Open Bible Data Home  About  News  OET Key

Demonstration version—prototype quality only—still in development

OETOET-RVOET-LVULTUSTBSBBLBAICNTOEBWEBWMBNETLSVFBVTCNTT4TLEBBBEMOFJPSASVDRAYLTDBYRVWBSKJBBBGNVCBTNTWYCSR-GNTUHBRelatedParallelInterlinearDictionarySearch

SR-GNT By Document By ChapterDetails

SR-GNT MATMARKLUKEYHNACTsROM1COR2CORGALEPHPHPCOL1TH2TH1TIM2TIMTITPHMHEBYAC1PET2PET1YHN2YHN3YHNYUDREV

SR-GNT MARK

MRK Statistical Restoration (SR) Greek New Testament

Produced by the Center for New Testament Restoration (CNTR) 11/30/22

Copyright © 2022 by Alan Bunning released under Creative Commons Attribution 4.0 International License (CC BY 4.0)

Κατὰ Μᾶρκον

1Ἀρχὴ τοῦ εὐαγγελίου ˚Ἰησοῦ ˚Χριστοῦ, Υἱοῦ ˚Θεοῦ.

2Καθὼς γέγραπται ἐν τῷ Ἠσαΐᾳ τῷ προφήτῃ: “Ἰδοὺ, ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου.” 3“Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ: ‘Ἑτοιμάσατε τὴν ὁδὸν ˚Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.’” 4Ἐγένετο Ἰωάννης, ὁ βαπτίζων ἐν τῇ ἐρήμῳ, καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. 5Καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμῖται πάντες, καὶ ἐβαπτίζοντο ὑπʼ αὐτοῦ ἐν τῷ Ἰορδάνῃ ποταμῷ, ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν. 6Καὶ ἦν ὁ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου, καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἔσθων ἀκρίδας καὶ μέλι ἄγριον. 7Καὶ ἐκήρυσσεν λέγων, “Ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς, κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ. 8Ἐγὼ ἐβάπτισα ὑμᾶς ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ˚Πνεύματι Ἁγίῳ.”

9Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις, ἦλθεν ˚Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας, καὶ ἐβαπτίσθη εἰς τὸν Ἰορδάνην ὑπὸ Ἰωάννου. 10Καὶ εὐθὺς ἀναβαίνων ἐκ τοῦ ὕδατος, εἶδεν σχιζομένους τοὺς οὐρανοὺς, καὶ τὸ ˚Πνεῦμα ὡς περιστερὰν καταβαῖνον ἐπʼ αὐτόν. 11Καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν: “Σὺ εἶ ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα.”

12Καὶ εὐθὺς τὸ ˚Πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον. 13Καὶ ἦν ἐν τῇ ἐρήμῳ τεσσεράκοντα ἡμέρας, πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ.

14Καὶ

Μετὰ τὸ παραδοθῆναι τὸν Ἰωάννην, ἦλθεν ὁ ˚Ἰησοῦς εἰς τὴν Γαλιλαίαν, κηρύσσων τὸ εὐαγγέλιον τοῦ ˚Θεοῦ 15καὶ λέγων, ὅτι “Πεπλήρωται ὁ καιρὸς καὶ ἤγγικεν ἡ Βασιλεία τοῦ ˚Θεοῦ· μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ.”

16Καὶ παράγων παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, εἶδεν Σίμωνα καὶ Ἀνδρέαν, τὸν ἀδελφὸν Σίμωνος, ἀμφιβάλλοντας ἐν τῇ θαλάσσῃ, ἦσαν γὰρ ἁλεεῖς. 17Καὶ εἶπεν αὐτοῖς ὁ ˚Ἰησοῦς, “Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλεεῖς ἀνθρώπων.” 18Καὶ εὐθέως ἀφέντες τὰ δίκτυα, ἠκολούθησαν αὐτῷ. 19Καὶ προβὰς ὀλίγον, εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα. 20Καὶ εὐθὺς ἐκάλεσεν αὐτούς. Καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν, ἀπῆλθον ὀπίσω αὐτοῦ.

21Καὶ εἰσπορεύονται εἰς Καφαρναούμ. Καὶ εὐθέως τοῖς Σάββασιν, εἰσελθὼν εἰς τὴν συναγωγὴν, ἐδίδασκεν. 22Καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς. 23Καὶ εὐθὺς ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, καὶ ἀνέκραξεν 24λέγων, “Τί ἡμῖν καὶ σοί, ˚Ἰησοῦ Ναζαρηνέ; Ἦλθες ἀπολέσαι ἡμᾶς; Οἶδά σε τίς εἶ, ὁ Ἅγιος τοῦ ˚Θεοῦ!” 25Καὶ ἐπετίμησεν αὐτῷ ὁ ˚Ἰησοῦς λέγων, “Φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ!” 26Καὶ σπαράξαν αὐτὸν, τὸ πνεῦμα τὸ ἀκάθαρτον, καὶ φωνῆσαν φωνῇ μεγάλῃ, ἐξῆλθεν ἐξ αὐτοῦ. 27Καὶ ἐθαμβήθησαν ἅπαντες, ὥστε συζητεῖν αὐτοὺς λέγοντας, “Τί ἐστιν τοῦτο; διδαχὴ καινή, κατʼ ἐξουσίαν καὶ τοῖς πνεύμασιν τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ!” 28Καὶ ἐξῆλθεν ἡ ἀκοὴ αὐτοῦ εὐθὺς πανταχοῦ εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας.

29Καὶ εὐθὺς ἐκ τῆς συναγωγῆς ἐξελθὼν, ἦλθεν εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου, μετὰ Ἰακώβου καὶ Ἰωάννου. 30Ἡ δὲ πενθερὰ Σίμωνος κατέκειτο πυρέσσουσα, καὶ εὐθὺς λέγουσιν αὐτῷ περὶ αὐτῆς. 31Καὶ προσελθὼν, ἤγειρεν αὐτὴν, κρατήσας τῆς χειρός. Καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός, καὶ διηκόνει αὐτοῖς.

32Ὀψίας δὲ γενομένης, ὅτε ἔδυ ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους. 33Καὶ ἦν ὅλη ἡ πόλις ἐπισυνηγμένη πρὸς τὴν θύραν. 34Καὶ ἐθεράπευσεν πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλεν, καὶ οὐκ ἤφιεν τὰ δαιμόνια, λαλεῖν ὅτι ᾔδεισαν αὐτόν. ˚Χριστὸν εἶναι.

35Καὶ πρωῒ ἔννυχα λίαν, ἀναστὰς ἐξῆλθεν καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον, κἀκεῖ προσηύχετο. 36Καὶ κατεδίωξεν αὐτὸν Σίμων καὶ οἱ μετʼ αὐτοῦ, 37καὶ εὗρον αὐτὸν καὶ λέγουσιν αὐτῷ, ὅτι “Πάντες ζητοῦσίν σε!” 38Καὶ λέγει αὐτοῖς, “Ἄγωμεν ἀλλαχοῦ εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα καὶ ἐκεῖ κηρύξω, εἰς τοῦτο γὰρ ἐξῆλθον.” 39Καὶ ἦλθεν κηρύσσων, εἰς τὰς συναγωγὰς αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν, καὶ τὰ δαιμόνια ἐκβάλλων.

40Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρὸς, παρακαλῶν αὐτὸν λέγων αὐτῷ, ὅτι “Ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι.” 41Καὶ σπλαγχνισθεὶς, ἐκτείνας τὴν χεῖρα αὐτοῦ, ἥψατο καὶ λέγει αὐτῷ, “Θέλω, καθαρίσθητι.” 42Καὶ εὐθὺς ἀπῆλθεν ἀπʼ αὐτοῦ ἡ λέπρα, καὶ ἐκαθαρίσθη. 43Καὶ ἐμβριμησάμενος αὐτῷ, εὐθὺς ἐξέβαλεν αὐτόν, 44καὶ λέγει αὐτῷ, “Ὅρα, μηδενὶ μηδὲν εἴπῃς, ἀλλὰ ὕπαγε, σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξεν Μωϋσῆς, εἰς μαρτύριον αὐτοῖς.” 45Ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν, ἀλλʼ ἔξω ἐπʼ ἐρήμοις τόποις ἦν, καὶ ἤρχοντο πρὸς αὐτὸν πάντοθεν.

2Καὶ εἰσελθὼν πάλιν εἰς Καφαρναοὺμ διʼ ἡμερῶν, ἠκούσθη ὅτι ἐν οἴκῳ ἐστίν. 2Καὶ συνήχθησαν πολλοὶ, ὥστε μηκέτι χωρεῖν, μηδὲ τὰ πρὸς τὴν θύραν, καὶ ἐλάλει αὐτοῖς τὸν λόγον. 3Καὶ ἔρχονται φέροντες πρὸς αὐτὸν παραλυτικὸν, αἰρόμενον ὑπὸ τεσσάρων. 4Καὶ μὴ δυνάμενοι προσενέγκαι αὐτῷ διὰ τὸν ὄχλον, ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες, χαλῶσι τὸν κράβαττον ὅπου ὁ παραλυτικὸς κατέκειτο. 5Καὶ ἰδὼν ὁ ˚Ἰησοῦς τὴν πίστιν αὐτῶν, λέγει τῷ παραλυτικῷ, “Τέκνον, ἀφέωνται σου αἱ ἁμαρτίαι.” 6Ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ, καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν, 7“Τί οὗτος οὕτως λαλεῖ; Βλασφημεῖ! Τίς δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ εἷς ὁ ˚Θεός;” 8Καὶ εὐθὺς ἐπιγνοὺς ὁ ˚Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτως διαλογίζονται ἐν ἑαυτοῖς, λέγει αὐτοῖς, “Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; 9Τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ, ἀφέωνταί σοι αἱ ἁμαρτίαι’, ἢ εἰπεῖν, ‘Ἔγειρε καὶ ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει’; 10Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας”, (λέγει τῷ παραλυτικῷ), 11“Σοὶ λέγω, ἔγειρε ἆρον τὸν κράβαττόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.” 12Καὶ ἠγέρθη, καὶ εὐθὺς ἄρας τὸν κράβαττον, ἐξῆλθεν ἔμπροσθεν πάντων, ὥστε ἐξίστασθαι πάντας, καὶ δοξάζειν τὸν ˚Θεὸν λέγοντας, ὅτι “Οὕτως οὐδέποτε εἴδομεν.”

13Καὶ ἐξῆλθεν πάλιν παρὰ τὴν θάλασσαν, καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν, καὶ ἐδίδασκεν αὐτούς. 14Καὶ παράγων εἶδεν Λευὶν τὸν τοῦ Ἁλφαίου, καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ, “Ἀκολούθει μοι.” Καὶ ἀναστὰς, ἠκολούθησεν αὐτῷ.

15Καὶ γίνεται κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ ˚Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ, ἦσαν γὰρ πολλοὶ, καὶ ἠκολούθουν αὐτῷ. 16Καὶ οἱ γραμματεῖς τῶν Φαρισαίων, ἰδόντες ὅτι ἐσθίει μετὰ τῶν ἁμαρτωλῶν καὶ τῶν τελωνῶν, ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ, ὅτι “Μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει;” 17Καὶ ἀκούσας, ὁ ˚Ἰησοῦς λέγει αὐτοῖς, “Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλʼ οἱ κακῶς ἔχοντες. Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλούς.”

18Καὶ ἦσαν οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ Φαρισαῖοι νηστεύοντες. Καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ, “Διὰ τί οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ μαθηταὶ τῶν Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσιν;” 19Καὶ εἶπεν αὐτοῖς ὁ ˚Ἰησοῦς, “Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετʼ αὐτῶν ἐστιν νηστεύειν; Ὅσον χρόνον ἔχουσιν τὸν νυμφίον μετʼ αὐτῶν, οὐ δύνανται νηστεύειν. 20Ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπʼ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.

21Οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιράπτει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μή αἴρει ἀπʼ αὐτοῦ τὸ πλήρωμα τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται. 22Καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή ῥήξει ὁ οἶνος τοὺς ἀσκούς, καὶ ὁ οἶνος ἀπόλλυται καὶ οἱ ἀσκοί. Ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον.”

23Καὶ ἐγένετο, αὐτὸν ἐν τοῖς Σάββασιν παραπορεύεσθαι διὰ τῶν σπορίμων, καὶ οἱ μαθηταὶ αὐτοῦ ἤρξαντο ὁδὸν ποιεῖν, τίλλοντες τοὺς στάχυας. 24Καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ, “Ἴδε, τί ποιοῦσιν τοῖς Σάββασιν ὃ οὐκ ἔξεστιν;” 25Καὶ λέγει αὐτοῖς, “Οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαυὶδ, ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν, αὐτὸς καὶ οἱ μετʼ αὐτοῦ; 26Πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ ˚Θεοῦ ἐπὶ Ἀβιαθὰρ ἀρχιερέως, καὶ τοὺς ἄρτους τῆς Προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστιν φαγεῖν, εἰ μὴ τοὺς ἱερεῖς, καὶ ἔδωκεν καὶ τοῖς σὺν αὐτῷ οὖσιν;” 27Καὶ ἔλεγεν αὐτοῖς, “Τὸ Σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, καὶ οὐχ ὁ ἄνθρωπος διὰ τὸ Σάββατον. 28Ὥστε ˚Κύριός ἐστιν ὁ Υἱὸς τοῦ Ἀνθρώπου καὶ τοῦ Σαββάτου.”

3Καὶ εἰσῆλθεν πάλιν εἰς συναγωγήν, καὶ ἦν ἐκεῖ ἄνθρωπος, ἐξηραμμένην ἔχων τὴν χεῖρα. 2Καὶ παρετήρουν αὐτὸν, εἰ τοῖς Σάββασιν θεραπεύσει αὐτόν, ἵνα κατηγορήσωσιν αὐτοῦ. 3Καὶ λέγει τῷ ἀνθρώπῳ τῷ τὴν χεῖρα ἔχοντι ξηράν, “Ἔγειρε εἰς τὸ μέσον.” 4Καὶ λέγει αὐτοῖς, “Ἔξεστιν τοῖς Σάββασιν ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι;” Οἱ δὲ ἐσιώπων. 5Καὶ περιβλεψάμενος αὐτοὺς μετʼ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ, “Ἔκτεινον τὴν χεῖρα σου.” Καὶ ἐξέτεινεν, καὶ ἀπεκατεστάθη ἡ χεὶρ αὐτοῦ. 6Καὶ ἐξελθόντες, οἱ Φαρισαῖοι εὐθὺς μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον ἐποίησαν κατʼ αὐτοῦ, ὅπως αὐτὸν ἀπολέσωσιν.

