Open Bible Data Home About News OET Key
OET OET-RV OET-LV ULT UST BSB BLB AICNT OEB WEBBE WMBB NET LSV FBV TCNT T4T LEB BBE Moff JPS Wymth ASV DRA YLT Drby RV Wbstr KJB-1769 KJB-1611 Bshps Gnva Cvdl TNT Wycl SR-GNT UHB BrLXX BrTr Related Topics Parallel Interlinear Reference Dictionary Search
SR-GNT By Document By Chapter Details
MAT C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28
19 Καὶ ἐγένετο, ὅτε ἐτέλεσεν ὁ ˚Ἰησοῦς τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου. 2 Καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ.
3 Καὶ προσῆλθον αὐτῷ Φαρισαῖοι, πειράζοντες αὐτὸν καὶ λέγοντες, “Εἰ ἔξεστιν ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν;” 4 Ὁ δὲ ἀποκριθεὶς εἶπεν, “Οὐκ ἀνέγνωτε ὅτι ὁ ποιήσας ἀπʼ ἀρχῆς, ‘ἄρσεν καὶ θῆλυ, ἐποίησεν αὐτοὺς’; 5 Καὶ εἶπεν, ‘Ἕνεκα τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα, καὶ κολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν’; 6 Ὥστε οὐκέτι εἰσὶν δύο, ἀλλὰ σὰρξ μία. Ὃ οὖν ὁ ˚Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.” 7 Λέγουσιν αὐτῷ, “Τί οὖν Μωϋσῆς ἐνετείλατο ‘δοῦναι βιβλίον ἀποστασίου καὶ ἀπολῦσαι αὐτήν’;” 8 Λέγει αὐτοῖς, ὅτι “Μωϋσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν, ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν, ἀπʼ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως. 9 Λέγω δὲ ὑμῖν ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ μὴ ἐπὶ πορνείᾳ, καὶ γαμήσῃ ἄλλην, μοιχᾶται. Καὶ ὁ ἀπολελυμένην γαμῶν μοιχᾶται.”
10 Λέγουσιν αὐτῷ οἱ μαθηταί, “Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι.” 11 Ὁ δὲ εἶπεν αὐτοῖς, “Οὐ πάντες χωροῦσιν τὸν λόγον τοῦτον, ἀλλʼ οἷς δέδοται. 12 Εἰσὶν γὰρ εὐνοῦχοι, οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν Βασιλείαν τῶν Οὐρανῶν. Ὁ δυνάμενος χωρεῖν, χωρείτω.”
13 Τότε προσηνέχθησαν αὐτῷ παιδία, ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς καὶ προσεύξηται· οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς. 14 Ὁ δὲ ˚Ἰησοῦς εἶπεν, “Ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με, τῶν γὰρ τοιούτων ἐστὶν ἡ Βασιλεία τῶν Οὐρανῶν.” 15 Καὶ ἐπιθεὶς τὰς χεῖρας αὐτοῖς, ἐπορεύθη ἐκεῖθεν.
16 Καὶ ἰδοὺ, εἷς προσελθὼν αὐτῷ εἶπεν, “Διδάσκαλε, τί ἀγαθὸν ποιήσω, ἵνα σχῶ ζωὴν αἰώνιον;” 17 Ὁ δὲ εἶπεν αὐτῷ, “Τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; Εἷς ἐστιν ὁ ἀγαθός. Εἰ δὲ θέλεις εἰς τὴν ζωὴν εἰσελθεῖν, τήρει τὰς ἐντολάς.” 18 Λέγει αὐτῷ, “Ποίας;” Ὁ δὲ ˚Ἰησοῦς εἶπεν, τὸ “Οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις, 19 Τίμα τὸν πατέρα καὶ τὴν μητέρα”, καὶ, “Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.” 20 Λέγει αὐτῷ ὁ νεανίσκος, “Πάντα Ταῦτα ἐφύλαξα· τί ἔτι ὑστερῶ;” 21 Ἔφη αὐτῷ ὁ ˚Ἰησοῦς, “Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς, καὶ δεῦρο, ἀκολούθει μοι.” 22 Ἀκούσας δὲ, ὁ νεανίσκος τὸν λόγον, ἀπῆλθεν λυπούμενος, ἦν γὰρ ἔχων κτήματα πολλά.
23 Ὁ δὲ ˚Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ, “Ἀμὴν, λέγω ὑμῖν ὅτι πλούσιος δυσκόλως εἰσελεύσεται εἰς τὴν Βασιλείαν τῶν Οὐρανῶν. 24 Πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τρήματος ῥαφίδος διελθεῖν ἢ πλούσιον εἰσελθεῖν εἰς τὴν Βασιλείαν τοῦ ˚Θεοῦ.” 25 Ἀκούσαντες δὲ, οἱ μαθηταὶ ἐξεπλήσσοντο σφόδρα λέγοντες, “Τίς ἄρα δύναται σωθῆναι;” 26 Ἐμβλέψας δὲ ὁ ˚Ἰησοῦς εἶπεν αὐτοῖς, “Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστιν, παρὰ δὲ ˚Θεῷ πάντα δυνατά.”
27 Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ, “Ἰδοὺ, ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν;” 28 Ὁ δὲ ˚Ἰησοῦς εἶπεν αὐτοῖς, “Ἀμὴν, λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθήσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. 29 Καὶ πᾶς ὅστις ἀφῆκεν οἰκίας, ἢ ἀδελφοὺς, ἢ ἀδελφὰς, ἢ πατέρα, ἢ μητέρα, ἢ γυναῖκα, ἢ τέκνα, ἢ ἀγροὺς, ἕνεκεν τοῦ ἐμοῦ ὀνόματος, ἑκατονταπλασίονα λήμψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. 30 Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ ἔσχατοι πρῶτοι.
MAT C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28