Open Bible Data Home  About  News  OET Key

OETOET-RVOET-LVULTUSTBSBBLBAICNTOEBWEBBEWMBBNETLSVFBVTCNTT4TLEBBBEMoffJPSWymthASVDRAYLTDrbyRVWbstrKJB-1769KJB-1611BshpsGnvaCvdlTNTWyclSR-GNTUHBBrLXXBrTrRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy DocumentBy Section By Chapter Details

NUMC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25C26C27C28C29C30C31C32C33C34C35C36

BrLXX NUM Chapter 11

NUM 11 ©

11Καὶ ἦν ὁ λαὸς γογγύζων πονηρὰ ἔναντι Κυρίου· καὶ ἤκουσε Κύριος, καὶ ἐθυμώθη ὀργῇ· καὶ ἐξεκαύθη ἐν αὐτοῖς πῦρ παρὰ Κυρίου, καὶ κατέφαγε μέρος τι τῆς παρεμβολῆς. 2Καὶ ἐκέκραξεν ὁ λαὸς πρὸς Μωυσῆν· καὶ ηὔξατο Μωυσῆς πρὸς Κύριον, καὶ ἐκόπασε τὸ πῦρ. 3Καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Ἐμπυρισμός· ὅτι ἐξεκαύθη ἐν αὐτοῖς παρὰ Κυρίου. 4Καὶ ὁ ἐπίμικτος ὁ ἐν αὐτοῖς ἐπεθύμησεν ἐπιθυμίαν· καὶ καθίσαντες ἔκλαιον καὶ οἱ υἱοὶ Ἰσραὴλ, καὶ εἶπαν, τίς ἡμᾶς ψωμιεῖ κρέα; 5Ἐμνήσθημεν τοὺς ἰχθύας, οὓς ἠσθίομεν ἐν Αἰγύπτῳ δωρεὰν. καὶ τοὺς σικύας, καὶ τοὺς πέπονας, καὶ τὰ πράσα, καὶ τὰ κρόμμυα, καὶ τὰ σκόρδα. 6Νυνὶ δὲ ἡ ψυχὴ ἡμῶν κατάξηρος· οὐδὲν πλὴν εἰς τὸ μάννα οἱ ὀφθαλμοὶ ἡμῶν. 7Τὸ δὲ μάννα ὡσεὶ σπέρμα κορίου ἐστὶ, καὶ τὸ εἶδος αὐτοῦ εἶδος κρυστάλλου. 8Καὶ διεπορεύετο ὁ λαὸς, καὶ συνέλεγον, καὶ ἤληθον αὐτὸ ἐν τῷ μύλῳ, καὶ ἔτριβον ἐν τῇ θυΐᾳ, καὶ ἥψουν αὐτὸ ἐν τῇ χύτρᾳ, καὶ ἐποίουν αὐτὸ ἐνκρυφίας· καὶ ἦν ἡ ἡδονὴ αὐτοῦ ὡσεὶ γεῦμα ἐγκρὶς ἐξ ἐλαίου. 9Καὶ ὅταν κατέβη ἡ δρόσος ἐπὶ τὴν παρεμβολὴν νυκτὸς, κατέβαινε τὸ μάννα ἐπʼ αὐτῆς.