7Καὶ ὁ ˚Ἰησοῦς μετὰ τῶν μαθητῶν αὐτοῦ, ἀνεχώρησεν πρὸς τὴν θάλασσαν· καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας ἠκολούθησεν, καὶ ἀπὸ τῆς Ἰουδαίας, 8καὶ ἀπὸ Ἱεροσολύμων, καὶ ἀπὸ τῆς Ἰδουμαίας, καὶ πέραν τοῦ Ἰορδάνου, καὶ περὶ Τύρον καὶ Σιδῶνα, πλῆθος πολύ ἀκούοντες ὅσα ἐποίει, ἦλθον πρὸς αὐτόν. 9Καὶ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον, ἵνα μὴ θλίβωσιν αὐτόν. 10Πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ, ἵνα αὐτοῦ ἅψωνται ὅσοι εἶχον μάστιγας. 11Καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, ὅταν αὐτὸν ἐθεώρουν, προσέπιπτον αὐτῷ καὶ ἔκραζον λέγοντα, ὅτι “Σὺ εἶ ὁ Υἱὸς τοῦ ˚Θεοῦ.” 12Καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ αὐτὸν φανερὸν ποιήσωσιν.

13Καὶ ἀναβαίνει εἰς τὸ ὄρος, καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός, καὶ ἀπῆλθον πρὸς αὐτόν. 14Καὶ ἐποίησεν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασεν, ἵνα ὦσιν μετʼ αὐτοῦ, καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν 15καὶ ἔχειν ἐξουσίαν ἐκβάλλειν τὰ δαιμόνια. 16Καὶ ἐποίησεν τοὺς δώδεκα: καὶ ἐπέθηκεν ὄνομα τῷ Σίμωνι, Πέτρον, 17καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου, καὶ ἐπέθηκεν αὐτοῖς ὀνόματα Βοανηργές, ὅ ἐστιν “Υἱοὶ βροντῆς”, 18καὶ Ἀνδρέαν, καὶ Φίλιππον, καὶ Βαρθολομαῖον, καὶ Ματθαῖον, καὶ Θωμᾶν, καὶ Ἰάκωβον τὸν τοῦ Ἁλφαίου, καὶ Θαδδαῖον, καὶ Σίμωνα τὸν Καναναῖον, 19καὶ Ἰούδαν Ἰσκαριώθ, ὃς καὶ παρέδωκεν αὐτόν.

20Καὶ ἔρχεται εἰς οἶκον, καὶ συνέρχεται πάλιν ὁ ὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺς μηδὲ ἄρτον φαγεῖν. 21Καὶ ἀκούσαντες, οἱ παρʼ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν, ἔλεγον γὰρ, ὅτι “Ἐξέστη.” 22Καὶ οἱ γραμματεῖς, οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον, ὅτι “Βεελζεβοὺλ ἔχει”, καὶ, ὅτι “Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων, ἐκβάλλει τὰ δαιμόνια.” 23Καὶ προσκαλεσάμενος αὐτοὺς, ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς, “Πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκβάλλειν; 24Καὶ ἐὰν βασιλεία ἐφʼ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη. 25Καὶ ἐὰν οἰκία ἐφʼ ἑαυτὴν μερισθῇ, οὐ δυνήσεται ἡ οἰκία ἐκείνη σταθῆναι. 26Καὶ εἰ ὁ Σατανᾶς ἀνέστη ἐφʼ ἑαυτὸν καὶ ἐμερίσθη, οὐ δύναται στῆναι, ἀλλὰ τέλος ἔχει. 27Ἀλλʼ οὐ δύναται οὐδεὶς εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ εἰσελθὼν τὰ σκεύη αὐτοῦ διαρπάσαι, ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει.

28Ἀμὴν, λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται τοῖς υἱοῖς τῶν ἀνθρώπων τὰ ἁμαρτήματα καὶ αἱ βλασφημίαι, ὅσα ἐὰν βλασφημήσωσιν. 29Ὃς δʼ ἂν βλασφημήσῃ εἰς τὸ ˚Πνεῦμα τὸ Ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλὰ ἔνοχός ἐστιν αἰωνίου ἁμαρτήματος”– 30ὅτι ἔλεγον, “Πνεῦμα ἀκάθαρτον ἔχει.”

31Καὶ ἔρχονται ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ ἔξω στήκοντες, ἀπέστειλαν πρὸς αὐτὸν καλοῦντες αὐτόν. 32Καὶ ἐκάθητο περὶ αὐτὸν ὄχλος, καὶ λέγουσιν αὐτῷ, “Ἰδοὺ, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου, ἔξω ζητοῦσίν σε.” 33Καὶ ἀποκριθεὶς αὐτοῖς λέγει, “Τίς ἐστιν ἡ μήτηρ μου, καὶ οἱ ἀδελφοί μου;” 34Καὶ περιβλεψάμενος τοὺς περὶ αὐτὸν, κύκλῳ καθημένους λέγει, “Ἴδε, ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου! 35Ὃς γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ ˚Θεοῦ, οὗτος ἀδελφός μου καὶ ἀδελφὴ καὶ μήτηρ ἐστίν.”

4Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν. Καὶ συνάγεται πρὸς αὐτὸν ὄχλος πλεῖστος, ὥστε αὐτὸν εἰς τὸ πλοῖον ἐμβάντα, καθῆσθαι ἐν τῇ θαλάσσῃ, καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς ἦσαν. 2Καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά, καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ, 3“Ἀκούετε! Ἰδοὺ, ἐξῆλθεν ὁ σπείρων σπεῖραι. 4Καὶ ἐγένετο ἐν τῷ σπείρειν, ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ ἦλθεν τὰ πετεινὰ καὶ κατέφαγεν αὐτό. 5Καὶ ἄλλο ἔπεσεν ἐπὶ τὸ πετρῶδες, καὶ ὅπου οὐκ εἶχεν γῆν πολλήν, καὶ εὐθὺς ἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς· 6καὶ ὅτε ἀνέτειλεν ὁ ἥλιος ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη. 7Καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἔδωκεν. 8Καὶ ἄλλα ἔπεσεν εἰς τὴν γῆν τὴν καλήν, καὶ ἐδίδου καρπὸν, ἀναβαίνοντα καὶ αὐξανόμενα, καὶ ἔφερεν εἰς τριάκοντα, καὶ ἓν ἑξήκοντα, καὶ ἓν ἑκατόν.” 9Καὶ ἔλεγεν, “Ὃς ἔχει ὦτα ἀκούειν, ἀκουέτω.”

10Καὶ ὅτε ἐγένετο κατὰ μόνας, ἠρώτων αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα τὰς παραβολάς. 11Καὶ ἔλεγεν αὐτοῖς, “Ὑμῖν τὸ μυστήριον δέδοται τῆς Βασιλείας τοῦ ˚Θεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω, ἐν παραβολαῖς τὰ πάντα γίνεται, 12ἵνα ‘βλέποντες, βλέπωσιν καὶ μὴ ἴδωσιν, καὶ ἀκούοντες, ἀκούωσι καὶ μὴ συνιῶσιν, μήποτε ἐπιστρέψωσιν καὶ ἀφεθῇ αὐτοῖς.’”

13Καὶ λέγει αὐτοῖς, “Οὐκ οἴδατε τὴν παραβολὴν ταύτην, καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε; 14Ὁ σπείρων τὸν λόγον σπείρει. 15Οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδὸν, ὅπου σπείρεται ὁ λόγος, καὶ ὅταν ἀκούσωσιν, εὐθὺς ἔρχεται ὁ Σατανᾶς, καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον εἰς αὐτούς. 16Καὶ οὗτοί εἰσιν ὁμοίως οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι, οἳ ὅταν ἀκούσωσιν τὸν λόγον, εὐθὺς μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν, 17καὶ οὐκ ἔχουσιν ῥίζαν ἐν ἑαυτοῖς, ἀλλὰ πρόσκαιροί εἰσιν, εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον, εὐθὺς σκανδαλίζονται. 18Καὶ ἄλλοι εἰσὶν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι, οὗτοί εἰσιν οἱ τὸν λόγον ἀκούσαντες, 19καὶ αἱ μέριμναι τοῦ αἰῶνος, καὶ ἡ ἀπάτη τοῦ πλούτου, καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι, συμπνίγουσιν τὸν λόγον, καὶ ἄκαρπος γίνεται. 20Καὶ ἐκεῖνοί εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οἵτινες ἀκούουσιν τὸν λόγον καὶ παραδέχονται καὶ καρποφοροῦσιν, ἓν τριάκοντα, καὶ ἓν ἑξήκοντα, καὶ ἓν ἑκατόν.”

21Καὶ ἔλεγεν αὐτοῖς, “Μήτι ἔρχεται ὁ λύχνος, ἵνα ὑπὸ τὸν μόδιον τεθῇ, ἢ ὑπὸ τὴν κλίνην; Οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν τεθῇ; 22Οὐ γάρ ἐστιν κρυπτὸν, ἐὰν μὴ ἵνα φανερωθῇ, οὐδὲ ἐγένετο ἀπόκρυφον, ἀλλʼ ἵνα ἔλθῃ εἰς φανερόν. 23Εἴ τις ἔχει ὦτα ἀκούειν, ἀκουέτω.” 24Καὶ ἔλεγεν αὐτοῖς, “Βλέπετε τί ἀκούετε. Ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν, καὶ προστεθήσεται ὑμῖν. 25Ὃς γὰρ ἔχει, δοθήσεται αὐτῷ· καὶ ὃς οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπʼ αὐτοῦ.”

26Καὶ ἔλεγεν, “Οὕτως ἐστὶν ἡ Βασιλεία τοῦ ˚Θεοῦ: ὡς ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς, 27καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος βλαστᾷ καὶ μηκύνηται– ὡς οὐκ οἶδεν αὐτός. 28Αὐτομάτη ἡ γῆ καρποφορεῖ: πρῶτον χόρτον, εἶτεν στάχυν, εἶτα πλήρης σῖτον ἐν τῷ στάχυϊ. 29Ὅταν δὲ παραδοῖ ὁ καρπός, εὐθὺς ἀποστέλλει τὸ δρέπανον, ὅτι παρέστηκεν ὁ θερισμός.”

30Καὶ ἔλεγεν, “Πῶς ὁμοιώσωμεν τὴν Βασιλείαν τοῦ ˚Θεοῦ, ἢ ἐν τίνι αὐτὴν παραβολῇ θῶμεν; 31Ὡς κόκκῳ σινάπεως, ὃς ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, μικρότερον ὂν πάντων τῶν σπερμάτων τῶν ἐπὶ τῆς γῆς, 32καὶ ὅταν σπαρῇ, ἀναβαίνει καὶ γίνεται μεῖζον πάντων τῶν λαχάνων, καὶ ποιεῖ κλάδους μεγάλους, ὥστε ‘δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν’.”

33Καὶ τοιαύταις παραβολαῖς πολλαῖς, ἐλάλει αὐτοῖς τὸν λόγον, καθὼς ἠδύναντο ἀκούειν· 34χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς, κατʼ ἰδίαν δὲ τοῖς ἰδίοις μαθηταῖς, ἐπέλυεν πάντα.

35Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὀψίας γενομένης, “Διέλθωμεν εἰς τὸ πέραν.” 36Καὶ ἀφέντες τὸν ὄχλον, παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ. Καὶ ἄλλα πλοῖα ἦν μετʼ αὐτοῦ. 37Καὶ γίνεται λαῖλαψ μεγάλη ἀνέμου, καὶ τὰ κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον, ὥστε ἤδη γεμίζεσθαι τὸ πλοῖον. 38Καὶ αὐτὸς ἦν ἐν τῇ πρύμνῃ, ἐπὶ τὸ προσκεφάλαιον καθεύδων. Καὶ διεγείρουσιν αὐτὸν καὶ λέγουσιν αὐτῷ, “Διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα;” 39Καὶ διεγερθεὶς, ἐπετίμησεν τῷ ἀνέμῳ καὶ εἶπεν τῇ θαλάσσῃ, “Σιώπα, πεφίμωσο.” Καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη. 40Καὶ εἶπεν αὐτοῖς, “Τί δειλοί ἐστε; Οὔπω ἔχετε πίστιν;” 41Καὶ ἐφοβήθησαν φόβον μέγαν, καὶ ἔλεγον πρὸς ἀλλήλους, “Τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα αὐτῷ ὑπακούει;”

5Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης, εἰς τὴν χώραν τῶν Γερασηνῶν. 2Καὶ ἐξελθόντος αὐτοῦ ἐκ τοῦ πλοίου, ὑπήντησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, 3ὃς τὴν κατοίκησιν εἶχεν ἐν τοῖς μνήμασιν, καὶ οὐδὲ ἁλύσει οὐκέτι οὐδεὶς ἐδύνατο αὐτὸν δῆσαι, 4διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσι δεδέσθαι, καὶ διεσπάσθαι ὑπʼ αὐτοῦ τὰς ἁλύσεις καὶ τὰς πέδας συντετρῖφθαι, καὶ οὐδεὶς ἴσχυεν αὐτὸν δαμάσαι. 5Καὶ διὰ παντὸς νυκτὸς καὶ ἡμέρας ἐν τοῖς μνήμασιν καὶ ἐν τοῖς ὄρεσιν, ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις. 6Καὶ ἰδὼν τὸν ˚Ἰησοῦν ἀπὸ μακρόθεν, ἔδραμεν καὶ προσεκύνησεν αὐτόν, 7καὶ κράξας φωνῇ μεγάλῃ λέγει, “Τί ἐμοὶ καὶ σοί ˚Ἰησοῦ, Υἱὲ τοῦ ˚Θεοῦ τοῦ Ὑψίστου; Ὁρκίζω σε τὸν ˚Θεόν, μή με βασανίσῃς.” 8Ἔλεγεν γὰρ αὐτῷ, “Ἔξελθε, τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐκ τοῦ ἀνθρώπου!” 9Καὶ ἐπηρώτα αὐτόν, “Τί ὄνομά σοι;” Καὶ λέγει αὐτῷ, “Λεγιὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν.” 10Καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ αὐτὰ ἀποστείλῃ ἔξω τῆς χώρας. 11Ἦν δὲ ἐκεῖ πρὸς τῷ ὄρει, ἀγέλη χοίρων μεγάλη βοσκομένη· 12καὶ παρεκάλεσαν αὐτὸν λέγοντες, “Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν.” 13Καὶ ἐπέτρεψεν αὐτοῖς. Καὶ ἐξελθόντα, τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, ὡς δισχίλιοι, καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ. 14Καὶ οἱ βόσκοντες αὐτοὺς ἔφυγον, καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. Καὶ ἐξῆλθον ἰδεῖν τί ἐστιν τὸ γεγονός. 15Καὶ ἔρχονται πρὸς τὸν ˚Ἰησοῦν, καὶ θεωροῦσιν τὸν δαιμονιζόμενον καθήμενον, ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν λεγεῶνα, καὶ ἐφοβήθησαν. 16Καὶ διηγήσαντο αὐτοῖς οἱ ἰδόντες, πῶς ἐγένετο τῷ δαιμονιζομένῳ, καὶ περὶ τῶν χοίρων. 17Καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν. 18Καὶ ἐμβαίνοντος αὐτοῦ εἰς τὸ πλοῖον, παρεκάλει αὐτὸν ὁ δαιμονισθεὶς ἵνα μετʼ αὐτοῦ ᾖ. 19Καὶ οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ, “Ὕπαγε εἰς τὸν οἶκόν σου, πρὸς τοὺς σούς, καὶ ἀπάγγειλον αὐτοῖς ὅσα ὁ ˚Κύριός σοι πεποίηκεν, καὶ ἠλέησέν σε.” 20Καὶ ἀπῆλθεν καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει, ὅσα ἐποίησεν αὐτῷ ὁ ˚Ἰησοῦς, καὶ πάντες ἐθαύμαζον.

