Open Bible Data Home  About  News  OET Key

Demonstration version—prototype quality only—still in development

OETOET-RVOET-LVULTUSTBSBBLBAICNTOEBWEBWMBNETLSVFBVTCNTT4TLEBBBEMOFJPSASVDRAYLTDBYRVWBSKJBBBGNVCBTNTWYCSR-GNTUHBRelatedParallelInterlinearDictionarySearch

SR-GNT By Document By ChapterDetails

SR-GNT MATMARKLUKEYHNACTsROM1COR2CORGALEPHPHPCOL1TH2TH1TIM2TIMTITPHMHEBYAC1PET2PET1YHN2YHN3YHNYUDREV

SR-GNT GAL

GAL Statistical Restoration (SR) Greek New Testament

Produced by the Center for New Testament Restoration (CNTR) 11/30/22

Copyright © 2022 by Alan Bunning released under Creative Commons Attribution 4.0 International License (CC BY 4.0)

Πρὸς Γαλάτας

1Παῦλος, ἀπόστολος (οὐκ ἀπʼ ἀνθρώπων, οὐδὲ διʼ ἀνθρώπου, ἀλλὰ διὰ ˚Ἰησοῦ ˚Χριστοῦ, καὶ ˚Θεοῦ Πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν), 2καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοί, ταῖς ἐκκλησίαις τῆς Γαλατίας: 3χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ ˚Θεοῦ Πατρὸς καὶ ˚Κυρίου ἡμῶν ˚Ἰησοῦ ˚Χριστοῦ, 4τοῦ δόντος ἑαυτὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν, ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ, κατὰ τὸ θέλημα τοῦ ˚Θεοῦ καὶ Πατρὸς ἡμῶν, 5ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν!

6Θαυμάζω ὅτι οὕτως ταχέως, μετατίθεσθε ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι ˚Χριστοῦ, εἰς ἕτερον εὐαγγέλιον, 7ὃ οὐκ ἔστιν ἄλλο, εἰ μή τινές εἰσιν οἱ ταράσσοντες ὑμᾶς, καὶ θέλοντες μεταστρέψαι τὸ εὐαγγέλιον τοῦ ˚Χριστοῦ. 8Ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ ὑμῖν εὐαγγελίζηται παρʼ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω! 9Ὡς προειρήκαμεν, καὶ ἄρτι πάλιν λέγω, εἴ τις ὑμᾶς εὐαγγελίζεται παρʼ ὃ παρελάβετε, ἀνάθεμα ἔστω!

10Ἄρτι γὰρ ἀνθρώπους πείθω ἢ τὸν ˚Θεόν; Ἢ ζητῶ ἀνθρώποις ἀρέσκειν; Εἰ ἔτι ἀνθρώποις ἤρεσκον, ˚Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην.

11Γνωρίζω γὰρ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπʼ ἐμοῦ, ὅτι οὐκ ἔστιν κατὰ ἄνθρωπον. 12Οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὔτε ἐδιδάχθην, ἀλλὰ διʼ ἀποκαλύψεως ˚Ἰησοῦ ˚Χριστοῦ.

13Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθʼ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ ˚Θεοῦ, καὶ ἐπόρθουν αὐτήν. 14Καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων. 15Ὅτε δὲ εὐδόκησεν ὁ, ἀφορίσας με ἐκ κοιλίας μητρός μου, καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ, 16ἀποκαλύψαι τὸν Υἱὸν αὐτοῦ ἐν ἐμοὶ, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι, 17οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους, ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν.

