Open Bible Data Home  About  News  OET Key

Demonstration version—prototype quality only—still in development

OETOET-RVOET-LVULTUSTBSBBLBAICNTOEBWEBWMBNETLSVFBVTCNTT4TLEBBBEMOFJPSASVDRAYLTDBYRVWBSKJBBBGNVCBTNTWYCSR-GNTUHBRelatedParallelInterlinearDictionarySearch

SR-GNT By Document By ChapterDetails

SR-GNT MATMARKLUKEYHNACTsROM1COR2CORGALEPHPHPCOL1TH2TH1TIM2TIMTITPHMHEBYAC1PET2PET1YHN2YHN3YHNYUDREV

SR-GNT EPH

EPH Statistical Restoration (SR) Greek New Testament

Produced by the Center for New Testament Restoration (CNTR) 11/30/22

Copyright © 2022 by Alan Bunning released under Creative Commons Attribution 4.0 International License (CC BY 4.0)

Πρὸς Ἐφεσίους

1Παῦλος, ἀπόστολος ˚Χριστοῦ ˚Ἰησοῦ διὰ θελήματος ˚Θεοῦ, τοῖς ἁγίοις τοῖς οὖσιν ἐν Ἐφέσῳ καὶ πιστοῖς ἐν ˚Χριστῷ ˚Ἰησοῦ: 2χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ ˚Θεοῦ Πατρὸς ἡμῶν καὶ ˚Κυρίου ˚Ἰησοῦ ˚Χριστοῦ.

3Εὐλογητὸς ὁ ˚Θεὸς καὶ Πατὴρ τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, ὁ εὐλογήσας ἡμᾶς ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις ἐν ˚Χριστῷ, 4καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ ἐν ἀγάπῃ, 5προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ ˚Ἰησοῦ ˚Χριστοῦ εἰς αὐτόν, κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ, 6εἰς ἔπαινον δόξης τῆς χάριτος αὐτοῦ, ἧς ἐχαρίτωσεν ἡμᾶς ἐν τῷ ἠγαπημένῳ, 7ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, τὴν ἄφεσιν τῶν παραπτωμάτων, κατὰ τὸ πλοῦτος τῆς χάριτος αὐτοῦ, 8ἧς ἐπερίσσευσεν εἰς ἡμᾶς ἐν πάσῃ σοφίᾳ καὶ φρονήσει, 9γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ, κατὰ τὴν εὐδοκίαν αὐτοῦ, ἣν προέθετο ἐν αὐτῷ, 10εἰς οἰκονομίαν τοῦ πληρώματος τῶν καιρῶν, ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ ˚Χριστῷ, τὰ ἐπὶ τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς· ἐν αὐτῷ, 11ἐν ᾧ καὶ ἐκληρώθημεν, προορισθέντες κατὰ πρόθεσιν τοῦ τὰ πάντα ἐνεργοῦντος, κατὰ τὴν βουλὴν τοῦ θελήματος αὐτοῦ, 12εἰς τὸ εἶναι ἡμᾶς, εἰς ἔπαινον δόξης αὐτοῦ, τοὺς προηλπικότας ἐν τῷ ˚Χριστῷ· 13ἐν ᾧ καὶ ὑμεῖς ἀκούσαντες τὸν λόγον τῆς ἀληθείας, τὸ εὐαγγέλιον τῆς σωτηρίας ὑμῶν, ἐν ᾧ καὶ πιστεύσαντες, ἐσφραγίσθητε τῷ ˚Πνεύματι τῆς ἐπαγγελίας τῷ Ἁγίῳ, 14ὅ ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν, εἰς ἀπολύτρωσιν τῆς περιποιήσεως, εἰς ἔπαινον τῆς δόξης αὐτοῦ.

15Διὰ τοῦτο, κἀγώ ἀκούσας τὴν καθʼ ὑμᾶς πίστιν ἐν τῷ ˚Κυρίῳ ˚Ἰησοῦ, καὶ τὴν εἰς πάντας τοὺς ἁγίους, 16οὐ παύομαι εὐχαριστῶν ὑπὲρ ὑμῶν, μνείαν ποιούμενος ἐπὶ τῶν προσευχῶν μου, 17ἵνα ὁ ˚Θεὸς τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, ὁ Πατὴρ τῆς δόξης, δώῃ ὑμῖν πνεῦμα σοφίας καὶ ἀποκαλύψεως, ἐν ἐπιγνώσει αὐτοῦ, 18πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας ὑμῶν εἰς τὸ εἰδέναι ὑμᾶς, τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ, ἐν τοῖς ἁγίοις, 19καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς, τοὺς πιστεύοντας κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ, 20ἣν ἐνήργηκεν ἐν τῷ ˚Χριστῷ, ἐγείρας αὐτὸν ἐκ νεκρῶν, καὶ καθίσας ἐν δεξιᾷ αὐτοῦ, ἐν τοῖς ἐπουρανίοις, 21ὑπεράνω πάσης ἀρχῆς, καὶ ἐξουσίας, καὶ δυνάμεως, καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι· 22καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ, καὶ αὐτὸν ἔδωκεν κεφαλὴν ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ, 23ἥτις ἐστὶν τὸ σῶμα αὐτοῦ, τὸ πλήρωμα τοῦ τὰ πάντα ἐν πᾶσιν πληρουμένου.

2Καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασιν καὶ ταῖς ἁμαρτίαις ὑμῶν, 2ἐν αἷς ποτε περιεπατήσατε, κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας· 3ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἤμεθα τέκνα φύσει ὀργῆς, ὡς καὶ οἱ λοιποί. 4Ὁ δὲ ˚Θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ, ἣν ἠγάπησεν ἡμᾶς, 5καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν, συνεζωοποίησεν τῷ ˚Χριστῷ (χάριτί ἐστε σεσῳσμένοι), 6καὶ συνήγειρεν καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν ˚Χριστῷ ˚Ἰησοῦ, 7ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσιν, τοῖς ἐπερχομένοις τὸ ὑπερβάλλον πλοῦτος τῆς χάριτος αὐτοῦ, ἐν χρηστότητι ἐφʼ ἡμᾶς ἐν ˚Χριστῷ ˚Ἰησοῦ. 8Τῇ γὰρ χάριτί ἐστε σεσῳσμένοι διὰ πίστεως, καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, ˚Θεοῦ τὸ δῶρον· 9οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται. 10Αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν ˚Χριστῷ ˚Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ ˚Θεὸς, ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.

11Διὸ μνημονεύετε ὅτι ποτὲ ὑμεῖς τὰ ἔθνη ἐν σαρκί, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου, 12ὅτι ἦτε τῷ καιρῷ ἐκείνῳ χωρὶς ˚Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ, καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ. 13Νυνὶ δὲ ἐν ˚Χριστῷ ˚Ἰησοῦ, ὑμεῖς οἵ ποτε ὄντες μακρὰν, ἐγενήθητε ἐγγὺς ἐν τῷ αἵματι τοῦ ˚Χριστοῦ. 14Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, 15τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασιν καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν αὑτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, 16καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ ˚Θεῷ διὰ τοῦ σταυροῦ, ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ· 17καὶ ἐλθὼν, εὐηγγελίσατο, “εἰρήνην ὑμῖν τοῖς μακρὰν, καὶ εἰρήνην τοῖς ἐγγύς”· 18ὅτι διʼ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν, οἱ ἀμφότεροι ἐν ἑνὶ ˚Πνεύματι πρὸς τὸν Πατέρα. 19Ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ ἐστὲ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ ˚Θεοῦ, 20ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ ˚Χριστοῦ ˚Ἰησοῦ, 21ἐν ᾧ πᾶσα ἡ οἰκοδομὴ συναρμολογουμένη, αὔξει εἰς ναὸν ἅγιον ἐν ˚Κυρίῳ, 22ἐν ᾧ καὶ ὑμεῖς συνοικοδομεῖσθε, εἰς κατοικητήριον τοῦ ˚Θεοῦ ἐν ˚Πνεύματι.