10Καὶ ἤκουσε Μωυσῆς κλαίοντων αὐτῶν κατά δήμους αὐτῶν, ἕκαστον ἐπὶ τῆς θύρας αὐτοῦ· καὶ ἐθυμώθη ὀργῇ Κύριος σφόδρα· καὶ ἔναντι Μωυσῆ ἦν πονηρόν. 11Καὶ εἶπε Μωυσῆς πρὸς Κύριον, ἱνατί ἐκάκωσας τὸν θεράποντά σου, καὶ διατί οὐχ εὕρηκα χάριν ἐναντίον σου, ἐπιθεῖναι τὴν ὁρμὴν τοῦ λαοῦ τούτου ἐπʼ ἐμέ; 12Μὴ ἐγὼ ἐν γαστρὶ ἔλαβον πάντα τὸν λαὸν τοῦτον, ἢ ἐγὼ ἔτεκον αὐτούς; ὅτι λέγεις μοι, λάβε αὐτὸν εἰς τὸν κόλπον σου, ὡσεὶ ἄραι τιθηνὸς τὸν θηλάζοντα, εἰς τὴν γῆν ἣν ὤμοσας τοῖς πατράσιν αὐτῶν; 13Πόθεν μοι κρέα, δοῦναι παντὶ τῷ λαῷ τούτῳ; ὅτι κλαίουσιν ἐπʼ ἐμοὶ, λέγοντες, δὸς ἡμῖν κρέα, ἵνα φάγωμεν. 14Οὐ δυνήσομαι ἐγὼ μόνος φέρειν τὸν λαὸν τοῦτον, ὅτι βαρύτερόν μοι ἐστὶ τὸ ῥῆμα τοῦτο. 15Εἰ δʼ οὕτω σὺ ποιεῖς μοι, ἀπόκτεινόν με ἀναιρέσει, εἰ εὕρηκα ἔλεος παρὰ σοὶ, ἵνα μὴ ἴδω τὴν κάκωσίν μου.

16Καὶ εἶπε Κύριος πρὸς Μωυσῆς, συνάγαγέ μοι ἑβδομήκοντα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων Ἰσραήλ, οὓς αὐτὸς σὺ οἶδας, ὅτι οὗτοί εἰσι πρεσβύτεροι τοῦ λαοῦ καὶ γραμματεῖς αὐτῶς· καὶ ἄξεις αὐτοὺς πρὸς τὴν σκηνὴν τοῦ μαρτυρίου, καὶ στήσονται ἐκεῖ μετὰ σοῦ. 17Καὶ καταβήσομαι, καὶ λαλήσω ἐκεῖ μετὰ σοῦ· καὶ ἀφελῶ ἀπὸ τοῦ πνεύματος τοῦ ἐπὶ σοὶ, καὶ ἐπιθήσω ἐπʼ αὐτούς· καὶ συναντιλήψονται μετὰ σοῦ τὴν ὁρμὴν τοῦ λαοῦ, καὶ οὐκ οἴσεις αὐτὸς σὺ μόνος. 18Καὶ τῷ λαῷ ἐρεῖς, ἁγνίσασθε εἰς αὔριον, καὶ φάγεσθε κρέα· ὅτι ἐκλαύσατε ἔναντι Κυρίου, λέγοντες, τίς ἡμᾶς ψωμιεῖ κρέα; ὅτι καλὸν ἡμῖν ἐστιν ἐν Αἰγυπτῳ· καὶ δώσει Κύριος ὑμῖν φαγεῖν κρέα, καὶ φάγεσθε κρέα. 19Οὐχ ἡμέραν μίαν φάγεσθε, οὐ δὲ δύο, οὐ δὲ πέντε ἡμέρας, οὐ δὲ δέκα ἡμέρας, οὐ δὲ εἴκοσι ἡμέρας, 20ἕως μηνὸς ἡμερῶν φάγεσθε, ἕως ἂν ἐξέλθῃ ἐκ τῶν μυκτήρων ὑμῶν· καὶ ἔσται ὑμῖν εἰς χολέραν, ὅτι ἠπειθήσατε Κυρίῳ, ὅς ἐστιν ἐν ὑμῖν, καὶ ἐκλαύσατε ἐναντίον αὐτοῦ, λέγοντες, ἱνατί ἡμῖν ἐξελθεῖν ἐξ Αἰγύπτου; 21Καὶ εἶπε Μωυσῆς, ἑξακόσιαι χιλιάδες πεζῶν ὁ λαὸς, ἐν οἷς εἰμι ἐν αὐτοῖς· καὶ σὺ εἶπας, κρέα δώσω αὐτοῖς φαγεῖν, καὶ φάγονται μῆνα ἡμερῶν· 22Μὴ πρόβατα καὶ βόες σφαγήσονται αὐτοῖς, καὶ ἀρκέσει αὐτοῖς; ἢ πᾶν τὸ ὄψος τῆς θαλάσσης συναχθήσεται αὐτοῖς, καὶ ἀρκέσει αὐτοῖς; 23Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, μὴ χεὶρ Κυρίου οὐκ ἐξαρκέσει; ἤδη γνώσῃ εἰ ἐπικαταλήμψεταί σε ὁ λόγος μου ἢ οὔ.