21Καὶ διαπεράσαντος τοῦ ˚Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν, συνήχθη ὄχλος πολὺς ἐπʼ αὐτόν, καὶ ἦν παρὰ τὴν θάλασσαν. 22Καὶ ἰδοὺ, ἔρχεται εἷς τῶν ἀρχισυναγώγων ὀνόματι Ἰάειρος, καὶ ἰδὼν αὐτὸν, πίπτει πρὸς τοὺς πόδας αὐτοῦ, 23καὶ παρακαλεῖ αὐτὸν πολλὰ λέγων, ὅτι “Τὸ θυγάτριόν μου ἐσχάτως ἔχει, ἵνα ἐλθὼν, ἐπιθῇς τὰς χεῖρας αὐτῇ, ἵνα σωθῇ καὶ ζήσῃ.” 24Καὶ ἀπῆλθεν μετʼ αὐτοῦ.

Καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν. 25Καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος δώδεκα ἔτη, 26καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν, καὶ δαπανήσασα τὰ παρʼ ἑαυτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, 27ἀκούσασα τὰ περὶ τοῦ ˚Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν, ἥψατο τοῦ ἱματίου αὐτοῦ. 28Ἔλεγεν γὰρ, ὅτι “Ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ, σωθήσομαι.” 29Καὶ εὐθὺς ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. 30Καὶ εὐθὺς ὁ ˚Ἰησοῦς, ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγεν, “Τίς μου ἥψατο τῶν ἱματίων;” 31Καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, “Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις, ‘Τίς μου ἥψατο;’” 32Καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. 33Ἡ δὲ γυνὴ, φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν αὐτῇ, ἦλθεν καὶ προσέπεσεν αὐτῷ, καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. 34Ὁ δὲ εἶπεν αὐτῇ, “Θυγάτηρ, ἡ πίστις σου σέσωκέν σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.”

35Ἔτι αὐτοῦ λαλοῦντος, ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου λέγοντες, ὅτι “Ἡ θυγάτηρ σου ἀπέθανεν· τί ἔτι σκύλλεις τὸν διδάσκαλον;” 36Ὁ δὲ ˚Ἰησοῦς παρακούσας τὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ, “Μὴ φοβοῦ, μόνον πίστευε.” 37Καὶ οὐκ ἀφῆκεν οὐδένα μετʼ αὐτοῦ συνακολουθῆσαι, εἰ μὴ τὸν Πέτρον, καὶ Ἰάκωβον, καὶ Ἰωάννην τὸν ἀδελφὸν Ἰακώβου. 38Καὶ ἔρχονται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου, καὶ θεωρεῖ θόρυβον, καὶ κλαίοντας καὶ ἀλαλάζοντας πολλά. 39Καὶ εἰσελθὼν λέγει αὐτοῖς, “Τί θορυβεῖσθε καὶ κλαίετε; Τὸ παιδίον οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει.” 40Καὶ κατεγέλων αὐτοῦ. Αὐτὸς δὲ ἐκβαλὼν πάντας, παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου, καὶ τὴν μητέρα, καὶ τοὺς μετʼ αὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον. 41Καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου, λέγει αὐτῇ, “Ταλιθά, κούμ!” Ὅ ἐστιν μεθερμηνευόμενον “Τὸ κοράσιον, σοὶ λέγω, ἔγειρε!” 42Καὶ εὐθὺς ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει, ἦν γὰρ ἐτῶν δώδεκα. Καὶ ἐξέστησαν εὐθὺς ἐκστάσει μεγάλῃ. 43Καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνοῖ τοῦτο, καὶ εἶπεν δοθῆναι αὐτῇ φαγεῖν.

6Καὶ ἐξῆλθεν ἐκεῖθεν, καὶ ἔρχεται εἰς τὴν πατρίδα αὐτοῦ, καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. 2Καὶ γενομένου Σαββάτου, ἤρξατο διδάσκειν ἐν τῇ συναγωγῇ· καὶ πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο λέγοντες, “Πόθεν τούτῳ ταῦτα, καὶ τίς ἡ σοφία ἡ δοθεῖσα τούτῳ, καὶ αἱ δυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ γινόμεναι; 3Οὐχ οὗτός ἐστιν ὁ τέκτων, ὁ υἱὸς τῆς Μαρίας, καὶ ἀδελφὸς Ἰακώβου, καὶ Ἰωσῆτος, καὶ Ἰούδα, καὶ Σίμωνος; Καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς;” Καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. 4Καὶ ἔλεγεν αὐτοῖς ὁ ˚Ἰησοῦς, ὅτι “Οὐκ ἔστιν προφήτης ἄτιμος, εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ, καὶ ἐν τοῖς συγγενέσιν αὐτοῦ, καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ.” 5Καὶ οὐκ ἐδύνατο ἐκεῖ ποιῆσαι οὐδεμίαν δύναμιν, εἰ μὴ ὀλίγοις ἀρρώστοις, ἐπιθεὶς τὰς χεῖρας, ἐθεράπευσεν. 6Καὶ ἐθαύμασεν διὰ τὴν ἀπιστίαν αὐτῶν.

Καὶ περιῆγεν τὰς κώμας, κύκλῳ διδάσκων. 7Καὶ προσκαλεῖται τοὺς δώδεκα, καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων. 8Καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδὸν, εἰ μὴ ῥάβδον μόνον, μὴ ἄρτον, μὴ πήραν, μὴ εἰς τὴν ζώνην χαλκόν, 9ἀλλὰ ὑποδεδεμένους σανδάλια, καὶ μὴ ἐνδύσησθε δύο χιτῶνας. 10Καὶ ἔλεγεν αὐτοῖς, “Ὅπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν. 11Καὶ ὃς ἂν τόπος μὴ δέξηται ὑμᾶς, μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν, ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν, εἰς μαρτύριον αὐτοῖς.” 12Καὶ ἐξελθόντες, ἐκήρυξαν ἵνα μετανοῶσιν. 13Καὶ δαιμόνια πολλὰ ἐξέβαλλον, καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον.

14Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἡρῴδης, φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ, καὶ ἔλεγεν, ὅτι “Ἰωάννης ὁ βαπτίζων ἐγήγερται ἐκ νεκρῶν, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ.” 15Ἄλλοι δὲ ἔλεγον, ὅτι “Ἠλίας ἐστίν”· ἄλλοι δὲ ἔλεγον, ὅτι “Προφήτης, ὡς εἷς τῶν προφητῶν.” 16Ἀκούσας δὲ, ὁ Ἡρῴδης ἔλεγεν, ὅτι “Ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην, οὗτος ἠγέρθη!”

17Αὐτὸς γὰρ ὁ Ἡρῴδης, ἀποστείλας ἐκράτησεν τὸν Ἰωάννην, καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ διὰ Ἡρῳδιάδα, τὴν γυναῖκα Φιλίππου, τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν. 18Ἔλεγεν γὰρ ὁ Ἰωάννης τῷ Ἡρῴδῃ, ὅτι “Οὐκ ἔξεστίν σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου.” 19Ἡ δὲ Ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ, καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι, καὶ οὐκ ἠδύνατο· 20ὁ γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν Ἰωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν, καὶ ἀκούσας αὐτοῦ, πολλὰ ἠπόρει, καὶ ἡδέως αὐτοῦ ἤκουεν. 21Καὶ γενομένης ἡμέρας εὐκαίρου, ὅτε Ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ἐποίησεν, τοῖς μεγιστᾶσιν αὐτοῦ, καὶ τοῖς χιλιάρχοις, καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας. 22Καὶ εἰσελθούσης τῆς θυγατρὸς αὐτοῦ Ἡρῳδιάδος, καὶ ὀρχησαμένης ἤρεσεν τῷ Ἡρῴδῃ καὶ τοῖς συνανακειμένοις. Ὁ δὲ βασιλεὺς εἶπεν τῷ κορασίῳ, “Αἴτησόν με ὃ ἐὰν θέλῃς, καὶ δώσω σοι.” 23Καὶ ὤμοσεν αὐτῇ, ὅτι “Ὃ ἐάν αἰτήσῃς, με, δώσω σοι, ἕως ἡμίσους τῆς βασιλείας μου.” 24Καὶ ἐξελθοῦσα, εἶπεν τῇ μητρὶ αὐτῆς, “Τί αἰτήσωμαι;” Ἡ δὲ εἶπεν, “Τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτίζοντος.” 25Καὶ εἰσελθοῦσα εὐθὺς μετὰ σπουδῆς πρὸς τὸν βασιλέα, ᾐτήσατο λέγουσα, “Θέλω ἵνα ἐξαυτῆς δῷς μοι ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ.” 26Καὶ περίλυπος γενόμενος ὁ βασιλεὺς, διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους οὐκ ἠθέλησεν ἀθετῆσαι αὐτήν. 27Καὶ εὐθὺς ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτορα, ἐπέταξεν ἐνέγκαι τὴν κεφαλὴν αὐτοῦ. Καὶ ἀπελθὼν, ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ, 28καὶ ἤνεγκεν τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι, καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ, καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς. 29Καὶ ἀκούσαντες, οἱ μαθηταὶ αὐτοῦ ἦλθον, καὶ ἦραν τὸ πτῶμα αὐτοῦ, καὶ ἔθηκαν αὐτὸ ἐν μνημείῳ.

30Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν ˚Ἰησοῦν καὶ ἀπήγγειλαν αὐτῷ, πάντα ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν. 31Καὶ λέγει αὐτοῖς, “Δεῦτε ὑμεῖς αὐτοὶ κατʼ ἰδίαν εἰς ἔρημον τόπον, καὶ ἀναπαύσασθε ὀλίγον.” Ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί, καὶ οὐδὲ φαγεῖν εὐκαίρουν. 32Καὶ ἀπῆλθον ἐν τῷ πλοίῳ εἰς ἔρημον τόπον κατʼ ἰδίαν. 33Καὶ εἶδον αὐτοὺς ὑπάγοντας, καὶ ἐπέγνωσαν πολλοί, καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ, καὶ προῆλθον αὐτούς. 34Καὶ ἐξελθὼν, εἶδεν πολὺν ὄχλον καὶ ἐσπλαγχνίσθη ἐπʼ αὐτοὺς, ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα, καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά. 35Καὶ ἤδη ὥρας πολλῆς γενομένης, προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἔλεγον, ὅτι “Ἔρημός ἐστιν ὁ τόπος, καὶ ἤδη ὥρα πολλή· 36ἀπόλυσον αὐτούς, ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας, ἀγοράσωσιν ἑαυτοῖς τί φάγωσιν.” 37Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, “Δότε αὐτοῖς ὑμεῖς φαγεῖν.” Καὶ λέγουσιν αὐτῷ, “Ἀπελθόντες, ἀγοράσωμεν δηναρίων διακοσίων ἄρτους, καὶ δώσομεν αὐτοῖς φαγεῖν;” 38Ὁ δὲ λέγει αὐτοῖς, “Πόσους ἄρτους ἔχετε; Ὑπάγετε, ἴδετε.” Καὶ γνόντες λέγουσιν, “Πέντε καὶ δύο ἰχθύας.” 39Καὶ ἐπέταξεν αὐτοῖς ἀνακλῖναι πάντας, συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ. 40Καὶ ἀνέπεσον πρασιαὶ πρασιαὶ, κατὰ ἑκατὸν καὶ κατὰ πεντήκοντα. 41Καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν, εὐλόγησεν καὶ κατέκλασεν τοὺς ἄρτους, καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ, ἵνα παρατιθῶσιν αὐτοῖς, καὶ τοὺς δύο ἰχθύας ἐμέρισεν πᾶσιν. 42Καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν. 43Καὶ ἦραν κλάσματα δώδεκα κοφίνων πληρώματα, καὶ ἀπὸ τῶν ἰχθύων. 44Καὶ ἦσαν οἱ φαγόντες τοὺς ἄρτους, πεντακισχίλιοι ἄνδρες.

45Καὶ εὐθὺς ἠνάγκασεν τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον, καὶ προάγειν εἰς τὸ πέραν πρὸς Βηθσαϊδάν, ἕως αὐτὸς ἀπολύει τὸν ὄχλον. 46Καὶ ἀποταξάμενος αὐτοῖς, ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι.

47Καὶ ὀψίας γενομένης, ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης, καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς. 48Καὶ ἰδὼν αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν, ἦν γὰρ ὁ ἄνεμος ἐναντίος αὐτοῖς, περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς, ἔρχεται πρὸς αὐτοὺς, περιπατῶν ἐπὶ τῆς θαλάσσης, καὶ ἤθελεν παρελθεῖν αὐτούς. 49Οἱ, δὲ ἰδόντες αὐτὸν ἐπὶ τῆς θαλάσσης περιπατοῦντα, ἔδοξαν ὅτι φάντασμά ἐστιν, καὶ ἀνέκραξαν. 50Πάντες γὰρ αὐτὸν εἶδον, καὶ ἐταράχθησαν. Ὁ δὲ εὐθὺς ἐλάλησεν μετʼ αὐτῶν, καὶ λέγει αὐτοῖς, “Θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε.” 51Καὶ ἀνέβη πρὸς αὐτοὺς εἰς τὸ πλοῖον, καὶ ἐκόπασεν ὁ ἄνεμος. Καὶ λίαν ἐν ἑαυτοῖς ἐξίσταντο, 52οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις, ἀλλʼ ἦν αὐτῶν ἡ καρδία πεπωρωμένη.