3Τούτου χάριν, ἐγὼ Παῦλος, ὁ δέσμιος τοῦ ˚Χριστοῦ ˚Ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν– 2εἴ γε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ ˚Θεοῦ, τῆς δοθείσης μοι εἰς ὑμᾶς, 3κατὰ ἀποκάλυψιν ἐγνωρίσθη μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ, 4πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ ˚Χριστοῦ, 5ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν ˚Πνεύματι, 6εἶναι τὰ ἔθνη, συγκληρονόμα, καὶ σύσσωμα, καὶ συμμέτοχα, τῆς ἐπαγγελίας ἐν ˚Χριστῷ ˚Ἰησοῦ, διὰ τοῦ εὐαγγελίου, 7οὗ ἐγενήθην διάκονος κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ ˚Θεοῦ τῆς δοθείσης μοι, κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ. 8Ἐμοὶ τῷ, ἐλαχιστοτέρῳ πάντων ἁγίων, ἐδόθη ἡ χάρις αὕτη, τοῖς ἔθνεσιν εὐαγγελίσασθαι, τὸ ἀνεξιχνίαστον πλοῦτος τοῦ ˚Χριστοῦ, 9καὶ φωτίσαι πάντας, τίς ἡ οἰκονομία τοῦ μυστηρίου, τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ ˚Θεῷ, τῷ τὰ πάντα κτίσαντι, 10ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ ˚Θεοῦ, 11κατὰ πρόθεσιν τῶν αἰώνων, ἣν ἐποίησεν ἐν τῷ ˚Χριστῷ ˚Ἰησοῦ, τῷ ˚Κυρίῳ ἡμῶν, 12ἐν ᾧ ἔχομεν τὴν παρρησίαν καὶ προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ. 13Διὸ αἰτοῦμαι μὴ ἐγκακεῖν ἐν ταῖς θλίψεσίν μου ὑπὲρ ὑμῶν, ἥτις ἐστὶν δόξα ὑμῶν.

14Τούτου χάριν, κάμπτω τὰ γόνατά μου πρὸς τὸν Πατέρα, 15ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται, 16ἵνα δῷ ὑμῖν κατὰ τὸ πλοῦτος τῆς δόξης αὐτοῦ, δυνάμει κραταιωθῆναι διὰ τοῦ ˚Πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, 17κατοικῆσαι τὸν ˚Χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν ἐν ἀγάπῃ, ἐρριζωμένοι καὶ τεθεμελιωμένοι, 18ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσιν τοῖς ἁγίοις, τί τὸ πλάτος, καὶ μῆκος, καὶ ὕψος, καὶ βάθος, 19γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ ˚Χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ ˚Θεοῦ.

20Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα, ποιῆσαι ὑπερεκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν, κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν, 21αὐτῷ ἡ δόξα ἐν τῇ ἐκκλησίᾳ καὶ ἐν ˚Χριστῷ ˚Ἰησοῦ, εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων. Ἀμήν!

4Παρακαλῶ οὖν ὑμᾶς, ἐγὼ ὁ δέσμιος ἐν ˚Κυρίῳ, ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε, 2μετὰ πάσης ταπεινοφροσύνης καὶ πραΰτητος, μετὰ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ, 3σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ ˚Πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης. 4Ἓν σῶμα καὶ ἓν ˚Πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν, 5εἷς ˚Κύριος, μία πίστις, ἓν βάπτισμα, 6εἷς ˚Θεὸς καὶ Πατὴρ πάντων, ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν.

7Ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις, κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ ˚Χριστοῦ. 8Διὸ λέγει, “Ἀναβὰς εἰς ὕψος, ᾐχμαλώτευσεν αἰχμαλωσίαν, ἔδωκεν δόματα τοῖς ἀνθρώποις.” 9Τὸ δὲ, “ἀνέβη”, τί ἐστιν, εἰ μὴ ὅτι καὶ κατέβη εἰς τὰ κατώτερα μέρη τῆς γῆς; 10Ὁ καταβὰς αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. 11Καὶ αὐτὸς ἔδωκεν τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, 12πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ ˚Χριστοῦ, 13μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως, καὶ τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ ˚Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ ˚Χριστοῦ, 14ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης, 15ἀληθεύοντες δὲ ἐν ἀγάπῃ, αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλή ˚Χριστός, 16ἐξ οὗ πᾶν τὸ σῶμα, συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας κατʼ ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους, τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπῃ.

17Τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν ˚Κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ ἔθνη περιπατεῖ ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν. 18Ἐσκοτωμένοι τῇ διανοίᾳ ὄντες, ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ ˚Θεοῦ, διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν, 19οἵτινες ἀπηλγηκότες, ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ. 20Ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν ˚Χριστόν, 21εἴ γε αὐτὸν ἠκούσατε καὶ ἐν αὐτῷ ἐδιδάχθητε, καθώς ἐστιν ἀλήθεια ἐν τῷ ˚Ἰησοῦ, 22ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, 23ἀνανεοῦσθαι δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν, 24καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον τὸν κατὰ ˚Θεὸν, κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας.