18Ἔπειτα μετὰ ἔτη τρία, ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι Κηφᾶν, καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε. 19Ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον, τὸν ἀδελφὸν τοῦ ˚Κυρίου. 20Ἃ δὲ γράφω ὑμῖν, ἰδοὺ, ἐνώπιον τοῦ ˚Θεοῦ, ὅτι οὐ ψεύδομαι. 21Ἔπειτα ἦλθον εἰς τὰ κλίματα τῆς Συρίας καὶ τῆς Κιλικίας. 22Ἤμην δὲ ἀγνοούμενος τῷ προσώπῳ ταῖς ἐκκλησίαις τῆς Ἰουδαίας, ταῖς ἐν ˚Χριστῷ, 23μόνον δὲ ἀκούοντες ἦσαν, ὅτι “Ὁ διώκων ἡμᾶς ποτε, νῦν εὐαγγελίζεται τὴν πίστιν, ἥν ποτε ἐπόρθει.” 24Καὶ ἐδόξαζον ἐν ἐμοὶ τὸν ˚Θεόν.

2Ἔπειτα διὰ δεκατεσσάρων ἐτῶν, πάλιν ἀνέβην εἰς Ἱεροσόλυμα μετὰ Βαρναβᾶ, συμπαραλαβὼν καὶ Τίτον· 2ἀνέβην δὲ κατὰ ἀποκάλυψιν, καὶ ἀνεθέμην αὐτοῖς τὸ εὐαγγέλιον ὃ κηρύσσω ἐν τοῖς ἔθνεσιν, κατʼ ἰδίαν δὲ τοῖς δοκοῦσιν, μή πως εἰς κενὸν τρέχω ἢ ἔδραμον. 3Ἀλλʼ οὐδὲ Τίτος ὁ σὺν ἐμοί, Ἕλλην ὤν, ἠναγκάσθη περιτμηθῆναι. 4Διὰ δὲ τοὺς παρεισάκτους ψευδαδέλφους, οἵτινες παρεισῆλθον κατασκοπῆσαι τὴν ἐλευθερίαν ἡμῶν, ἣν ἔχομεν ἐν ˚Χριστῷ ˚Ἰησοῦ, ἵνα ἡμᾶς καταδουλώσουσιν· 5οἷς οὐδὲ πρὸς ὥραν εἴξαμεν τῇ ὑποταγῇ, ἵνα ἡ ἀλήθεια τοῦ εὐαγγελίου διαμείνῃ πρὸς ὑμᾶς. 6Ἀπὸ δὲ τῶν δοκούντων εἶναί τι (ὁποῖοί ποτε ἦσαν, οὐδέν μοι διαφέρει, πρόσωπον ὁ ˚Θεὸς ἀνθρώπου οὐ λαμβάνει), ἐμοὶ γὰρ οἱ δοκοῦντες οὐδὲν προσανέθεντο. 7Ἀλλὰ τοὐναντίον ἰδόντες ὅτι πεπίστευμαι τὸ εὐαγγέλιον τῆς ἀκροβυστίας, καθὼς Πέτρος τῆς περιτομῆς 8(ὁ γὰρ ἐνεργήσας Πέτρῳ εἰς ἀποστολὴν τῆς περιτομῆς, ἐνήργησεν καὶ ἐμοὶ εἰς τὰ ἔθνη), 9καὶ γνόντες τὴν χάριν τὴν δοθεῖσάν μοι, Ἰάκωβος καὶ Κηφᾶς, καὶ Ἰωάννης, οἱ δοκοῦντες στῦλοι εἶναι, δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρναβᾷ κοινωνίας, ἵνα ἡμεῖς εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομήν· 10μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν, ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι.

11Ὅτε δὲ ἦλθεν Κηφᾶς εἰς Ἀντιόχειαν, κατὰ πρόσωπον αὐτῷ ἀντέστην, ὅτι κατεγνωσμένος ἦν. 12Πρὸ τοῦ γὰρ ἐλθεῖν τινας ἀπὸ Ἰακώβου, μετὰ τῶν ἐθνῶν συνήσθιεν· ὅτε δὲ ἦλθον, ὑπέστελλεν καὶ ἀφώριζεν ἑαυτόν, φοβούμενος τοὺς ἐκ περιτομῆς. 13Καὶ συνυπεκρίθησαν αὐτῷ καὶ οἱ λοιποὶ Ἰουδαῖοι, ὥστε καὶ Βαρναβᾶς συναπήχθη αὐτῶν τῇ ὑποκρίσει. 14Ἀλλʼ ὅτε εἶδον ὅτι οὐκ ὀρθοποδοῦσιν πρὸς τὴν ἀλήθειαν τοῦ εὐαγγελίου, εἶπον τῷ Κηφᾷ ἔμπροσθεν πάντων, “Εἰ σὺ Ἰουδαῖος, ὑπάρχων ἐθνικῶς καὶ οὐκ Ἰουδαϊκῶς ζῇς, πῶς τὰ ἔθνη ἀναγκάζεις Ἰουδαΐζειν;”

