Open Bible Data Home  About  News  OET Key

Demonstration version—prototype quality only—still in development

OETOET-RVOET-LVULTUSTBSBBLBAICNTOEBWEBWMBNETLSVFBVTCNTT4TLEBBBEMOFJPSASVDRAYLTDBYRVWBSKJBBBGNVCBTNTWYCSR-GNTUHBRelatedParallelInterlinearDictionarySearch

SR-GNT By Document By ChapterDetails

SR-GNT MATMARKLUKEYHNACTsROM1COR2CORGALEPHPHPCOL1TH2TH1TIM2TIMTITPHMHEBYAC1PET2PET1YHN2YHN3YHNYUDREV

SR-GNT 2TIM

2TI Statistical Restoration (SR) Greek New Testament

Produced by the Center for New Testament Restoration (CNTR) 11/30/22

Copyright © 2022 by Alan Bunning released under Creative Commons Attribution 4.0 International License (CC BY 4.0)

Πρὸς Τιμόθεον β

1Παῦλος, ἀπόστολος ˚Χριστοῦ ˚Ἰησοῦ, διὰ θελήματος ˚Θεοῦ, κατʼ ἐπαγγελίαν ζωῆς τῆς ἐν ˚Χριστῷ ˚Ἰησοῦ, 2Τιμοθέῳ ἀγαπητῷ τέκνῳ: χάρις, ἔλεος, εἰρήνη, ἀπὸ ˚Θεοῦ Πατρὸς καὶ ˚Χριστοῦ ˚Ἰησοῦ τοῦ ˚Κυρίου ἡμῶν.

3Χάριν ἔχω τῷ ˚Θεῷ, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει, ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν, ἐν ταῖς δεήσεσίν μου, νυκτὸς καὶ ἡμέρας, 4ἐπιποθῶν σε ἰδεῖν, μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ, 5ὑπόμνησιν λαβὼν τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως, ἥτις ἐνῴκησεν πρῶτον ἐν τῇ μάμμῃ σου, Λωΐδι, καὶ τῇ μητρί σου, Εὐνίκῃ, πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί. 6Διʼ ἣν αἰτίαν ἀναμιμνῄσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ ˚Θεοῦ, ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου. 7Οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ ˚Θεὸς πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως, καὶ ἀγάπης, καὶ σωφρονισμοῦ.

8Μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ ˚Κυρίου ἡμῶν, μηδὲ ἐμὲ, τὸν δέσμιον αὐτοῦ, ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ, κατὰ δύναμιν ˚Θεοῦ, 9τοῦ σώσαντος ἡμᾶς, καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατὰ ἰδίαν πρόθεσιν καὶ χάριν, τὴν δοθεῖσαν ἡμῖν ἐν ˚Χριστῷ ˚Ἰησοῦ πρὸ χρόνων αἰωνίων, 10φανερωθεῖσαν δὲ νῦν, διὰ τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν, ˚Χριστοῦ ˚Ἰησοῦ, καταργήσαντος μὲν τὸν θάνατον, φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου, 11εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ, καὶ ἀπόστολος, καὶ διδάσκαλος. 12Διʼ ἣν αἰτίαν καὶ ταῦτα πάσχω, ἀλλʼ οὐκ ἐπαισχύνομαι, οἶδα γὰρ ᾧ πεπίστευκα, καὶ πέπεισμαι ὅτι δυνατός ἐστιν, τὴν παραθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν. 13Ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων, ὧν παρʼ ἐμοῦ ἤκουσας, ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν ˚Χριστῷ ˚Ἰησοῦ. 14Τὴν καλὴν παραθήκην φύλαξον, διὰ ˚Πνεύματος Ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν.

15Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ, ὧν ἐστιν Φύγελος καὶ Ἑρμογένης. 16Δῴη ἔλεος ὁ ˚Κύριος τῷ Ὀνησιφόρου οἴκῳ, ὅτι πολλάκις με ἀνέψυξεν, καὶ τὴν ἅλυσίν μου οὐκ ἐπαισχύνθη, 17ἀλλὰ γενόμενος ἐν Ῥώμῃ, σπουδαίως ἐζήτησέν με καὶ εὗρεν 18(δῴη αὐτῷ ὁ ˚Κύριος, εὑρεῖν ἔλεος παρὰ ˚Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ), καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησεν, βέλτιον σὺ γινώσκεις.

2Σὺ οὖν, τέκνον μου, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν ˚Χριστῷ ˚Ἰησοῦ. 2Καὶ ἃ ἤκουσας παρʼ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. 3Συγκακοπάθησον ὡς καλὸς στρατιώτης ˚Χριστοῦ ˚Ἰησοῦ. 4Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. 5Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. 6Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. 7Νόει ὃ λέγω, δώσει γάρ σοι ὁ ˚Κύριος σύνεσιν ἐν πᾶσιν.