53Καὶ διαπεράσαντες ἐπὶ τὴν γῆν ἦλθον εἰς Γεννησαρὲτ, καὶ προσωρμίσθησαν. 54Καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου, εὐθὺς ἐπιγνόντες αὐτὸν, 55περιέδραμον ὅλην τὴν χώραν ἐκείνην, καὶ ἤρξαντο ἐπὶ τοῖς κραβάττοις τοὺς κακῶς ἔχοντας περιφέρειν, ὅπου ἤκουον ὅτι ἐστίν. 56Καὶ ὅπου ἂν εἰσεπορεύετο εἰς κώμας, ἢ εἰς πόλεις, ἢ εἰς ἀγροὺς, ἐν ταῖς ἀγοραῖς ἐτίθεσαν τοὺς ἀσθενοῦντας, καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται· καὶ ὅσοι ἂν ἥψαντο αὐτοῦ ἐσῴζοντο.

7Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι καί τινες τῶν γραμματέων, ἐλθόντες ἀπὸ Ἱεροσολύμων, 2καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦ, ὅτι κοιναῖς χερσίν, τοῦτʼ ἔστιν ἀνίπτοις, ἐσθίουσιν τοὺς ἄρτους. 3(Οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι, ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας οὐκ ἐσθίουσιν, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων, 4καὶ ἀπʼ ἀγορᾶς ἐὰν μὴ βαπτίσωνται οὐκ ἐσθίουσιν, καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαβον κρατεῖν, βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ χαλκίων.) 5Καὶ ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς, “Διὰ τί οἱ μαθηταί σου οὐ περιπατοῦσιν κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, ἀλλὰ κοιναῖς χερσὶν ἐσθίουσιν τὸν ἄρτον;” 6Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, “Καλῶς ἐπροφήτευσεν Ἠσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς γέγραπται, ὅτι ‘Οὗτος ὁ λαὸς τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπʼ ἐμοῦ. 7Μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.’ 8Ἀφέντες τὴν ἐντολὴν τοῦ ˚Θεοῦ, κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων.”

9Καὶ ἔλεγεν αὐτοῖς, “Καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ ˚Θεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶν τηρήσητε. 10Μωϋσῆς γὰρ εἶπεν, ‘Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου’, καί, ‘Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω.’ 11Ὑμεῖς δὲ λέγετε, ‘Ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί, “Κορβᾶν”’, (ὅ ἐστιν “Δῶρον”), ‘“ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς”’, 12οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ πατρὶ ἢ τῇ μητρί, 13ἀκυροῦντες τὸν λόγον τοῦ ˚Θεοῦ τῇ παραδόσει ὑμῶν ᾗ παρεδώκατε. Καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.”

14Καὶ προσκαλεσάμενος πάλιν τὸν ὄχλον, ἔλεγεν αὐτοῖς, “Ἀκούετέ μου πάντες καὶ συνίετε: 15οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτὸν, ὃ δύναται αὐτὸν κοινῶσαι ἀλλὰ τὰ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενά, ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον.”

17Καὶ ὅτε εἰσῆλθεν εἰς οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ τὴν παραβολήν. 18Καὶ λέγει αὐτοῖς, “Οὕτως καὶ ὑμεῖς ἀσύνετοί ἐστε; Οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον, οὐ δύναται αὐτὸν κοινῶσαι, 19ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν, ἀλλʼ εἰς τὴν κοιλίαν, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται;” (Καθαρίζων πάντα τὰ βρώματα.) 20Ἔλεγεν δὲ, ὅτι “Τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον, ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον. 21Ἔσωθεν γὰρ ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται, πορνεῖαι, κλοπαί, φόνοι, μοιχεῖαι, 22πλεονεξίαι, πονηρίαι, δόλος, ἀσέλγεια, ὀφθαλμὸς πονηρός, βλασφημία, ὑπερηφανία, ἀφροσύνη. 23Πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται καὶ κοινοῖ τὸν ἄνθρωπον.”

24Ἐκεῖθεν δὲ ἀναστὰς, ἀπῆλθεν εἰς τὰ ὅρια Τύρου καὶ Σιδῶνος. Καὶ εἰσελθὼν εἰς οἰκίαν, οὐδένα ἤθελεν γνῶναι, καὶ οὐκ ἠδυνάσθη λαθεῖν. 25Ἀλλʼ εὐθὺς ἀκούσασα γυνὴ περὶ αὐτοῦ, ἧς εἶχεν τὸ θυγάτριον αὐτῆς πνεῦμα ἀκάθαρτον ἐλθοῦσα, προσέπεσεν πρὸς τοὺς πόδας αὐτοῦ. 26Ἡ δὲ γυνὴ ἦν Ἑλληνίς, Συροφοινίκισσα τῷ γένει, καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον ἐκβάλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς. 27Καὶ ἔλεγεν αὐτῇ, “Ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα, οὐ γάρ ἐστιν καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ τοῖς κυναρίοις βαλεῖν.” 28Ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ, “Ναί, ˚Κύριε, καὶ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης ἐσθίουσιν ἀπὸ τῶν ψιχίων τῶν παιδίων.” 29Καὶ εἶπεν αὐτῇ, “Διὰ τοῦτον τὸν λόγον ὕπαγε, ἐξελήλυθεν τὸ δαιμόνιον, ἐκ τῆς θυγατρός σου.” 30Καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς, εὗρεν τὸ παιδίον βεβλημένον ἐπὶ τὴν κλίνην, καὶ τὸ δαιμόνιον ἐξεληλυθός.

31Καὶ πάλιν ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου, ἦλθεν διὰ Σιδῶνος εἰς τὴν θάλασσαν τῆς Γαλιλαίας, ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως. 32Καὶ φέρουσιν αὐτῷ κωφὸν καὶ μογιλάλον, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα. 33Καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατʼ ἰδίαν, ἔβαλεν τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ, καὶ πτύσας, ἥψατο τῆς γλώσσης αὐτοῦ, 34καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν ἐστέναξεν, καὶ λέγει αὐτῷ, “Ἐφφαθά”, ὅ ἐστιν, “Διανοίχθητι”. 35Καὶ ἠνοίγησαν αὐτοῦ αἱ ἀκοαί, καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς. 36Καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ λέγωσιν. Ὅσον δὲ αὐτοῖς διεστέλλετο, αὐτοὶ μᾶλλον περισσότερον ἐκήρυσσον. 37Καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο λέγοντες, “Καλῶς πάντα πεποίηκεν, καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν, καὶ ἀλάλους λαλεῖν.”

8Ἐν ἐκείναις ταῖς ἡμέραις πάλιν, πολλοῦ ὄχλου ὄντος, καὶ μὴ ἐχόντων τί φάγωσιν, προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ, λέγει αὐτοῖς, 2“Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι, καὶ οὐκ ἔχουσιν τί φάγωσιν. 3Καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ. Καί τινες αὐτῶν ἀπὸ μακρόθεν ἥκασιν.” 4Καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, “Πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπʼ ἐρημίας;” 5Καὶ ἠρώτα αὐτούς, “Πόσους ἔχετε ἄρτους;” Οἱ δὲ εἶπαν, “Ἑπτά.” 6Καὶ παραγγέλλει τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς. Καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους, εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ, ἵνα παρατιθῶσιν, καὶ παρέθηκαν τῷ ὄχλῳ. 7Καὶ εἶχαν ἰχθύδια ὀλίγα· καὶ εὐλογήσας αὐτὰ, εἶπεν καὶ ταῦτα παρατιθέναι. 8Καὶ ἔφαγον καὶ ἐχορτάσθησαν, καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας. 9Ἦσαν δὲ οἱ φαγόντες ὡς τετρακισχίλιοι. Καὶ ἀπέλυσεν αὐτούς. 10Καὶ εὐθὺς ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ, ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά.

11Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι καὶ, ἤρξαντο συζητεῖν αὐτῷ, ζητοῦντες παρʼ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν. 12Καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει, “Τί ἡ γενεὰ αὕτη ζητεῖ σημεῖον; Ἀμὴν, λέγω ὑμῖν, εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον.” 13Καὶ ἀφεὶς αὐτοὺς, πάλιν ἐμβὰς ἀπῆλθεν εἰς τὸ πέραν.

14Καὶ ἐπελάθοντο λαβεῖν ἄρτους, καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθʼ ἑαυτῶν ἐν τῷ πλοίῳ. 15Καὶ διεστέλλετο αὐτοῖς λέγων, “Ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου.” 16Καὶ διελογίζοντο πρὸς ἀλλήλους, Ὅτι ἄρτους οὐκ ἔχουσιν. 17Καὶ γνοὺς, ὁ ˚Ἰησοῦς λέγει αὐτοῖς, “Τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; Οὔπω νοεῖτε, οὐδὲ συνίετε; Πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν; 18‘Ὀφθαλμοὺς ἔχοντες, οὐ βλέπετε; Καὶ ὦτα ἔχοντες, οὐκ ἀκούετε;’ Καὶ οὐ μνημονεύετε; 19Ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους, πόσους κοφίνους κλασμάτων πλήρεις ἤρατε;” Λέγουσιν αὐτῷ, “Δώδεκα.” 20“Ὅτε δὲ τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε;” καὶ λέγουσιν “Ἑπτά.” 21Καὶ ἔλεγεν αὐτοῖς, “Πῶς οὔπω συνίετε;”

22Καὶ ἔρχονται εἰς Βηθσαϊδάν, καὶ φέρουσιν αὐτῷ τυφλὸν, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται. 23Καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ, ἐξήνεγκεν αὐτὸν ἔξω τῆς κώμης, καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἐπηρώτα αὐτόν, “Εἴ τι βλέπεις;” 24Καὶ ἀναβλέψας ἔλεγεν, “Βλέπω τοὺς ἀνθρώπους, ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας.” 25Εἶτα πάλιν ἐπέθηκεν τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ διέβλεψεν καὶ ἀπεκατέστη καὶ ἐνέβλεπεν τηλαυγῶς ἅπαντα. 26Καὶ ἀπέστειλεν αὐτὸν εἰς οἶκον αὐτοῦ λέγων, “Μηδὲ εἰς τὴν κώμην εἰσέλθῃς.”

27Καὶ ἐξῆλθεν ὁ ˚Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου. Καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων αὐτοῖς, “Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι;” 28Οἱ δὲ εἶπαν αὐτῷ λέγοντες, ὅτι “Ἰωάννην τὸν Βαπτιστήν, καὶ ἄλλοι Ἠλίαν, ἄλλοι δὲ ὅτι εἷς τῶν προφητῶν.” 29Καὶ αὐτὸς ἐπηρώτα αὐτούς, “Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι;” Ἀποκριθεὶς δὲ ὁ Πέτρος λέγει αὐτῷ, “Σὺ εἶ ὁ ˚Χριστός.” 30Καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μηδενὶ λέγωσιν περὶ αὐτοῦ.

31Καὶ ἤρξατο διδάσκειν αὐτοὺς ὅτι δεῖ τὸν Υἱὸν τοῦ Ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι ὑπὸ τῶν πρεσβυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι. 32Καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. Καὶ προσλαβόμενος αὐτὸν, ὁ Πέτρος ἤρξατο ἐπιτιμᾶν αὐτῷ. 33Ὁ δὲ, ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ, ἐπετίμησεν τῷ Πέτρῳ καὶ λέγει, “Ὕπαγε ὀπίσω μου, Σατανᾶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ ˚Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.”

34Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ, εἶπεν αὐτοῖς, “Εἴ τις θέλει ὀπίσω μου ἀκολουθεῖν ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. 35Ὃς γὰρ ἐὰν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν, ὃς δʼ ἂν ἀπολέσει τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, σώσει αὐτήν. 36Τί γὰρ ὠφελεῖ ἄνθρωπον, κερδήσῃ τὸν κόσμον ὅλον καὶ ζημιωθῆναι τὴν ψυχὴν αὐτοῦ; 37Τί γὰρ δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; 38Ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ, τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ, μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.” 9Καὶ ἔλεγεν αὐτοῖς, “Ἀμὴν, λέγω ὑμῖν ὅτι εἰσίν τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσιν τὴν Βασιλείαν τοῦ ˚Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.”

2Καὶ μετὰ ἡμέρας ἓξ, παραλαμβάνει ὁ ˚Ἰησοῦς τὸν Πέτρον, καὶ τὸν Ἰάκωβον, καὶ τὸν Ἰωάννην, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατʼ ἰδίαν μόνους. Καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, 3καὶ τὰ ἱμάτια αὐτοῦ ἐγένετο στίλβοντα λευκὰ λίαν, οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται οὕτως λευκᾶναι. 4Καὶ ὤφθη αὐτοῖς Ἠλίας σὺν Μωϋσεῖ, καὶ ἦσαν συλλαλοῦντες τῷ ˚Ἰησοῦ. 5Καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ ˚Ἰησοῦ, “Ῥαββί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν τρεῖς σκηνάς, σοὶ μίαν, καὶ Μωϋσεῖ μίαν, καὶ Ἠλίᾳ μίαν.” 6Οὐ γὰρ ᾔδει τί ἀποκριθῇ· ἔκφοβοι γὰρ ἐγένοντο. 7Καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς, καὶ ἐγένετο φωνὴ ἐκ τῆς νεφέλης: “Οὗτός ἐστιν ὁ Υἱός μου, ὁ ἀγαπητός, ἀκούετε αὐτοῦ.” 8Καὶ ἐξάπινα περιβλεψάμενοι, οὐκέτι οὐδένα εἶδον, εἰ μὴ τὸν ˚Ἰησοῦν μόνον μεθʼ ἑαυτῶν.

9Καὶ καταβαινόντων αὐτῶν ἀπὸ τοῦ ὄρους, διεστείλατο αὐτοῖς ἵνα μηδενὶ ἃ εἶδον διηγήσωνται, εἰ μὴ ὅταν ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ. 10Καὶ τὸν λόγον ἐκράτησαν πρὸς ἑαυτοὺς, συζητοῦντες τί ἐστιν τὸ ἐκ νεκρῶν ἀναστῆναι. 11Καὶ ἐπηρώτων αὐτὸν λέγοντες, ὅτι “Λέγουσιν Οἱ γραμματεῖς ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον;” 12Ὁ δὲ ἔφη αὐτοῖς, “Ἠλίας μὲν ἐλθὼν πρῶτον ἀποκαθιστάνει πάντα, καὶ πῶς γέγραπται ἐπὶ τὸν Υἱὸν τοῦ Ἀνθρώπου, ἵνα πολλὰ πάθῃ καὶ ἐξουδενηθῇ; 13Ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ Ἠλίας ἐλήλυθεν, καὶ ἐποίησαν αὐτῷ ὅσα ἤθελον, καθὼς γέγραπται ἐπʼ αὐτόν.”