15Ἡμεῖς φύσει Ἰουδαῖοι καὶ οὐκ ἐξ ἐθνῶν ἁμαρτωλοί, 16εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως ˚Ἰησοῦ ˚Χριστοῦ, καὶ ἡμεῖς εἰς ˚Χριστὸν ˚Ἰησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως ˚Χριστοῦ, καὶ οὐκ ἐξ ἔργων νόμου, ὅτι ἐξ ἔργων νόμου, οὐ δικαιωθήσεται πᾶσα σάρξ. 17Εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν ˚Χριστῷ, εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί, ἆρα ˚Χριστὸς ἁμαρτίας διάκονος; Μὴ γένοιτο! 18Εἰ γὰρ ἃ κατέλυσα, ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνιστάνω. 19Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα ˚Θεῷ ζήσω. ˚Χριστῷ συνεσταύρωμαι· 20ζῶ δὲ, οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ ˚Χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ ˚Θεοῦ, τοῦ ἀγαπήσαντός με, καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ. 21Οὐκ ἀθετῶ τὴν χάριν τοῦ ˚Θεοῦ· εἰ γὰρ διὰ νόμου δικαιοσύνη, ἄρα ˚Χριστὸς δωρεὰν ἀπέθανεν.

3Ὦ ἀνόητοι Γαλάται! Τίς ὑμᾶς ἐβάσκανεν, οἷς κατʼ ὀφθαλμοὺς ˚Ἰησοῦς ˚Χριστὸς προεγράφη ἐσταυρωμένος; 2Τοῦτο μόνον θέλω μαθεῖν ἀφʼ ὑμῶν: ἐξ ἔργων νόμου τὸ ˚Πνεῦμα ἐλάβετε, ἢ ἐξ ἀκοῆς πίστεως; 3Οὕτως ἀνόητοί ἐστε; Ἐναρξάμενοι ˚Πνεύματι, νῦν σαρκὶ ἐπιτελεῖσθε; 4Τοσαῦτα ἐπάθετε εἰκῇ– εἴ γε καὶ εἰκῇ; 5Ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ ˚Πνεῦμα καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν, ἐξ ἔργων νόμου ἢ ἐξ ἀκοῆς πίστεως; 6Καθὼς Ἀβραὰμ “ἐπίστευσεν τῷ ˚Θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην”.

7Γινώσκετε ἄρα ὅτι οἱ ἐκ πίστεως, οὗτοι υἱοί εἰσιν Ἀβραάμ. 8Προϊδοῦσα δὲ ἡ Γραφὴ ὅτι ἐκ πίστεως δικαιοῖ τὰ ἔθνη ὁ ˚Θεὸς, προευηγγελίσατο τῷ Ἀβραὰμ, ὅτι “Ἐνευλογηθήσονται ἐν σοὶ πάντα τὰ ἔθνη.” 9Ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ.

10Ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν ὑπὸ κατάραν εἰσίν, γέγραπται γὰρ, ὅτι “Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει πᾶσιν τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου, τοῦ ποιῆσαι αὐτά.” 11Ὅτι δὲ ἐν νόμῳ, οὐδεὶς δικαιοῦται παρὰ τῷ ˚Θεῷ δῆλον, ὅτι, “Ὁ δίκαιος ἐκ πίστεως ζήσεται.” 12Ὁ δὲ νόμος οὐκ ἔστιν ἐκ πίστεως, ἀλλʼ, “Ὁ ποιήσας αὐτὰ, ζήσεται ἐν αὐτοῖς.” 13˚Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα, ὅτι γέγραπται, “Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου”, 14ἵνα εἰς τὰ ἔθνη ἡ εὐλογία τοῦ Ἀβραὰμ γένηται ἐν ˚Χριστῷ ˚Ἰησοῦ, ἵνα τὴν ἐπαγγελίαν τοῦ ˚Πνεύματος λάβωμεν διὰ τῆς πίστεως.