8Μνημόνευε ˚Ἰησοῦν ˚Χριστὸν, ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυίδ, κατὰ τὸ εὐαγγέλιόν μου, 9ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος. Ἀλλὰ ὁ λόγος τοῦ ˚Θεοῦ οὐ δέδεται! 10Διὰ τοῦτο, πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσιν τῆς ἐν ˚Χριστῷ ˚Ἰησοῦ μετὰ δόξης αἰωνίου. 11Πιστὸς ὁ λόγος: “Εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν· 12εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν· εἰ ἀρνησόμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς· 13εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει· ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται.”

14Ταῦτα ὑπομίμνῃσκε, διαμαρτυρόμενος ἐνώπιον τοῦ ˚Θεοῦ, μὴ λογομαχεῖν ἐπʼ οὐδὲν χρήσιμον, ἐπὶ καταστροφῇ τῶν ἀκουόντων. 15Σπούδασον σεαυτὸν δόκιμον παραστῆσαι τῷ ˚Θεῷ, ἐργάτην ἀνεπαίσχυντον, ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας. 16Τὰς δὲ βεβήλους κενοφωνίας περιΐστασο, ἐπὶ πλεῖον γὰρ προκόψουσιν ἀσεβείας, 17καὶ ὁ λόγος αὐτῶν ὡς γάγγραινα νομὴν ἕξει· ὧν ἐστιν Ὑμέναιος, καὶ Φίλητος, 18οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν, λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι, καὶ ἀνατρέπουσιν τήν τινων πίστιν. 19Ὁ μέντοι στερεὸς θεμέλιος τοῦ ˚Θεοῦ ἕστηκεν, ἔχων τὴν σφραγῖδα ταύτην: “Ἔγνω ˚Κύριος τοὺς ὄντας αὐτοῦ”, καί, “Ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα ˚Κυρίου.”

20Ἐν μεγάλῃ δὲ οἰκίᾳ, οὐκ ἔστιν μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα, καὶ ἃ μὲν εἰς τιμὴν, ἃ δὲ εἰς ἀτιμίαν. 21Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τούτων, ἔσται σκεῦος εἰς τιμήν, ἡγιασμένον εὔχρηστον τῷ Δεσπότῃ, εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον. 22Τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φεῦγε, δίωκε δὲ δικαιοσύνην, πίστιν, ἀγάπην, εἰρήνην, μετὰ τῶν ἐπικαλουμένων τὸν ˚Κύριον ἐκ καθαρᾶς καρδίας. 23Τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτοῦ, εἰδὼς ὅτι γεννῶσι μάχας. 24Δοῦλον δὲ ˚Κυρίου οὐ δεῖ μάχεσθαι, ἀλλὰ ἤπιον εἶναι πρὸς πάντας, διδακτικόν, ἀνεξίκακον, 25ἐν πραΰτητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους, μήποτε δώῃ αὐτοῖς ὁ ˚Θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας, 26καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἐζωγρημένοι ὑπʼ αὐτοῦ, εἰς τὸ ἐκείνου θέλημα.

3Τοῦτο δὲ γίνωσκε, ὅτι ἐν ἐσχάταις ἡμέραις ἐνστήσονται καιροὶ χαλεποί. 2Ἔσονται γὰρ οἱ ἄνθρωποι φίλαυτοι, φιλάργυροι, ἀλαζόνες, ὑπερήφανοι, βλάσφημοι, γονεῦσιν ἀπειθεῖς, ἀχάριστοι, ἀνόσιοι, 3ἄστοργοι, ἄσπονδοι, διάβολοι, ἀκρατεῖς, ἀνήμεροι, ἀφιλάγαθοι, 4προδόται, προπετεῖς, τετυφωμένοι, φιλήδονοι μᾶλλον ἢ φιλόθεοι, 5ἔχοντες μόρφωσιν εὐσεβείας, τὴν δὲ δύναμιν αὐτῆς ἠρνημένοι· καὶ τούτους ἀποτρέπου. 6Ἐκ τούτων γάρ, εἰσιν οἱ ἐνδύνοντες εἰς τὰς οἰκίας, καὶ αἰχμαλωτίζοντες γυναικάρια, σεσωρευμένα ἁμαρτίαις, ἀγόμενα ἐπιθυμίαις ποικίλαις, 7πάντοτε μανθάνοντα, καὶ μηδέποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν δυνάμενα. 8Ὃν τρόπον δὲ Ἰάννης καὶ Ἰαμβρῆς ἀντέστησαν Μωϋσεῖ, οὕτως καὶ οὗτοι ἀνθίστανται τῇ ἀληθείᾳ, ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν, ἀδόκιμοι περὶ τὴν πίστιν. 9Ἀλλʼ οὐ προκόψουσιν ἐπὶ πλεῖον, ἡ γὰρ ἄνοια αὐτῶν ἔκδηλος ἔσται πᾶσιν, ὡς καὶ ἡ ἐκείνων ἐγένετο.