14Καὶ ἐλθόντες πρὸς τοὺς μαθητὰς, εἶδεν ὄχλον πολὺν περὶ αὐτοὺς, καὶ γραμματεῖς συζητοῦντας πρὸς αὐτούς. 15Καὶ εὐθὺς πᾶς ὁ ὄχλος ἰδόντες αὐτὸν ἐξεθαμβήθησαν, καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν. 16Καὶ ἐπηρώτησεν αὐτούς, “Τί συζητεῖτε πρὸς αὑτούς;” 17Καὶ ἀπεκρίθη αὐτῷ εἷς ἐκ τοῦ ὄχλου, “Διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρὸς σέ, ἔχοντα πνεῦμα ἄλαλον. 18Καὶ ὅπου ἐὰν αὐτὸν καταλάβῃ, ῥήσσει αὐτόν, καὶ ἀφρίζει καὶ τρίζει τοὺς ὀδόντας, καὶ ξηραίνεται. Καὶ εἶπα τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσιν, καὶ οὐκ ἴσχυσαν.” 19Ὁ δὲ ἀποκριθεὶς αὐτοῖς λέγει, “Ὦ γενεὰ ἄπιστος! Ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; Ἕως πότε ἀνέξομαι ὑμῶν; Φέρετε αὐτὸν πρός με.” 20Καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν. Καὶ ἰδὼν αὐτὸν, τὸ πνεῦμα εὐθὺς συνεσπάραξεν αὐτόν, καὶ πεσὼν ἐπὶ τῆς γῆς, ἐκυλίετο ἀφρίζων. 21Καὶ ἐπηρώτησεν τὸν πατέρα αὐτοῦ, “Πόσος χρόνος ἐστὶν, ὡς τοῦτο γέγονεν αὐτῷ;” Ὁ δὲ εἶπεν, “Ἐκ παιδιόθεν. 22Καὶ πολλάκις καὶ εἰς πῦρ αὐτὸν ἔβαλεν καὶ εἰς ὕδατα, ἵνα ἀπολέσῃ αὐτόν. Ἀλλʼ εἴ τι δύνῃ, βοήθησον ἡμῖν, σπλαγχνισθεὶς ἐφʼ ἡμᾶς.” 23Ὁ δὲ ˚Ἰησοῦς εἶπεν αὐτῷ, τὸ “Εἰ δύνῃ; Πάντα δυνατὰ τῷ πιστεύοντι.” 24Καὶ εὐθέως κράξας, ὁ πατὴρ τοῦ παιδίου ἔλεγεν, “Πιστεύω, βοήθει μου τῇ ἀπιστίᾳ!” 25Ἰδὼν δὲ ὁ ˚Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος, ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ, “τὸ ἄλαλον καὶ κωφὸν πνεῦμα, ἐγὼ ἐπιτάσσω σοι, ἔξελθε ἐξ αὐτοῦ, καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν.” 26Καὶ κράξας, καὶ πολλὰ σπαράξας, ἐξῆλθεν· καὶ ἐγένετο ὡσεὶ νεκρὸς, ὥστε τοὺς πολλοὺς λέγειν ὅτι ἀπέθανεν. 27Ὁ δὲ ˚Ἰησοῦς κρατήσας τῆς χειρὸς αὐτοῦ, ἤγειρεν αὐτόν, καὶ ἀνέστη. 28Καὶ εἰσελθόντος αὐτοῦ εἰς οἶκον, οἱ μαθηταὶ αὐτοῦ κατʼ ἰδίαν ἐπηρώτων αὐτόν, Ὅτι “Ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό;” 29Καὶ εἶπεν αὐτοῖς, “Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν, εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ.”

30Κἀκεῖθεν ἐξελθόντες, παρεπορεύοντο διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνοῖ· 31ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτοῦ, καὶ ἔλεγεν αὐτοῖς, ὅτι “Ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς, μετὰ τρεῖς ἡμέρας ἀναστήσεται.” 32Οἱ δὲ ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι.

33Καὶ ἦλθον εἰς Καφαρναούμ. Καὶ ἐν τῇ οἰκίᾳ γενόμενος, ἐπηρώτα αὐτούς, “Τί ἐν τῇ ὁδῷ διελογίζεσθε;” 34Οἱ δὲ ἐσιώπων, πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ, τίς μείζων. 35Καὶ καθίσας, ἐφώνησεν τοὺς δώδεκα καὶ λέγει αὐτοῖς, “Εἴ τις θέλει πρῶτος εἶναι, ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος.” 36Καὶ λαβὼν παιδίον, ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν, καὶ ἐναγκαλισάμενος αὐτὸ, εἶπεν αὐτοῖς, 37“Ὃς ἂν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ἂν ἐμὲ δέξηται, οὐκ ἐμὲ δέχεται, ἀλλὰ τὸν ἀποστείλαντά με.”

38Ἔφη αὐτῷ ὁ Ἰωάννης, “Διδάσκαλε, εἴδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, καὶ ἐκωλύομεν αὐτόν, ὅτι οὐκ ἠκολούθει ἡμῖν.” 39Ὁ δὲ ˚Ἰησοῦς εἶπεν, “Μὴ κωλύετε αὐτόν, οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου, καὶ δυνήσεται ταχὺ κακολογῆσαί με. 40Ὃς γὰρ οὐκ ἔστιν καθʼ ἡμῶν, ὑπὲρ ἡμῶν ἐστιν. 41Ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν ὀνόματι, ὅτι ˚Χριστοῦ ἐστε, ἀμὴν, λέγω ὑμῖν ὅτι οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.

42Καὶ ὃς ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται μύλος ὀνικὸς περὶ τὸν τράχηλον αὐτοῦ, καὶ βέβληται εἰς τὴν θάλασσαν. 43Καὶ ἐὰν σκανδαλίζῃ σε ἡ χείρ σου, ἀπόκοψον αὐτήν· καλόν ἐστίν σε κυλλὸν εἰσελθεῖν εἰς τὴν ζωὴν, ἢ τὰς δύο χεῖρας ἔχοντα ἀπελθεῖν εἰς τὴν Γέενναν, εἰς τὸ πῦρ τὸ ἄσβεστον. 45Καὶ ἐὰν ὁ πούς σου σκανδαλίζῃ σε, ἀπόκοψον αὐτόν· καλόν ἐστίν σε εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν, ἢ τοὺς δύο πόδας ἔχοντα βληθῆναι εἰς τὴν Γέενναν. 47Καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔκβαλε αὐτόν· καλόν σέ ἐστιν μονόφθαλμον εἰσελθεῖν εἰς τὴν Βασιλείαν τοῦ ˚Θεοῦ, ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν Γέενναν, 48ὅπου ‘ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται’.

49Πᾶς γὰρ πυρὶ ἁλισθήσεται. 50Καλὸν τὸ ἅλας, ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται, ἐν τίνι αὐτὸ ἀρτύσετε; Ἔχετε ἐν ἑαυτοῖς ἅλα, καὶ εἰρηνεύετε ἐν ἀλλήλοις.”

10Καὶ ἐκεῖθεν ἀναστὰς, ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίας, καὶ πέραν τοῦ Ἰορδάνου, καὶ συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν, καὶ ὡς εἰώθει, πάλιν ἐδίδασκεν αὐτούς.

2Καὶ προσελθόντες, Φαρισαῖοι ἐπηρώτων αὐτὸν, “Εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι;” Πειράζοντες αὐτόν. 3Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, “Τί ὑμῖν ἐνετείλατο Μωϋσῆς;” 4Οἱ δὲ εἶπαν, “Ἐπέτρεψεν Μωϋσῆς ‘βιβλίον ἀποστασίου γράψαι καὶ ἀπολῦσαι’.” 5Ὁ δὲ ˚Ἰησοῦς εἶπεν αὐτοῖς, “Πρὸς τὴν σκληροκαρδίαν ὑμῶν, ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην· 6ἀπὸ δὲ ἀρχῆς κτίσεως, ‘ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς’. 7‘Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται γυναῖκα αὑτοῦ 8καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν’. Ὥστε οὐκέτι εἰσὶν δύο, ἀλλὰ μία σάρξ 9Ὃ οὖν ὁ ˚Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.”

10Καὶ εἰς τὴν οἰκίαν πάλιν, οἱ μαθηταὶ περὶ τούτου ἐπηρώτων αὐτόν. 11Καὶ λέγει αὐτοῖς, “Ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, καὶ γαμήσῃ ἄλλην, μοιχᾶται ἐπʼ αὐτήν. 12Καὶ ἐὰν αὐτὴ ἀπολύσασα τὸν ἄνδρα αὐτῆς, γαμήσῃ ἄλλον, μοιχᾶται.”

13Καὶ προσέφερον αὐτῷ παιδία, ἵνα αὐτῶν ἅψηται· οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς. 14Ἰδὼν δὲ, ὁ ˚Ἰησοῦς ἠγανάκτησεν καὶ εἶπεν αὐτοῖς, “Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, καὶ μὴ κωλύετε αὐτά, τῶν γὰρ τοιούτων ἐστὶν ἡ Βασιλεία τοῦ ˚Θεοῦ. 15Ἀμὴν, λέγω ὑμῖν, ὃς ἂν μὴ δέξηται τὴν Βασιλείαν τοῦ ˚Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.” 16Καὶ ἐναγκαλισάμενος αὐτὰ, κατευλόγει τιθεὶς τὰς χεῖρας ἐπʼ αὐτά.

17Καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδὸν, προσδραμὼν εἷς καὶ γονυπετήσας αὐτὸν, ἐπηρώτα αὐτόν, “Διδάσκαλε ἀγαθέ, τί ποιήσω, ἵνα ζωὴν αἰώνιον κληρονομήσω;” 18Ὁ δὲ ˚Ἰησοῦς εἶπεν αὐτῷ, “Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ ˚Θεός. 19Τὰς ἐντολὰς οἶδας: ‘μὴ φονεύσῃς, μὴ μοιχεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς’, μὴ ἀποστερήσῃς, ‘Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα.’” 20Ὁ δὲ ἔφη αὐτῷ, “Διδάσκαλε, ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου.” 21Ὁ δὲ ˚Ἰησοῦς ἐμβλέψας αὐτῷ, ἠγάπησεν αὐτὸν καὶ εἶπεν αὐτῷ, “Ἕν σε ὑστερεῖ: ὕπαγε, ὅσα ἔχεις πώλησον, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο, ἀκολούθει μοι.” 22Ὁ δὲ, στυγνάσας ἐπὶ τῷ λόγῳ, ἀπῆλθεν λυπούμενος, ἦν γὰρ ἔχων κτήματα πολλά.

23Καὶ περιβλεψάμενος, ὁ ˚Ἰησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ, “Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες, εἰς τὴν Βασιλείαν τοῦ ˚Θεοῦ εἰσελεύσονται!” 24Οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ. Ὁ δὲ ˚Ἰησοῦς πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς, “Τέκνα, πῶς δύσκολόν ἐστιν εἰς τὴν Βασιλείαν τοῦ ˚Θεοῦ εἰσελθεῖν. 25Εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος διελθεῖν, ἢ πλούσιον εἰς τὴν Βασιλείαν τοῦ ˚Θεοῦ εἰσελθεῖν.” 26Οἱ δὲ περισσῶς ἐξεπλήσσοντο, λέγοντες πρὸς αὐτόν, “Καὶ τίς δύναται σωθῆναι;” 27Ἐμβλέψας αὐτοῖς, ὁ ˚Ἰησοῦς λέγει, “Παρὰ ἀνθρώποις ἀδύνατον, ἀλλʼ οὐ παρὰ ˚Θεῷ, πάντα γὰρ δυνατὰ παρὰ τῷ ˚Θεῷ.”

28Ἤρξατο λέγειν ὁ Πέτρος αὐτῷ, “Ἰδοὺ, ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήκαμέν σοι.” 29Ἔφη ὁ ˚Ἰησοῦς, “Ἀμὴν, λέγω ὑμῖν, οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν, ἢ ἀδελφοὺς, ἢ ἀδελφὰς, ἢ μητέρα, ἢ πατέρα, ἢ τέκνα, ἢ ἀγροὺς, ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, 30ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα νῦν ἐν τῷ καιρῷ τούτῳ, οἰκίας, καὶ ἀδελφοὺς, καὶ ἀδελφὰς, καὶ μητέρας, καὶ τέκνα, καὶ ἀγροὺς, μετὰ διωγμῶν, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ, ζωὴν αἰώνιον. 31Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ ἔσχατοι πρῶτοι.”

32Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα, καὶ ἦν προάγων αὐτοὺς ὁ ˚Ἰησοῦς, καὶ ἐθαμβοῦντο, οἱ δὲ ἀκολουθοῦντες ἐφοβοῦντο. Καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα, ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν. 33Ὅτι “Ἰδοὺ, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ τοῖς γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ, καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν. 34Καὶ ἐμπαίξουσιν αὐτῷ, καὶ ἐμπτύσουσιν αὐτῷ, καὶ μαστιγώσουσιν αὐτὸν, καὶ ἀποκτενοῦσιν, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστήσεται.”

35Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης, οἱ δύο υἱοὶ Ζεβεδαίου, λέγοντες αὐτῷ, “Διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμέν σε, ποιήσῃς ἡμῖν.” 36Ὁ δὲ εἶπεν αὐτοῖς, “Τί θέλετε με ποιήσω ὑμῖν;” 37Οἱ δὲ εἶπαν αὐτῷ, “Δὸς ἡμῖν, ἵνα εἷς σου ἐκ δεξιῶν, καὶ εἷς ἐξ εὐωνύμων καθίσωμεν ἐν τῇ δόξῃ σου.” 38Ὁ δὲ ˚Ἰησοῦς εἶπεν αὐτοῖς, “Οὐκ οἴδατε τί αἰτεῖσθε. Δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω, ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι;” 39Οἱ δὲ εἶπαν αὐτῷ, “Δυνάμεθα.” Ὁ δὲ ˚Ἰησοῦς εἶπεν αὐτοῖς, “Τὸ ποτήριον ὃ ἐγὼ πίνω, πίεσθε, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι, βαπτισθήσεσθε, 40τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου ἢ ἐξ εὐωνύμων, οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλʼ οἷς ἡτοίμασται.”