15Ἀδελφοί, κατὰ ἄνθρωπον λέγω. Ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην, οὐδεὶς ἀθετεῖ ἢ ἐπιδιατάσσεται. 16Τῷ δὲ Ἀβραὰμ ἐρρέθησαν αἱ ἐπαγγελίαι καὶ τῷ σπέρματι αὐτοῦ. Οὐ λέγει, “Καὶ τοῖς σπέρμασιν”, ὡς ἐπὶ πολλῶν, ἀλλʼ ὡς ἐφʼ ἑνός, “Καὶ τῷ σπέρματί σου”, ὅς ἐστιν ˚Χριστός. 17Τοῦτο δὲ λέγω: διαθήκην προκεκυρωμένην ὑπὸ τοῦ ˚Θεοῦ, ὁ μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη γεγονὼς νόμος οὐκ ἀκυροῖ, εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν. 18Εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία, οὐκέτι ἐξ ἐπαγγελίας· τῷ δὲ Ἀβραὰμ διʼ ἐπαγγελίας κεχάρισται ὁ ˚Θεός.

19Τί οὖν ὁ νόμος; Τῶν παραβάσεων χάριν προσετέθη, ἄχρις οὗ ἔλθῃ τὸ σπέρμα ᾧ ἐπήγγελται, διαταγεὶς διʼ ἀγγέλων ἐν χειρὶ μεσίτου. 20Ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ ˚Θεὸς εἷς ἐστιν.

21Ὁ οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν τοῦ ˚Θεοῦ; Μὴ γένοιτο! Εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζῳοποιῆσαι, ὄντως ἐκ νόμου ἂν ἦν ἡ δικαιοσύνη. 22Ἀλλὰ συνέκλεισεν ἡ Γραφὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν, ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως ˚Ἰησοῦ ˚Χριστοῦ δοθῇ τοῖς πιστεύουσιν.

23Πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν, ὑπὸ νόμον ἐφρουρούμεθα, συγκλειόμενοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. 24Ὥστε ὁ νόμος, παιδαγωγὸς ἡμῶν γέγονεν εἰς ˚Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν. 25Ἐλθούσης δὲ τῆς πίστεως, οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. 26Πάντες γὰρ υἱοὶ ˚Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν ˚Χριστῷ ˚Ἰησοῦ. 27Ὅσοι γὰρ εἰς ˚Χριστὸν ἐβαπτίσθητε, ˚Χριστὸν ἐνεδύσασθε. 28Οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ, πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν ˚Χριστῷ ˚Ἰησοῦ. 29Εἰ δὲ ὑμεῖς ˚Χριστοῦ, ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστέ, κατʼ ἐπαγγελίαν κληρονόμοι.

4Λέγω δέ, ἐφʼ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν, 2ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶν καὶ οἰκονόμους, ἄχρι τῆς προθεσμίας τοῦ πατρός. 3Οὕτως καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι. 4Ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ ˚Θεὸς τὸν Υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, 5ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. 6Ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ ˚Θεὸς τὸ ˚Πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν κρᾶζον, “Ἀββά, ὁ Πατήρ!” 7Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλὰ υἱός· εἰ δὲ υἱός, καὶ κληρονόμος διὰ ˚Θεοῦ.

