ δήμους αὐτῶν. 47Πάντες οἱ δῆμοι Σαμεῒ κατʼ ἐπισκοπὴν αὐτῶν, τέσσαρες καὶ ἑξήκοντα χιλιάδες καὶ τετρακόσιοι.

48Υἱοὶ Νεφθαλὶ κατὰ δήμους αὐτῶν· τῷ Ἀσιὴλ· δῆμος ὁ Ἀσιηλί· τῷ Γαυνὶ, δῆμος ὁ Γαυνί. 49Τῷ Ἰεσὲρ, δῆμος ὁ Ἰεσερί· τῷ Σελλὴμ, δῆμος ὁ Σελλημί. 50Οὗτοι δῆμοι Νεφθαλὶ ἐξ ἐπισκέψεως αὐτῶν, τεσσαράκοντα χιλιάδες καὶ τριακόσιοι.

51Αὕτη ἡ ἐπίσκεψις υἱῶν Ἰσραὴλ, ἑξακόσιαι χιλιάδες καὶ χίλιοι καὶ ἑπτακόσιοι καὶ τριάκοντα.

52Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, 53τούτοις μερισθήσεται ἡ γῆ, κληρονομεῖν ἐξ ἀριθμοῦ ὀνομάτων. 54Τοῖς πλείοσι πλεονάσεις τὴν κληρονομίαν, καὶ τοῖς ἐλάττοσιν ἐλαττώσεις τὴν κληρονομίαν αὐτῶν· ἑκάστῳ, καθὼς ἐπεσκέπησαν, δοθήσεται ἡ κληρονομία αὐτῶν. 55Διὰ κλήρων μερισθήσεται ἡ γῆ τοῖς ὀνόμασι· κατὰ φυλὰς πατριῶν αὐτῶν κληρονομήσουσιν. 56Ἐκ τοῦ κλήρου μεριεῖς τὴν κληρονομίαν αὐτῶν ἀναμέσον πολλῶν καὶ ὀλίγων.

57Καὶ υἱοὶ Λευὶ κατὰ δήμους αὐτῶν· τῷ Γεδσὼν, δῆμος ὁ Γεδσωνί· τῷ Καὰθ, δῆμος ὁ Κααθί· τῷ Μεραρὶ, δῆμος ὁ Μεραρί. 58Οὗτοι δῆμοι υἱῶν Λευί· δῆμος ὁ Λοβενί, δῆμος ὁ Χεβρωνὶ, δῆμος ὁ Κορὲ, καὶ δῆμος ὁ Μουσί· καὶ Καὰθ ἐγέννησε τὸν Ἁμράμ. 59Τὸ δὲ ὄνομα τῆς γυναικὸς αὐτοῦ Ἰωχαβὲδ, θυγάτηρ Λευὶ, ἣ ἔτεκε τούτους τῷ Λευὶ ἐν Αἰγύπτῳ, καὶ ἔτεκε τῷ Ἀμρὰμ τὸν Ἀαρὼν καὶ Μωυσῆν, καὶ Μαριὰμ τὴν ἀδελφὴν αὐτῶν. 60Καὶ ἐγενήθησαν τῷ Ἀαρὼν, ὅ, τε Ναδὰβ, καὶ Ἀβιοὺδ, καὶ Ἐλεάζαρ, καὶ Ἰθάμαρ. 61Καὶ ἀπέθανε Ναδὰβ καὶ Ἀβιοὺδ ἐν τῷ προσφέρειν αὐτοὺς πῦρ ἀλλότριον ἔναντι Κυρίου ἐν τῇ ἐρήμῳ Σινᾷ. 62Καὶ ἐγενήθησαν ἐξ ἐπισκέψεως αὐτῶν τρεῖς καὶ εἴκοσι χιλιάδες, πᾶν ἀρσενικὸν ἀπὸ μηνιαίου καὶ ἐπάνω· οὐ γὰρ συνεπεσκέπησαν ἐν μέσῳ υἱῶν Ἰσραὴλ, ὅτι οὐ δίδοται αὐτοῖς κλῆρος ἐν μέσῳ υἱῶν Ἰσραήλ.

63Καὶ αὕτη ἡ ἐπίσκεψις Μωυσῆ καὶ Ἐλεάζαρ τοῦ ἱερέως, οἱ ἐπεσκέψαντο τοὺς υἱοὺς Ἰσραὴλ ἐν Ἀραβὼθ Μωὰβ, ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἱεριχώ. 64Καὶ ἐν τούτοις οὐκ ἦν ἄνθρωπος τῶν ἐπεσκεμμένων ὑπὸ Μωυσῆ καὶ Ἀαρὼν, οὓς ἐπεσκέψαντο τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῇ ἐρήμῳ Σινᾷ. 65Ὅτι εἶπε Κύριος αὐτοῖς, θανάτῳ ἀποθανοῦνται ἐν τῇ ἐρήμῳ· καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς, πλὴν Χάλεβ υἱὸς Ἰεφοννὴ, καὶ Ἰησοῦς ὁ τοῦ Ναυή.

NUM 26:1–26:65 ©

NUMC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25C26C27C28C29C30C31C32C33C34C35C36