41Καὶ ἀκούσαντες, οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου. 42Καὶ προσκαλεσάμενος αὐτοὺς ὁ ˚Ἰησοῦς λέγει αὐτοῖς, “Οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν. 43Οὐχ οὕτως δέ ἐστιν ἐν ὑμῖν· ἀλλʼ ὃς ἂν θέλῃ μέγας γενέσθαι ἐν ὑμῖν, ἔσται ὑμῶν διάκονος, 44καὶ ὃς ἂν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος, ἔσται πάντων δοῦλος. 45Καὶ γὰρ ὁ Υἱὸς τοῦ Ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.”

46Καὶ ἔρχονται εἰς Ἰεριχώ. Καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἰεριχὼ, καὶ τῶν μαθητῶν αὐτοῦ, καὶ ὄχλου ἱκανοῦ, ὁ υἱὸς Τιμαίου, Βαρτιμαῖος, τυφλὸς προσαίτης, ἐκάθητο παρὰ τὴν ὁδόν. 47Καὶ ἀκούσας ὅτι ˚Ἰησοῦς ὁ Ναζωραῖός ἐστιν, ἤρξατο κράζειν καὶ λέγειν, “Υἱὲ Δαυὶδ, ˚Ἰησοῦ, ἐλέησόν με.” 48Καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ· ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν, “Υἱὲ Δαυίδ, ἐλέησόν με.” 49Καὶ στὰς, ὁ ˚Ἰησοῦς εἶπεν, “Φωνήσατε αὐτόν.” Καὶ φωνοῦσι τὸν τυφλὸν, λέγοντες αὐτῷ, “Θάρσει, ἔγειρε, φωνεῖ σε.” 50Ὁ δὲ, ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ ἀναπηδήσας, ἦλθεν πρὸς τὸν ˚Ἰησοῦν. 51Καὶ ἀποκριθεὶς αὐτῷ ὁ ˚Ἰησοῦς εἶπεν, “Τί σοι θέλεις ποιήσω;” Ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ, “Ῥαββουνί, ἵνα ἀναβλέψω.” 52Ὁ δὲ ˚Ἰησοῦς εἶπεν αὐτῷ, “Ὕπαγε, ἡ πίστις σου σέσωκέν σε.” Καὶ εὐθὺς ἀνέβλεψεν, καὶ ἠκολούθει αὐτῷ ἐν τῇ ὁδῷ.

11Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἱεροσόλυμα, εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ Ὄρος τῶν Ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ, 2καὶ λέγει αὐτοῖς, “Ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ εὐθὺς εἰσπορευόμενοι εἰς αὐτὴν, εὑρήσετε πῶλον δεδεμένον ἐφʼ ὃν οὐδεὶς ἀνθρώπων οὔπω ἐκάθισεν· λύσατε αὐτὸν καὶ φέρετε. 3Καὶ ἐάν τις ὑμῖν εἴπῃ, ‘Τί ποιεῖτε τοῦτο;’ Εἴπατε, ὅτι ‘Ὁ ˚Κύριος αὐτοῦ χρείαν ἔχει’, καὶ εὐθὺς αὐτὸν ἀποστέλλει πάλιν ὧδε.” 4Καὶ ἀπῆλθον, καὶ εὗρον πῶλον δεδεμένον πρὸς τὴν θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτόν. 5Καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς, “Τί ποιεῖτε λύοντες τὸν πῶλον;” 6Οἱ δὲ εἶπον αὐτοῖς καθὼς εἶπεν ὁ ˚Ἰησοῦς, καὶ ἀφῆκαν αὐτούς. 7Καὶ ἄγουσιν τὸν πῶλον πρὸς τὸν ˚Ἰησοῦν, καὶ ἐπιβάλλουσιν αὐτῷ τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπʼ αὐτόν. 8Καὶ πολλοὶ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν, ἄλλοι δὲ στιβάδας κόψαντες ἐκ τῶν ἀγρῶν. 9Καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον, “Ὡσαννά! ‘Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι ˚Κυρίου!’ 10Εὐλογημένη ἡ ἐρχομένη βασιλεία τοῦ πατρὸς ἡμῶν, Δαυίδ! Ὡσαννὰ ἐν τοῖς ὑψίστοις!”

11Καὶ εἰσῆλθεν εἰς Ἱεροσόλυμα, εἰς τὸ ἱερόν· καὶ περιβλεψάμενος πάντα, ὀψίας ἤδη οὔσης τῆς ὥρας, ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα.

12Καὶ τῇ ἐπαύριον, ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας, ἐπείνασεν. 13Καὶ ἰδὼν συκῆν ἀπὸ μακρόθεν ἔχουσαν φύλλα, ἦλθεν εἰ ἄρα τι εὑρήσει ἐν αὐτῇ, καὶ ἐλθὼν ἐπʼ αὐτὴν, οὐδὲν εὗρεν εἰ μὴ φύλλα, ὁ γὰρ καιρὸς οὐκ ἦν σύκων. 14Καὶ ἀποκριθεὶς εἶπεν αὐτῇ, “Μηκέτι εἰς τὸν αἰῶνα, ἐκ σοῦ μηδεὶς καρπὸν φάγοι.” Καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ.

15Καὶ ἔρχονται εἰς Ἱεροσόλυμα, καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν, ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ τοὺς ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψεν. 16Καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ. 17Καὶ ἐδίδασκεν καὶ ἔλεγεν αὐτοῖς, “Οὐ γέγραπται, ὅτι ‘Ὁ οἶκός μου, οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν’; Ὑμεῖς δὲ ἐποιήσατε αὐτὸν ‘σπήλαιον λῃστῶν’.” 18Καὶ ἤκουσαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσωσιν· ἐφοβοῦντο γὰρ αὐτόν, πᾶς γὰρ ὁ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ. 19Καὶ ὅταν ὀψὲ ἐγένετο, ἐξεπορεύοντο ἔξω τῆς πόλεως.

20Καὶ παραπορευόμενοι πρωῒ, εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν. 21Καὶ ἀναμνησθεὶς ὁ Πέτρος λέγει αὐτῷ, “Ῥαββί, ἴδε, ἡ συκῆ ἣν κατηράσω ἐξήρανται.” 22Καὶ ἀποκριθεὶς ὁ ˚Ἰησοῦς λέγει αὐτοῖς, “Ἔχετε πίστιν ˚Θεοῦ. 23Ἀμὴν, λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ, ‘Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν’, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ, ἀλλὰ πιστεύῃ ὅτι ὃ λαλεῖ γίνεται, ἔσται αὐτῷ. 24Διὰ τοῦτο λέγω ὑμῖν, πάντα ὅσα προσεύχεσθε καὶ αἰτεῖσθε, πιστεύετε ὅτι ἐλάβετε, καὶ ἔσται ὑμῖν. 25Καὶ ὅταν στήκητε προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος, ἵνα καὶ ὁ Πατὴρ ὑμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν.”

27Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα, καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ, ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς, καὶ οἱ γραμματεῖς, καὶ οἱ πρεσβύτεροι. 28Καὶ ἔλεγον αὐτῷ, “Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; Ἢ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην, ἵνα ταῦτα ποιῇς;” 29Ὁ δὲ ˚Ἰησοῦς εἶπεν αὐτοῖς, “Ἐπερωτήσω ὑμᾶς κἀγὼ ἕνα λόγον, καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. 30Τὸ βάπτισμα τὸ Ἰωάννου, ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; Ἀποκρίθητέ μοι.” 31Καὶ διελογίζοντο πρὸς ἑαυτοὺς λέγοντες, ἐὰν εἴπωμεν, ‘Ἐξ οὐρανοῦ’, ἐρεῖ, ‘Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ;’ 32Ἀλλὰ εἴπωμεν, ‘Ἐξ ἀνθρώπων’;” (Ἐφοβοῦντο τὸν ὄχλον, ἅπαντες γὰρ εἶχον τὸν Ἰωάννην ὄντως ὅτι προφήτης ἦν.) 33Καὶ ἀποκριθέντες τῷ ˚Ἰησοῦ λέγουσιν, “Οὐκ οἴδαμεν.” Καὶ ὁ ˚Ἰησοῦς λέγει αὐτοῖς, “Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.”

12Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς λαλεῖν: “Ἀμπελῶνα ἄνθρωπος ἐφύτευσεν, καὶ περιέθηκεν φραγμὸν, καὶ ‘ὤρυξεν ὑπολήνιον, καὶ ᾠκοδόμησεν πύργον’, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν. 2Καὶ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ τῶν καρπῶν τοῦ ἀμπελῶνος. 3Καὶ λαβόντες αὐτὸν, ἔδειραν καὶ ἀπέστειλαν κενόν. 4Καὶ πάλιν ἀπέστειλεν πρὸς αὐτοὺς ἄλλον δοῦλον, κἀκεῖνον ἐκεφαλίωσαν καὶ ἠτίμασαν. 5Καὶ ἄλλον ἀπέστειλεν, κἀκεῖνον ἀπέκτειναν, καὶ πολλοὺς ἄλλους, οὓς μὲν δέροντες, οὓς δὲ ἀποκτέννοντες. 6Ἔτι ἕνα εἶχεν υἱὸν ἀγαπητόν, ἀπέστειλεν αὐτὸν ἔσχατον πρὸς αὐτοὺς λέγων, ὅτι ‘Ἐντραπήσονται τὸν υἱόν μου.’ 7Ἐκεῖνοι δὲ οἱ γεωργοὶ πρὸς ἑαυτοὺς εἶπαν, ὅτι ‘Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε, ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία.’ 8Καὶ λαβόντες, ἀπέκτειναν αὐτόν, καὶ ἐξέβαλον αὐτὸν ἔξω τοῦ ἀμπελῶνος. 9Τί οὖν ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος; Ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργούς, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. 10Οὐδὲ τὴν Γραφὴν ταύτην ἀνέγνωτε: ‘Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· 11παρὰ ˚Κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν’;”

12Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι, καὶ ἐφοβήθησαν τὸν ὄχλον, ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπεν. Καὶ ἀφέντες αὐτὸν, ἀπῆλθον.

13Καὶ ἀποστέλλουσιν πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδιανῶν, ἵνα αὐτὸν ἀγρεύσωσιν λόγῳ. 14Καὶ ἐλθόντες, λέγουσιν αὐτῷ, “Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ, καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλʼ ἐπʼ ἀληθείας τὴν ὁδὸν τοῦ ˚Θεοῦ διδάσκεις. Ἔξεστιν δοῦναι κῆνσον Καίσαρι ἢ οὔ; Δῶμεν ἢ μὴ δῶμεν;” 15Ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν, εἶπεν αὐτοῖς, “Τί με πειράζετε; Φέρετέ μοι δηνάριον, ἵνα ἴδω.” 16Οἱ δὲ ἤνεγκαν. Καὶ λέγει αὐτοῖς, “Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή;” Οἱ δὲ εἶπαν αὐτῷ, “Καίσαρος.” 17Ὁ δὲ ˚Ἰησοῦς εἶπεν αὐτοῖς, “Τὰ Καίσαρος ἀπόδοτε Καίσαρι, καὶ τὰ τοῦ ˚Θεοῦ τῷ ˚Θεῷ.” Καὶ ἐξεθαύμαζον ἐπʼ αὐτῷ.

18Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν, οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι, καὶ ἐπηρώτων αὐτὸν λέγοντες, 19“Διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν, ὅτι ἐάν ‘Τινος ἀδελφὸς ἀποθάνῃ, καὶ καταλίπῃ γυναῖκα καὶ μὴ ἀφῇ τέκνα, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα, καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.’ 20Ἑπτὰ ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος ἔλαβεν γυναῖκα, καὶ ἀποθνῄσκων, οὐκ ἀφῆκεν σπέρμα· 21καὶ ὁ δεύτερος ἔλαβεν αὐτήν, καὶ ἀπέθανεν, μὴ καταλιπὼν σπέρμα, καὶ ὁ τρίτος ὡσαύτως. 22Καὶ οἱ ἑπτὰ, οὐκ ἀφῆκαν σπέρμα. Ἔσχατον πάντων καὶ, ἡ γυνὴ ἀπέθανεν. 23Ἐν τῇ ἀναστάσει, τίνος αὐτῶν ἔσται γυνή; Οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.” 24Ἔφη αὐτοῖς ὁ ˚Ἰησοῦς, “Οὐ διὰ τοῦτο πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφὰς, μηδὲ τὴν δύναμιν τοῦ ˚Θεοῦ; 25Ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλʼ εἰσὶν ὡς ἄγγελοι ἐν τοῖς οὐρανοῖς. 26Περὶ δὲ τῶν νεκρῶν, ὅτι ἐγείρονται, οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωϋσέως ἐπὶ τοῦ βάτου, πῶς εἶπεν αὐτῷ ὁ ˚Θεὸς λέγων, ‘Ἐγὼ ὁ ˚Θεὸς Ἀβραὰμ, καὶ ˚Θεὸς Ἰσαὰκ, καὶ ὁ ˚Θεὸς Ἰακώβ’; 27Οὐκ ἔστιν ˚Θεὸς νεκρῶν, ἀλλὰ ζώντων. Πολὺ πλανᾶσθε.”

28Καὶ προσελθὼν εἷς τῶν γραμματέων, ἀκούσας αὐτῶν συζητούντων, ἰδὼν ὅτι καλῶς ἀπεκρίθη αὐτοῖς, ἐπηρώτησεν αὐτόν, “Ποία ἐστὶν ἐντολὴ πρώτη πάντων;” 29ἀπεκρίθη ὁ ˚Ἰησοῦς, ὅτι “Πρώτη ἐστίν: ‘Ἄκουε, Ἰσραήλ, ˚Κύριος ὁ ˚Θεὸς ἡμῶν ˚Κύριος εἷς ἐστιν, 30καὶ ἀγαπήσεις ˚Κύριον τὸν ˚Θεόν σου, ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου.’ 31Δευτέρα αὕτη: ‘Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.’ Μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν.” 32Καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς, “Καλῶς, Διδάσκαλε, ἐπʼ ἀληθείας εἶπας, ὅτι ‘Εἷς ἐστιν, καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ’, 33καὶ, τὸ ‘Ἀγαπᾶν αὐτὸν ἐξ ὅλης τῆς καρδίας, καὶ ἐξ ὅλης τῆς συνέσεως, καὶ ἐξ ὅλης τῆς ἰσχύος’, καὶ, τὸ ‘Ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν’, περισσότερόν ἐστιν πάντων τῶν ὁλοκαυτωμάτων καὶ θυσιῶν.” 34Καὶ ὁ ˚Ἰησοῦς, ἰδὼν αὐτὸν, ὅτι νουνεχῶς ἀπεκρίθη, εἶπεν αὐτῷ, “Οὐ μακρὰν εἶ ἀπὸ τῆς Βασιλείας τοῦ ˚Θεοῦ.” Καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι.