8Ἀλλὰ τότε μὲν οὐκ εἰδότες ˚Θεὸν, ἐδουλεύσατε τοῖς φύσει μὴ οὖσι θεοῖς· 9νῦν δὲ γνόντες ˚Θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ ˚Θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε; 10Ἡμέρας παρατηρεῖσθε, καὶ μῆνας, καὶ καιροὺς, καὶ ἐνιαυτούς. 11Φοβοῦμαι ὑμᾶς, μή πως εἰκῇ κεκοπίακα εἰς ὑμᾶς.

12Γίνεσθε ὡς ἐγώ, ὅτι κἀγὼ ὡς ὑμεῖς, ἀδελφοί, δέομαι ὑμῶν. Οὐδέν με ἠδικήσατε· 13οἴδατε δὲ ὅτι διʼ ἀσθένειαν τῆς σαρκὸς, εὐηγγελισάμην ὑμῖν τὸ πρότερον. 14Καὶ τὸν πειρασμὸν ὑμῶν ἐν τῇ σαρκί μου, οὐκ ἐξουθενήσατε οὐδὲ ἐξεπτύσατε, ἀλλʼ ὡς ἄγγελον ˚Θεοῦ ἐδέξασθέ με, ὡς ˚Χριστὸν ˚Ἰησοῦν. 15Ποῦ οὖν ὁ μακαρισμὸς ὑμῶν; Μαρτυρῶ γὰρ ὑμῖν ὅτι εἰ δυνατὸν τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες, ἐδώκατέ μοι. 16Ὥστε ἐχθρὸς ὑμῶν γέγονα, ἀληθεύων ὑμῖν; 17Ζηλοῦσιν ὑμᾶς οὐ καλῶς, ἀλλὰ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν, ἵνα αὐτοὺς ζηλοῦτε. 18Καλὸν δὲ ζηλοῦσθαι ἐν καλῷ πάντοτε, καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς. 19Τέκνα μου, οὓς πάλιν ὠδίνω, μέχρις οὗ μορφωθῇ ˚Χριστὸς ἐν ὑμῖν– 20ἤθελον δὲ παρεῖναι πρὸς ὑμᾶς ἄρτι, καὶ ἀλλάξαι τὴν φωνήν μου, ὅτι ἀποροῦμαι ἐν ὑμῖν.

21Λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε; 22Γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης, καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. 23Ἀλλʼ ὁ μὲν ἐκ τῆς παιδίσκης, κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας, διʼ ἐπαγγελίας. 24Ἅτινά ἐστιν ἀλληγορούμενα, αὗται γάρ εἰσιν δύο διαθῆκαι: μία μὲν ἀπὸ Ὄρους Σινᾶ εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἁγάρ. 25Τὸ δὲ Ἁγὰρ Σινᾶ Ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν Ἰερουσαλήμ, δουλεύει γὰρ μετὰ τῶν τέκνων αὐτῆς. 26Ἡ δὲ ἄνω Ἰερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶν μήτηρ ἡμῶν. 27Γέγραπται γάρ, “Εὐφράνθητι, στεῖρα, ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον, ἢ τῆς ἐχούσης τὸν ἄνδρα.” 28Ὑμεῖς δέ, ἀδελφοί, κατὰ Ἰσαὰκ, ἐπαγγελίας τέκνα ἐστέ. 29Ἀλλʼ ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς, ἐδίωκε τὸν κατὰ ˚Πνεῦμα, οὕτως καὶ νῦν. 30Ἀλλὰ τί λέγει ἡ Γραφή; “Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς, οὐ γὰρ μὴ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης, μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας.” 31Διό ἀδελφοί, οὐκ ἐσμὲν παιδίσκης τέκνα, ἀλλὰ τῆς ἐλευθέρας. 5Τῇ ἐλευθερίᾳ, ἡμᾶς ˚Χριστὸς ἠλευθέρωσεν, στήκετε οὖν, καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.

2Ἴδε, ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε, ˚Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. 3Μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ ὅτι ὀφειλέτης ἐστὶν, ὅλον τὸν νόμον ποιῆσαι. 4Κατηργήθητε ἀπὸ ˚Χριστοῦ, οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε. 5Ἡμεῖς γὰρ ˚Πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα. 6Ἐν γὰρ ˚Χριστῷ ˚Ἰησοῦ, οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ πίστις διʼ ἀγάπης ἐνεργουμένη.

7Ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἐνέκοψεν, ἀληθείᾳ μὴ πείθεσθαι; 8Ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς. 9Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. 10Ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν ˚Κυρίῳ ὅτι οὐδὲν ἄλλο φρονήσετε. Ὁ δὲ ταράσσων ὑμᾶς, βαστάσει τὸ κρίμα, ὅστις ἐὰν ᾖ. 11Ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; Ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ. 12Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς.

13Ὑμεῖς γὰρ ἐπʼ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις. 14Ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πεπλήρωται, ἐν τῷ, “Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.” 15Εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε, μὴ ὑπʼ ἀλλήλων ἀναλωθῆτε.

16Λέγω δέ, ˚Πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε. 17Ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ ˚Πνεύματος, τὸ δὲ ˚Πνεῦμα κατὰ τῆς σαρκός, ταῦτα γὰρ ἀλλήλοις ἀντίκειται, ἵνα μὴ ἃ ἐὰν θέλητε, ταῦτα ποιῆτε. 18Εἰ δὲ ˚Πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον. 19Φανερὰ δέ ἐστιν τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστιν πορνεία, ἀκαθαρσία, ἀσέλγεια, 20εἰδωλολατρεία, φαρμακεία, ἔχθραι, ἔρις, ζῆλοι, θυμοί, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις, 21φθόνοι, μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις, ἃ προλέγω ὑμῖν, καθὼς προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες, Βασιλείαν ˚Θεοῦ οὐ κληρονομήσουσιν.

22Ὁ δὲ καρπὸς τοῦ ˚Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, 23πραΰτης, ἐγκράτεια· κατὰ τῶν τοιούτων, οὐκ ἔστιν νόμος. 24Οἱ δὲ τοῦ ˚Χριστοῦ ˚Ἰησοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις. 25Εἰ ζῶμεν ˚Πνεύματι, ˚Πνεύματι καὶ στοιχῶμεν. 26Μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες.

6Ἀδελφοί, ἐὰν καὶ προλημφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς, οἱ πνευματικοὶ, καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πραΰτητος, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. 2Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ ˚Χριστοῦ. 3Εἰ γὰρ δοκεῖ τις εἶναί τι, μηδὲν ὤν, φρεναπατᾷ ἑαυτόν. 4Τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει, καὶ οὐκ εἰς τὸν ἕτερον. 5Ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει.

6Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον, τῷ κατηχοῦντι, ἐν πᾶσιν ἀγαθοῖς. 7Μὴ πλανᾶσθε, ˚Θεὸς οὐ μυκτηρίζεται. Ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει. 8Ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ, ἐκ τῆς σαρκὸς θερίσει φθοράν, ὁ δὲ σπείρων εἰς τὸ ˚Πνεῦμα, ἐκ τοῦ ˚Πνεύματος θερίσει ζωὴν αἰώνιον. 9Τὸ δὲ καλὸν ποιοῦντες, μὴ ἐγκακῶμεν, καιρῷ γὰρ ἰδίῳ, θερίσομεν μὴ ἐκλυόμενοι. 10Ἄρα οὖν, ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως.

11Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί. 12Ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα τῷ σταυρῷ τοῦ ˚Χριστοῦ ˚Ἰησοῦ μὴ διώκωνται. 13Οὐδὲ γὰρ οἱ περιτετμημένοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται. 14Ἐμοὶ δὲ, μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, διʼ οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ κόσμῳ. 15Οὔτε γὰρ περιτομή τί ἐστιν, οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις. 16Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπʼ αὐτοὺς, καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ ˚Θεοῦ.

17Τοῦ λοιποῦ, κόπους μοι μηδεὶς παρεχέτω, ἐγὼ γὰρ τὰ στίγματα τοῦ ˚Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω.

18Ἡ χάρις τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί. Ἀμήν!