25Διὸ ἀποθέμενοι τὸ ψεῦδος, “λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ”, ὅτι ἐσμὲν ἀλλήλων μέλη. 26“Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε”· ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ παροργισμῷ ὑμῶν, 27μηδὲ δίδοτε τόπον τῷ διαβόλῳ. 28Ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω, ἐργαζόμενος ταῖς χερσὶν τὸ ἀγαθόν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι. 29Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω, ἀλλʼ εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσιν. 30Καὶ μὴ λυπεῖτε τὸ ˚Πνεῦμα τὸ Ἅγιον τοῦ ˚Θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως. 31Πᾶσα πικρία, καὶ θυμὸς, καὶ ὀργὴ, καὶ κραυγὴ, καὶ βλασφημία, ἀρθήτω ἀφʼ ὑμῶν σὺν πάσῃ κακίᾳ. 32Γίνεσθε εἰς ἀλλήλους χρηστοί, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ ˚Θεὸς ἐν ˚Χριστῷ ἐχαρίσατο ὑμῖν. 5Γίνεσθε οὖν μιμηταὶ τοῦ ˚Θεοῦ ὡς τέκνα ἀγαπητά, 2καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ ˚Χριστὸς ἠγάπησεν ὑμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, προσφορὰν καὶ θυσίαν τῷ ˚Θεῷ εἰς ὀσμὴν εὐωδίας.

3Πορνεία δὲ, καὶ ἀκαθαρσία πᾶσα, ἢ πλεονεξία, μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις, 4καὶ αἰσχρότης, καὶ μωρολογία, ἢ εὐτραπελία, ἃ οὐκ ἀνῆκεν, ἀλλὰ μᾶλλον εὐχαριστία. 5Τοῦτο γὰρ ἴστε γινώσκοντες ὅτι πᾶς πόρνος, ἢ ἀκάθαρτος, ἢ πλεονέκτης, ὅ ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ ˚Χριστοῦ καὶ ˚Θεοῦ.

6Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις διὰ ταῦτα, γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ ˚Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. 7Μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν· 8ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν ˚Κυρίῳ· ὡς τέκνα φωτὸς περιπατεῖτε 9(ὁ γὰρ καρπὸς τοῦ φωτὸς ἐν πάσῃ ἀγαθωσύνῃ, καὶ δικαιοσύνῃ, καὶ ἀληθείᾳ), 10δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ ˚Κυρίῳ. 11Καὶ μὴ συγκοινωνεῖτε τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε, 12τὰ γὰρ κρυφῇ γινόμενα ὑπʼ αὐτῶν, αἰσχρόν ἐστιν καὶ λέγειν. 13Τὰ δὲ πάντα ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς φανεροῦται, πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν. 14Διὸ λέγει, “Ἔγειρε, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ ˚Χριστός.”

15Βλέπετε οὖν ἀκριβῶς πῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλʼ ὡς σοφοί, 16ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσιν. 17Διὰ τοῦτο, μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνίετε τί τὸ θέλημα τοῦ ˚Κυρίου. 18Καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία, ἀλλὰ πληροῦσθε ἐν ˚Πνεύματι, 19λαλοῦντες ἑαυτοῖς ἐν ψαλμοῖς, καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες τῇ καρδίᾳ ὑμῶν τῷ ˚Κυρίῳ, 20εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, τῷ ˚Θεῷ καὶ Πατρί, 21ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ ˚Χριστοῦ.

22Αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὡς τῷ ˚Κυρίῳ, 23ὅτι ἀνήρ ἐστιν κεφαλὴ τῆς γυναικὸς, ὡς καὶ ὁ ˚Χριστὸς κεφαλὴ τῆς ἐκκλησίας, αὐτὸς Σωτὴρ τοῦ σώματος. 24Ἀλλʼ ὡς ἡ ἐκκλησία ὑποτάσσεται τῷ ˚Χριστῷ, οὕτως καὶ αἱ γυναῖκες τοῖς ἀνδράσιν ἐν παντί.

25Οἱ ἄνδρες ἀγαπᾶτε τὰς γυναῖκας, καθὼς καὶ ὁ ˚Χριστὸς ἠγάπησεν τὴν ἐκκλησίαν, καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς, 26ἵνα αὐτὴν ἁγιάσῃ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι, 27ἵνα παραστήσῃ αὐτὸς ἑαυτῷ ἔνδοξον τὴν ἐκκλησίαν, μὴ ἔχουσαν σπίλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων, ἀλλʼ ἵνα ᾖ ἁγία καὶ ἄμωμος. 28Οὕτως ὀφείλουσιν καὶ οἱ ἄνδρες ἀγαπᾶν τὰς ἑαυτῶν γυναῖκας, ὡς τὰ ἑαυτῶν σώματα. Ὁ ἀγαπῶν τὴν ἑαυτοῦ γυναῖκα, ἑαυτὸν ἀγαπᾷ. 29Οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλὰ ἐκτρέφει καὶ θάλπει αὐτήν, καθὼς καὶ ὁ ˚Χριστὸς τὴν ἐκκλησίαν, 30ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ. 31“Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.” 32Τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς ˚Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν. 33Πλὴν καὶ ὑμεῖς, οἱ καθʼ ἕνα, ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω ὡς ἑαυτόν, ἡ δὲ γυνὴ, ἵνα φοβῆται τὸν ἄνδρα.

6Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν ὑμῶν ἐν ˚Κυρίῳ, τοῦτο γάρ ἐστιν δίκαιον. 2“Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα” (ἥτις ἐστὶν ἐντολὴ πρώτη ἐν ἐπαγγελίᾳ), 3“ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς.”

4Καὶ, οἱ πατέρες, μὴ παροργίζετε τὰ τέκνα ὑμῶν, ἀλλὰ ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ ˚Κυρίου.

5Οἱ δοῦλοι, ὑπακούετε τοῖς κατὰ σάρκα κυρίοις μετὰ φόβου καὶ τρόμου, ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν ὡς τῷ ˚Χριστῷ, 6μὴ κατʼ ὀφθαλμοδουλείαν ὡς ἀνθρωπάρεσκοι, ἀλλʼ ὡς δοῦλοι ˚Χριστοῦ, ποιοῦντες τὸ θέλημα τοῦ ˚Θεοῦ ἐκ ψυχῆς, 7μετʼ εὐνοίας δουλεύοντες ὡς τῷ ˚Κυρίῳ, καὶ οὐκ ἀνθρώποις, 8εἰδότες ὅτι ἐάν ποιήσῃ ἕκαστος ἀγαθόν, τοῦτο κομίσεται παρὰ ˚Κυρίου, εἴτε δοῦλος εἴτε ἐλεύθερος.

9Καὶ, οἱ κύριοι, τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς, ἀνιέντες τὴν ἀπειλήν, εἰδότες ὅτι καὶ αὐτῶν καὶ ὑμῶν ὁ ˚Κύριός ἐστιν ἐν οὐρανοῖς, καὶ προσωπολημψία οὐκ ἔστιν παρʼ αὐτῷ.

10Τοῦ λοιποῦ, δυναμοῦσθε, ἐν ˚Κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. 11Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ ˚Θεοῦ, πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου. 12Ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. 13Διὰ τοῦτο, ἀναλάβετε τὴν πανοπλίαν τοῦ ˚Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ, καὶ ἅπαντα κατεργασάμενοι, στῆναι. 14Στῆτε οὖν, “περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ”, καὶ “ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης”, 15καὶ ὑποδησάμενοι τοὺς “πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης”. 16Ἐν πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ πεπυρωμένα σβέσαι. 17Καὶ “τὴν περικεφαλαίαν τοῦ σωτηρίου” δέξασθε, καὶ τὴν μάχαιραν τοῦ ˚Πνεύματος, ὅ ἐστιν ῥῆμα ˚Θεοῦ, 18διὰ πάσης προσευχῆς καὶ δεήσεως, προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν ˚Πνεύματι, καὶ εἰς αὐτὸ, ἀγρυπνοῦντες ἐν πάσῃ προσκαρτερήσει καὶ δεήσει περὶ πάντων τῶν ἁγίων, 19καὶ ὑπὲρ ἐμοῦ, ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου, ἐν παρρησίᾳ γνωρίσαι τὸ μυστήριον τοῦ εὐαγγελίου, 20ὑπὲρ οὗ πρεσβεύω ἐν ἁλύσει, ἵνα ἐν αὐτῷ παρρησιάσωμαι, ὡς δεῖ με λαλῆσαι.

21Ἵνα δὲ εἰδῆτε καὶ ὑμεῖς τὰ κατʼ ἐμέ, τί πράσσω, πάντα γνωρίσει ὑμῖν Τυχικὸς, ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος ἐν ˚Κυρίῳ, 22ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῶτε τὰ περὶ ἡμῶν, καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν.

23Εἰρήνη τοῖς ἀδελφοῖς καὶ ἀγάπη μετὰ πίστεως ἀπὸ ˚Θεοῦ Πατρὸς καὶ ˚Κυρίου ˚Ἰησοῦ ˚Χριστοῦ. 24Ἡ χάρις μετὰ πάντων τῶν ἀγαπώντων τὸν ˚Κύριον ἡμῶν, ˚Ἰησοῦν ˚Χριστὸν, ἐν ἀφθαρσίᾳ.