35Καὶ ἀποκριθεὶς ὁ ˚Ἰησοῦς ἔλεγεν διδάσκων ἐν τῷ ἱερῷ, “Πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ ˚Χριστὸς, υἱὸς Δαυίδ ἐστιν; 36Αὐτὸς Δαυὶδ εἶπεν ἐν τῷ ˚Πνεύματι τῷ ἁγίῳ, ‘Εἶπεν ὁ ˚Κύριος τῷ ˚Κυρίῳ μου, “Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποκάτω τῶν ποδῶν σου.”’ 37Αὐτὸς Δαυὶδ λέγει αὐτὸν, ‘˚Κύριον’, καὶ πόθεν υἱός αὐτοῦ ἐστιν;” Καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως.

38Καὶ ἐν τῇ διδαχῇ αὐτοῦ, ἔλεγεν, “Βλέπετε ἀπὸ τῶν γραμματέων, τῶν θελόντων ἐν στολαῖς περιπατεῖν, καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, 39καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις, 40οἱ κατεσθίοντες τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσευχόμενοι. Οὗτοι λήμψονται περισσότερον κρίμα.”

41Καὶ καθίσας κατέναντι τοῦ γαζοφυλακίου, ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον· καὶ πολλοὶ πλούσιοι ἔβαλλον πολλά. 42Καὶ ἐλθοῦσα μία χήρα πτωχὴ ἔβαλεν λεπτὰ δύο, ὅ ἐστιν κοδράντης. 43Καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ, εἶπεν αὐτοῖς, “Ἀμὴν, λέγω ὑμῖν ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ, πλεῖον πάντων ἔβαλεν τῶν βαλλόντων εἰς τὸ γαζοφυλάκιον. 44Πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον, αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς.”

13Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ, λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ, “Διδάσκαλε, ἴδε, ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί!” 2Καὶ ὁ ˚Ἰησοῦς εἶπεν αὐτῷ, “Βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; Οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον, ὃς οὐ μὴ καταλυθῇ.”

3Καὶ καθημένου αὐτοῦ εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ, ἐπηρώτα αὐτὸν κατʼ ἰδίαν Πέτρος, καὶ Ἰάκωβος, καὶ Ἰωάννης, καὶ Ἀνδρέας, 4“Εἰπὸν ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα συντελεῖσθαι πάντα;” 5Ὁ δὲ ˚Ἰησοῦς ἤρξατο λέγειν αὐτοῖς, “Βλέπετε, μή τις ὑμᾶς πλανήσῃ. 6Πολλοὶ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες, ὅτι ‘Ἐγώ εἰμι’, καὶ πολλοὺς πλανήσουσιν. 7Ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· δεῖ γενέσθαι, ἀλλʼ οὔπω τὸ τέλος. 8Ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν. Ἔσονται σεισμοὶ κατὰ τόπους, ἔσονται λιμοί· ἀρχὴ ὠδίνων ταῦτα.

9Βλέπετε δὲ ὑμεῖς ἑαυτούς· παραδώσουσιν ὑμᾶς εἰς συνέδρια καὶ εἰς συναγωγὰς δαρήσεσθε, καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς. 10Καὶ εἰς πάντα τὰ ἔθνη πρῶτον δεῖ κηρυχθῆναι τὸ εὐαγγέλιον. 11Καὶ ὅταν ἄγωσιν ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί λαλήσητε, ἀλλʼ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τοῦτο λαλεῖτε, οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ ˚Πνεῦμα τὸ Ἅγιον. 12Καὶ παραδώσει ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς. 13Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. Ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.

14Ὅταν δὲ ἴδητε ‘τὸ βδέλυγμα τῆς ἐρημώσεως’, ἑστηκότα ὅπου οὐ δεῖ, ὁ ἀναγινώσκων νοείτω, τότε οἱ ἐν τῇ Ἰουδαίᾳ, φευγέτωσαν εἰς τὰ ὄρη, 15ὁ δὲ ἐπὶ τοῦ δώματος, μὴ καταβάτω, μηδὲ εἰσελθέτω ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ, 16καὶ ὁ εἰς τὸν ἀγρὸν, μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω, ἆραι τὸ ἱμάτιον αὐτοῦ. 17Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις! 18Προσεύχεσθε δὲ ἵνα μὴ γένηται χειμῶνος. 19Ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις, οἵα οὐ γέγονεν τοιαύτη, ἀπʼ ἀρχῆς κτίσεως ἣν ἔκτισεν ὁ ˚Θεὸς, ἕως τοῦ νῦν, καὶ οὐ μὴ γένηται. 20Καὶ εἰ μὴ ἐκολόβωσεν ˚Κύριος τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ. Ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς, οὓς ἐξελέξατο, ἐκολόβωσεν τὰς ἡμέρας. 21Καὶ τότε ἐάν τις ὑμῖν εἴπῃ, ‘Ἴδε, ὧδε ὁ ˚Χριστός’, ἢ ‘Ἴδε, ἐκεῖ’, μὴ πιστεύετε. 22Ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσιν σημεῖα καὶ τέρατα, πρὸς τὸ ἀποπλανᾶν εἰ δυνατὸν τοὺς ἐκλεκτούς. 23Ὑμεῖς δὲ βλέπετε· ἰδοὺ, προείρηκα ὑμῖν πάντα.

24Ἀλλὰ ἐν ἐκείναις ταῖς ἡμέραις, μετὰ τὴν θλῖψιν ἐκείνην, ‘ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς’, 25‘καὶ οἱ ἀστέρες ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες’, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται. 26Καὶ τότε ὄψονται ‘τὸν Υἱὸν τοῦ Ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις’, μετὰ δυνάμεως πολλῆς καὶ δόξης. 27Καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς αὐτοῦ, ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπʼ ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ.

28Ἀπὸ δὲ τῆς συκῆς, μάθετε τὴν παραβολήν: ὅταν ἤδη ὁ κλάδος αὐτῆς ἁπαλὸς γένηται, καὶ ἐκφύῃ τὰ φύλλα, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν. 29Οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. 30Ἀμὴν, λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, μέχρις οὗ ταῦτα πάντα γένηται. 31Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται.

32Περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ τῆς ὥρας, οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι ἐν οὐρανῷ, οὐδὲ ὁ Υἱός, εἰ μὴ ὁ Πατήρ. 33Βλέπετε, ἀγρυπνεῖτε, καὶ προσεύχεσθε, οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν. 34Ὡς ἄνθρωπος ἀπόδημος, ἀφεὶς τὴν οἰκίαν αὐτοῦ, καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ. 35Γρηγορεῖτε οὖν, οὐκ οἴδατε γὰρ, πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, ἢ ὀψὲ, ἢ μεσονύκτιον, ἢ ἀλεκτοροφωνίας, ἢ πρωΐ, 36μὴ ἐλθὼν ἐξαίφνης, εὕρῃ ὑμᾶς καθεύδοντας. 37Ὃ δὲ ὑμῖν λέγω, πᾶσιν λέγω, γρηγορεῖτε!”

14Ἦν δὲ τὸ Πάσχα καὶ τὰ Ἄζυμα μετὰ δύο ἡμέρας. Καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες, ἀποκτείνωσιν. 2Ἔλεγον γάρ, “Μὴ ἐν τῇ ἑορτῇ, μήποτε ἔσται θόρυβος τοῦ λαοῦ.”

3Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ, ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, κατακειμένου αὐτοῦ, ἦλθεν γυνὴ ἔχουσα ἀλάβαστρον μύρου, νάρδου πιστικῆς πολυτελοῦς· συντρίψασα τὴν ἀλάβαστρον, κατέχεεν αὐτοῦ τῆς κεφαλῆς. 4Ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτούς, “Εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν; 5Ἠδύνατο γὰρ τοῦτο τὸ μύρον πραθῆναι ἐπάνω δηναρίων τριακοσίων, καὶ δοθῆναι τοῖς πτωχοῖς.” Καὶ ἐνεβριμῶντο αὐτῇ. 6Ὁ δὲ ˚Ἰησοῦς εἶπεν, “Ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε; Καλὸν ἔργον ἠργάσατο ἐν ἐμοί. 7Πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθʼ ἑαυτῶν, καὶ ὅταν θέλητε, δύνασθε αὐτοῖς εὖ ποιῆσαι, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. 8Ὃ ἔσχεν ἐποίησεν, προέλαβεν μυρίσαι τὸ σῶμά μου εἰς τὸν ἐνταφιασμόν. 9Ἀμὴν, δὲ λέγω ὑμῖν, ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον εἰς ὅλον τὸν κόσμον, καὶ ὃ ἐποίησεν αὕτη, λαληθήσεται εἰς μνημόσυνον αὐτῆς.”

10Καὶ Ἰούδας Ἰσκαριὼθ, ὁ εἷς τῶν δώδεκα, ἀπῆλθεν πρὸς τοὺς ἀρχιερεῖς, ἵνα αὐτὸν παραδῷ αὐτοῖς. 11Οἱ δὲ ἀκούσαντες ἐχάρησαν, καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι. Καὶ ἐζήτει πῶς αὐτὸν εὐκαίρως παραδοῖ.

12Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν Ἀζύμων, ὅτε τὸ Πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, “Ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν, ἵνα φάγῃς τὸ Πάσχα;” 13Καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ, καὶ λέγει αὐτοῖς, “Ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος, κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ. 14Καὶ ὅπου ἐὰν εἰσέλθῃ, εἴπατε τῷ οἰκοδεσπότῃ, ὅτι ‘Ὁ διδάσκαλος λέγει, “Ποῦ ἐστιν τὸ κατάλυμά μου, ὅπου τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου φάγω;”’ 15Καὶ αὐτὸς ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον ἕτοιμον· ἐκεῖ ἑτοιμάσατε ἡμῖν.” 16Καὶ ἐξῆλθον οἱ μαθηταὶ, καὶ ἦλθον εἰς τὴν πόλιν, καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ Πάσχα.

17Καὶ ὀψίας γενομένης, ἔρχεται μετὰ τῶν δώδεκα. 18Καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων, ὁ ˚Ἰησοῦς εἶπεν, “Ἀμὴν, λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με, ὁ ἐσθίων μετʼ ἐμοῦ.” 19Ἤρξαντο λυπεῖσθαι, καὶ λέγειν αὐτῷ εἷς καθʼ εἷς, “Μήτι ἐγώ;” 20Ὁ δὲ εἶπεν αὐτοῖς, “Εἷς τῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετʼ ἐμοῦ εἰς τὸ τρύβλιον. 21ὅτι Ὁ μὲν Υἱὸς τοῦ Ἀνθρώπου ὑπάγει, καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ διʼ οὗ ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.”

22Καὶ ἐσθιόντων αὐτῶν, λαβὼν ἄρτον, εὐλογήσας, ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς, καὶ εἶπεν, “Λάβετε, τοῦτό ἐστιν τὸ σῶμά μου.” 23Καὶ λαβὼν ποτήριον, εὐχαριστήσας, ἔδωκεν αὐτοῖς, καὶ ἔπιον ἐξ αὐτοῦ πάντες. 24Καὶ εἶπεν αὐτοῖς, “Τοῦτό ἐστιν τὸ αἷμά μου τῆς διαθήκης, τὸ ἐκχυννόμενον ὑπὲρ πολλῶν. 25Ἀμὴν, λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γενήματος τῆς ἀμπέλου, ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν, ἐν τῇ Βασιλείᾳ τοῦ ˚Θεοῦ.”

26Καὶ ὑμνήσαντες, ἐξῆλθον εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν. 27Καὶ λέγει αὐτοῖς ὁ ˚Ἰησοῦς, ὅτι “Πάντες σκανδαλισθήσεσθε, ὅτι γέγραπται, ‘Πατάξω τὸν ποιμένα καὶ τὰ πρόβατα διασκορπισθήσονται.’ 28Ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με, προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.” 29Ὁ δὲ Πέτρος ἔφη αὐτῷ, “Εἰ καὶ πάντες σκανδαλισθήσονται, ἀλλʼ οὐκ ἐγώ.” 30Καὶ λέγει αὐτῷ ὁ ˚Ἰησοῦς, “Ἀμὴν, λέγω σοι ὅτι σὺ σήμερον, ταύτῃ τῇ νυκτὶ, πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι, τρίς με ἀπαρνήσῃ.” 31Ὁ δὲ ἐκπερισσῶς ἐλάλει, “Ἐὰν δέῃ με συναποθανεῖν σοι, οὐ μή σε ἀπαρνήσομαι.” Ὡσαύτως δὲ καὶ πάντες ἔλεγον.

32Καὶ ἔρχονται εἰς χωρίον, οὗ τὸ ὄνομα Γεθσημανί, καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ, “Καθίσατε ὧδε, ἕως προσεύξωμαι.” 33Καὶ παραλαμβάνει τὸν Πέτρον, καὶ τὸν Ἰάκωβον, καὶ τὸν Ἰωάννην, μετʼ αὐτοῦ, καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν. 34Καὶ λέγει αὐτοῖς, “Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε.” 35Καὶ προελθὼν μικρὸν, ἔπιπτεν ἐπὶ τῆς γῆς καὶ προσηύχετο ἵνα εἰ δυνατόν ἐστιν, παρέλθῃ ἀπʼ αὐτοῦ ἡ ὥρα. 36Καὶ ἔλεγεν, “Ἀββά, ὁ Πατήρ, πάντα δυνατά σοι. Παρένεγκε τὸ ποτήριον τοῦτο ἀπʼ ἐμοῦ· ἀλλʼ οὐ τί ἐγὼ θέλω, ἀλλὰ τί σύ.” 37Καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ, “Σίμων, καθεύδεις; Οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι; 38Γρηγορεῖτε καὶ προσεύχεσθε ἵνα μὴ ἔλθητε εἰς πειρασμόν. Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής.” 39Καὶ πάλιν ἀπελθὼν, προσηύξατο τὸν αὐτὸν λόγον εἰπών. 40Καὶ πάλιν ἐλθὼν, εὗρεν αὐτοὺς καθεύδοντας, ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ καταβαρυνόμενοι, καὶ οὐκ ᾔδεισαν τί ἀποκριθῶσιν αὐτῷ. 41Καὶ ἔρχεται τὸ τρίτον, καὶ λέγει αὐτοῖς, “Καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε. Ἀπέχει, ἦλθεν ἡ ὥρα. Ἰδοὺ, παραδίδοται ὁ Υἱὸς τοῦ Ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν. 42Ἐγείρεσθε, ἄγωμεν. Ἰδοὺ, ὁ παραδιδούς με ἤγγικεν!”