10Σὺ δὲ παρηκολούθησάς μου τῇ διδασκαλίᾳ, τῇ ἀγωγῇ, τῇ προθέσει, τῇ πίστει, τῇ μακροθυμίᾳ, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ, 11τοῖς διωγμοῖς, τοῖς παθήμασιν, οἷά μοι ἐγένετο ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν Λύστροις, οἵους διωγμοὺς ὑπήνεγκα, καὶ ἐκ πάντων, με ἐρρύσατο ὁ ˚Κύριος. 12Καὶ πάντες δὲ οἱ θέλοντες ζῆν εὐσεβῶς ἐν ˚Χριστῷ ˚Ἰησοῦ διωχθήσονται. 13Πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ χεῖρον, πλανῶντες καὶ πλανώμενοι. 14Σὺ δὲ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης, εἰδὼς παρὰ τίνων ἔμαθες, 15καὶ ὅτι ἀπὸ βρέφους τὰ ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως τῆς ἐν ˚Χριστῷ ˚Ἰησοῦ. 16Πᾶσα Γραφὴ θεόπνευστος καὶ ὠφέλιμος πρὸς διδασκαλίαν, πρὸς ἐλεγμόν, πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ, 17ἵνα ἄρτιος ᾖ ὁ τοῦ ˚Θεοῦ ἄνθρωπος, πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτισμένος.

4Διαμαρτύρομαι ἐνώπιον τοῦ ˚Θεοῦ καὶ ˚Χριστοῦ ˚Ἰησοῦ, τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς, καὶ τὴν ἐπιφάνειαν αὐτοῦ, καὶ τὴν βασιλείαν αὐτοῦ: 2κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως, ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ. 3Ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται, ἀλλὰ κατὰ τὰς ἰδίας ἐπιθυμίας, ἑαυτοῖς ἐπισωρεύσουσιν διδασκάλους, κνηθόμενοι τὴν ἀκοήν, 4καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται. 5Σὺ δὲ νῆφε ἐν πᾶσιν, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον.

6Ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἀναλύσεώς μου ἐφέστηκεν. 7Τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα. 8Λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ ˚Κύριος ἐν, ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής, οὐ μόνον δὲ ἐμοὶ, ἀλλὰ καὶ πᾶσιν τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ.

9Σπούδασον ἐλθεῖν πρός με ταχέως· 10Δημᾶς γάρ με ἐγκατέλειπεν, ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην, Κρήσκης εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν. 11Λουκᾶς ἐστιν μόνος μετʼ ἐμοῦ. Μᾶρκον ἀναλαβὼν, ἄγε μετὰ σεαυτοῦ, ἔστιν γάρ μοι εὔχρηστος εἰς διακονίαν. 12Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον. 13Τὸν φελόνην ὃν ἀπέλιπον ἐν Τρῳάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας. 14Ἀλέξανδρος ὁ χαλκεὺς, πολλά μοι κακὰ ἐνεδείξατο· ἀποδώσει αὐτῷ ὁ ˚Κύριος κατὰ τὰ ἔργα αὐτοῦ· 15ὃν καὶ σὺ φυλάσσου, λίαν γὰρ ἀντέστη τοῖς ἡμετέροις λόγοις.

16Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ, οὐδείς μοι παρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη. 17Ὁ δὲ ˚Κύριός μοι παρέστη, καὶ ἐνεδυνάμωσέν με, ἵνα διʼ ἐμοῦ τὸ κήρυγμα πληροφορηθῇ, καὶ ἀκούσωσιν πάντα τὰ ἔθνη, καὶ ἐρρύσθην ἐκ στόματος λέοντος. 18Ῥύσεταί με ὁ ˚Κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ, καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν!

19Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν, καὶ τὸν Ὀνησιφόρου οἶκον. 20Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ, Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα. 21Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν. Ἀσπάζεταί σε Εὔβουλος, καὶ Πούδης, καὶ Λίνος, καὶ Κλαυδία, καὶ οἱ ἀδελφοὶ πάντες.

22Ὁ ˚Κύριος ˚Ἰησοῦς μετὰ τοῦ πνεύματός σου. Ἡ χάρις μεθʼ ὑμῶν.