43Καὶ εὐθὺς ἔτι αὐτοῦ λαλοῦντος, παραγίνεται Ἰούδας, εἷς τῶν δώδεκα, καὶ μετʼ αὐτοῦ ὄχλος μετὰ μαχαιρῶν καὶ ξύλων, παρὰ τῶν ἀρχιερέων, καὶ τῶν γραμματέων, καὶ τῶν πρεσβυτέρων. 44Δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς λέγων, “Ὃν ἂν φιλήσω, αὐτός ἐστιν· κρατήσατε αὐτὸν, καὶ ἀπάγετε ἀσφαλῶς.” 45Καὶ ἐλθὼν εὐθὺς προσελθὼν αὐτῷ, λέγει, “Ῥαββὶ”, καὶ κατεφίλησεν αὐτόν. 46Οἱ δὲ ἐπέβαλαν τὰς χεῖρας αὐτῶν καὶ ἐκράτησαν αὐτόν. 47Εἷς δέ τις τῶν παρεστηκότων, σπασάμενος τὴν μάχαιραν, ἔπαισεν τὸν δοῦλον τοῦ ἀρχιερέως, καὶ ἀφεῖλεν αὐτοῦ τὸ ὠτάριον. 48Καὶ ἀποκριθεὶς ὁ ˚Ἰησοῦς εἶπεν αὐτοῖς, “Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; 49Καθʼ ἡμέραν ἤμην πρὸς ὑμᾶς ἐν τῷ ἱερῷ διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με· ἀλλʼ ἵνα πληρωθῶσιν αἱ Γραφαί.” 50Καὶ ἀφέντες αὐτὸν, ἔφυγον πάντες.

51Καὶ νεανίσκος τις συνηκολούθει αὐτῷ, περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ. Καὶ κρατοῦσιν αὐτόν, 52ὁ δὲ καταλιπὼν τὴν σινδόνα, γυμνὸς ἔφυγεν.

53Καὶ ἀπήγαγον τὸν ˚Ἰησοῦν πρὸς τὸν ἀρχιερέα, καὶ συνέρχονται αὐτῷ πάντες οἱ ἀρχιερεῖς, καὶ οἱ πρεσβύτεροι, καὶ οἱ γραμματεῖς. 54Καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ, ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως· καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν, καὶ θερμαινόμενος πρὸς τὸ φῶς. 55Οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ Συνέδριον ἐζήτουν κατὰ τοῦ ˚Ἰησοῦ μαρτυρίαν, εἰς τὸ θανατῶσαι αὐτόν, καὶ οὐχ ηὕρισκον. 56Πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατʼ αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν. 57Καί τινες ἀναστάντες, ἐψευδομαρτύρουν κατʼ αὐτοῦ λέγοντες, 58ὅτι “Ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος, ὅτι ‘Ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον, τὸν χειροποίητον, καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω.’” 59Καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν. 60Καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς μέσον, ἐπηρώτησεν τὸν ˚Ἰησοῦν λέγων, “Οὐκ ἀποκρίνῃ οὐδέν; Τί οὗτοί σου καταμαρτυροῦσιν;” 61Ὁ δὲ ἐσιώπα, καὶ οὐκ ἀπεκρίνατο οὐδέν. Πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν, καὶ λέγει αὐτῷ, “Σὺ εἶ ὁ ˚Χριστὸς, ὁ Υἱὸς τοῦ εὐλογητοῦ;” 62Ὁ δὲ ˚Ἰησοῦς εἶπεν, “Ἐγώ εἰμι. Καὶ ὄψεσθε τὸν Υἱὸν τοῦ Ἀνθρώπου ‘ἐκ δεξιῶν καθήμενον’ τῆς δυνάμεως, καὶ ‘ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ’.” 63Ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει, “Τί ἔτι χρείαν ἔχομεν μαρτύρων; 64Ἠκούσατε τῆς βλασφημίας. Τί ὑμῖν φαίνεται;” Οἱ δὲ πάντες κατέκριναν αὐτὸν, ἔνοχον εἶναι θανάτου. 65Καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ, καὶ περικαλύπτειν αὐτοῦ τὸ πρόσωπον, καὶ κολαφίζειν αὐτὸν, καὶ λέγειν αὐτῷ, “Προφήτευσον!” Καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ἔλαβον.

66Καὶ ὄντος τοῦ Πέτρου κάτω ἐν τῇ αὐλῇ, ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως, 67καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον, ἐμβλέψασα αὐτῷ λέγει, “Καὶ σὺ μετὰ τοῦ Ναζαρηνοῦ ἦσθα τοῦ ˚Ἰησοῦ.” 68Ὁ δὲ ἠρνήσατο λέγων, “Οὔτε οἶδα, οὔτε ἐπίσταμαι σὺ τί λέγεις”. Καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον. 69Καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν, ἤρξατο πάλιν λέγειν τοῖς παρεστῶσιν, ὅτι “Οὗτος ἐξ αὐτῶν ἐστιν.” 70Ὁ δὲ πάλιν ἠρνεῖτο. Καὶ μετὰ μικρὸν, πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ, “Ἀληθῶς ἐξ αὐτῶν εἶ, καὶ γὰρ Γαλιλαῖος εἶ”, 71ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύειν, ὅτι “Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον, ὃν λέγετε!” 72Καὶ εὐθὺς ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησεν. Καὶ ἀνεμνήσθη ὁ Πέτρος τὸ ῥῆμα ὡς εἶπεν αὐτῷ ὁ ˚Ἰησοῦς, ὅτι “Πρὶν ἀλέκτορα φωνῆσαι τρίς με ἀπαρνήσῃ”, καὶ ἐπιβαλὼν, ἔκλαιεν.

15Καὶ εὐθὺς πρωῒ, συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς, μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων, καὶ ὅλον τὸ Συνέδριον, δήσαντες τὸν ˚Ἰησοῦν, ἀπήνεγκαν καὶ παρέδωκαν Πιλάτῳ. 2Καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πιλᾶτος, “Σὺ εἶ ὁ Βασιλεὺς τῶν Ἰουδαίων;” Ὁ δὲ ἀποκριθεὶς αὐτῷ λέγει, “Σὺ λέγεις.” 3Καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά. 4Ὁ δὲ Πιλᾶτος πάλιν ἐπηρώτησεν αὐτὸν λέγων, “Οὐκ ἀποκρίνῃ οὐδέν; Ἴδε, πόσα σου κατηγοροῦσιν!” 5Ὁ δὲ ˚Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν Πιλᾶτον.

6Κατὰ δὲ ἑορτὴν, ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον, ὃν παρῃτοῦντο. 7Ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς, μετὰ τῶν στασιαστῶν δεδεμένος, οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν. 8Καὶ ἀναβὰς, ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι καθὼς ἐποίει αὐτοῖς. 9Ὁ δὲ Πιλᾶτος ἀπεκρίθη αὐτοῖς λέγων, “Θέλετε ἀπολύσω ὑμῖν τὸν Βασιλέα τῶν Ἰουδαίων;” 10Ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς. 11Οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον, ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς. 12Ὁ δὲ Πιλᾶτος πάλιν ἀποκριθεὶς ἔλεγεν αὐτοῖς, “Τί οὖν ποιήσω ὃν λέγετε τὸν Βασιλέα τῶν Ἰουδαίων;” 13Οἱ δὲ πάλιν ἔκραξαν, “Σταύρωσον αὐτόν!” 14Ὁ δὲ Πιλᾶτος ἔλεγεν αὐτοῖς, “Τί γὰρ ἐποίησεν κακόν;” Οἱ δὲ περισσῶς ἔκραξαν, “Σταύρωσον αὐτόν!” 15Ὁ δὲ Πιλᾶτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι, ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, καὶ παρέδωκεν τὸν ˚Ἰησοῦν φραγελλώσας, ἵνα σταυρωθῇ.

16Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ὅ ἐστιν πραιτώριον, καὶ συγκαλοῦσιν ὅλην τὴν σπεῖραν. 17Καὶ ἐνδιδύσκουσιν αὐτὸν πορφύραν, καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον, 18καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτόν, “Χαῖρε, Βασιλεῦ τῶν Ἰουδαίων!” 19Καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ, καὶ ἐνέπτυον αὐτῷ, καὶ τιθέντες τὰ γόνατα, προσεκύνουν αὐτῷ. 20Καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν, καὶ ἐνέδυσαν αὐτὸν τὰ ἴδια ἱμάτια αὐτοῦ. Καὶ ἐξάγουσιν αὐτὸν, ἵνα σταυρώσωσιν αὐτόν.

21Καὶ ἀγγαρεύουσιν παράγοντά τινα Σίμωνα Κυρηναῖον, ἐρχόμενον ἀπʼ ἀγροῦ, τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. 22Καὶ φέρουσιν αὐτὸν ἐπὶ τὸν Γολγοθᾶν, τόπον ὅ ἐστιν μεθερμηνευόμενος, “Κρανίου Τόπος”. 23Καὶ ἐδίδουν αὐτῷ, ἐσμυρνισμένον οἶνον, ὃς δὲ οὐκ ἔλαβεν. 24Καὶ σταυρώσαντες αὐτὸν, διαμερίζονται τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον ἐπʼ αὐτὰ, τίς τί ἄρῃ.

25Ἦν δὲ ὥρα τρίτη, καὶ ἐσταύρωσαν αὐτόν. 26Καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη, “Ὁ Βασιλεὺς τῶν Ἰουδαίων.” 27Καὶ σὺν αὐτῷ σταυροῦσιν δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων αὐτοῦ. 29Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν, κινοῦντες τὰς κεφαλὰς αὐτῶν, καὶ λέγοντες, “Οὐὰ, ὁ καταλύων τὸν ναὸν καὶ οἰκοδομῶν ἐν τρισὶν ἡμέραις, 30σῶσον σεαυτὸν, καταβὰς ἀπὸ τοῦ σταυροῦ!” 31Ὁμοίως καὶ οἱ ἀρχιερεῖς, ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον, “Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι. 32Ὁ ˚Χριστὸς, ὁ Βασιλεὺς Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν!” Καὶ οἱ συνεσταυρωμένοι σὺν αὐτῷ ὠνείδιζον αὐτόν.

33Καὶ γενομένης ὥρας ἕκτης, σκότος ἐγένετο ἐφʼ ὅλην τὴν γῆν, ἕως ὥρας ἐνάτης. 34Καὶ τῇ ἐνάτῃ ὥρᾳ, ἐβόησεν ὁ ˚Ἰησοῦς φωνῇ μεγάλῃ, “Ἐλωῒ, Ἐλωῒ, λεμὰ σαβαχθάνι;” Ὅ ἐστιν μεθερμηνευόμενον, “Ὁ ˚Θεός μου, ὁ ˚Θεός μου, εἰς τί ἐγκατέλιπές με;” 35Καί τινες τῶν παρεστηκότων, ἀκούσαντες ἔλεγον, “Ἴδε, Ἠλίαν φωνεῖ.” 36Δραμὼν δέ τις, καὶ γεμίσας σπόγγον ὄξους περιθεὶς καλάμῳ, ἐπότιζεν αὐτόν λέγων, “Ἄφετε, ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν.” 37Ὁ δὲ ˚Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην, ἐξέπνευσεν. 38Καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο, ἀπʼ ἄνωθεν ἕως κάτω. 39Ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτως ἐξέπνευσεν εἶπεν, “Ἀληθῶς οὗτος ὁ ἄνθρωπος Υἱὸς ˚Θεοῦ ἦν!”

40Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν αἷς καὶ Μαριὰμ ἡ Μαγδαληνὴ, καὶ Μαρία ἡ Ἰακώβου τοῦ μικροῦ καὶ Ἰωσῆ μήτηρ, καὶ Σαλώμη, 41αἳ ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα.

42Καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ ἦν παρασκευή, ὅ ἐστιν προσάββατον, 43ἐλθὼν Ἰωσὴφ ὁ ἀπὸ Ἁριμαθαίας, εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν Βασιλείαν τοῦ ˚Θεοῦ, τολμήσας, εἰσῆλθεν πρὸς τὸν Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ ˚Ἰησοῦ. 44Ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκεν, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα, ἐπηρώτησεν αὐτὸν εἰ ἤδη ἀπέθανεν. 45Καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος, ἐδωρήσατο τὸ πτῶμα τῷ Ἰωσήφ. 46Καὶ ἀγοράσας σινδόνα, καθελὼν αὐτὸν, ἐνείλησεν τῇ σινδόνι, καὶ ἔθηκεν αὐτὸν ἐν μνήματι ὃ ἦν λελατομημένον ἐκ πέτρας, καὶ προσεκύλισεν λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. 47Ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ, καὶ Μαρία ἡ Ἰωσῆ, ἐθεώρουν ποῦ τέθειται.

16Καὶ διαγενομένου τοῦ Σαββάτου, ἡ Μαρία ἡ Μαγδαληνὴ, καὶ Μαρία ἡ τοῦ Ἰακώβου, καὶ Σαλώμη, ἠγόρασαν ἀρώματα, ἵνα ἐλθοῦσαι ἀλείψωσιν αὐτόν. 2Καὶ λίαν πρωῒ μιᾷ τῶν σαββάτων, ἔρχονται ἐπὶ τὸ μνημεῖον, ἀνατείλαντος τοῦ ἡλίου. 3Καὶ ἔλεγον πρὸς ἑαυτάς, “Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον ἐκ τῆς θύρας τοῦ μνημείου;” 4Καὶ ἀναβλέψασαι θεωροῦσιν ὅτι ἀποκεκύλισται ὁ λίθος, ἦν γὰρ μέγας σφόδρα. 5Καὶ εἰσελθοῦσαι εἰς τὸ μνημεῖον, εἶδον νεανίσκον καθήμενον ἐν τοῖς δεξιοῖς, περιβεβλημένον στολὴν λευκήν, καὶ ἐξεθαμβήθησαν. 6Ὁ δὲ λέγει αὐταῖς, “Μὴ ἐκθαμβεῖσθε. ˚Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν, τὸν ἐσταυρωμένον. Ἠγέρθη! Οὐκ ἔστιν ὧδε· ἴδε, ὁ τόπος ὅπου ἔθηκαν αὐτόν. 7Ἀλλὰ ὑπάγετε, εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ, ὅτι ‘Προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε, καθὼς εἶπεν ὑμῖν.’” 8Καὶ ἐξελθοῦσαι, ἔφυγον ἀπὸ τοῦ μνημείου, εἶχεν γὰρ αὐτὰς τρόμος καὶ ἔκστασις, καὶ οὐδενὶ οὐδὲν εἶπον, ἐφοβοῦντο γάρ.