24Καὶ ἐξῆλθε Μωυσῆς, καὶ ἐλάλησε πρὸς τὸν λαὸν τὰ ῥήματα Κυρίου· καὶ συνήγαγεν ἑβδομήκοντα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ, καὶ ἔστησεν αὐτὸς κύκλῳ τῆς σκηνῆς. 25Καὶ κατέβη Κύριος ἐν νεφέλῃ, καὶ ἐλάλησε πρὸς αὐτόν· καὶ παρείλατο ἀπὸ τοῦ πνεύματος τοῦ ἐπʼ αὐτῷ, καὶ ἐπέθηκεν ἐπὶ τοὺς ἑβδομήκοντα ἄνδρας τοὺς πρεσβυτέρους· ὡς δὲ ἐπανεπαύσατο πνεῦμα ἐπʼ αὐτοὺς, καὶ ἐπροφήτευσαν, καὶ οὐκ ἔτι προσέθεντο. 26Καὶ κατελείφθησαν δύο ἄνδρες ἐν τῇ παρεμβολῇ, ὄνομα τῷ ἑνὶ Ἑλδὰδ, καὶ ὄνομα τῷ δευτέρῳ Μωδάδ· καὶ ἐπανεπαύσατο ἐπʼ αὐτοὺς πνεῦμα· καὶ οὗτοι ἦσαν τῶν καταγεγραμμένων, καὶ οὐκ ἦλθον πρὸς τὴν σκηνήν· καὶ ἐπροφήτευσαν ἐν τῇ παρεμβολῇ. 27Καὶ προσδραμὼν ὁ νεανίσκος, ἀπήγγειλε Μωυσῇ· καὶ εἶπε, λέγων, Ἑλδὰδ καὶ Μωδὰδ προφητεύουσιν ἐν τῇ παρεμβολῇ. 28Καὶ ἀποκριθεὶς Ἰησοῦς ὁ τοῦ Ναυὴ, ὁ παρεστηκὼς Μωυσῇ, ὁ ἐκλεκτὸς, εἶπε, κύριε Μωυσῆ, κώλυσον αὐτούς. 29Καὶ εἶπε Μωυσῆς αὐτῷ, μὴ ζηλοῖς ἐμέ; καὶ τίς δῴη πάντα τὸν λαὸν Κυρίου προφήτας, ὅταν δῷ Κύριος τὸ πνεῦμα αὐτοῦ ἐπʼ αὐτούς; 30Καὶ ἀπῆλθε Μωυσῆς εἰς τὴν παρεμβολὴν αὐτὸς καὶ οἱ πρεσβύτεροι Ἰσραήλ.

31Καὶ πνεῦμα ἐξῆλθε παρὰ Κυρίου, καὶ ἐξεπέρασεν ὀρτυγομήτραν ἀπὸ τῆς θαλάσσης· καὶ ἐπέβαλεν ἐπὶ τὴν παρεμβολὴν ὁδὸν ἡμέρας ἐντεῦθεν, καὶ ὁδὸν ἡμέρας ἐντεῦθεν, κύκλῳ τῆς παρεμβολῆς, ὡσεὶ δίπηχυ ἀπὸ τῆς γῆς. 32Καὶ ἀναστὰς ὁ λαὸς ὅλην τὴν ἡμέραν, καὶ ὅλην τὴν νύκτα, καὶ ὅλην τὴν ἡμέραν τὴν ἐπαύριον, καὶ συνήγαγον τὴν ὀρτυγομήτραν· ὁ τὸ ὀλίγον, συνήγαγε δέκα κόρους· καὶ ἔψυξαν ἑαυτοῖς ψυγμοὺς κύκλῳ τῆς παρεμβολῆς. 33Τὰ κρέα ἔτι ἦν ἐν τοῖς ὀδοῦσιν αὐτῶν πρινὴ ἐκλείπειν, καὶ Κύριος ἐθυμώθη εἰς τὸν λαὸν, καὶ ἐπάταξε Κύριος τὸν λαὸν πληγὴν μεγάλην σφόδρα. 34Καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Μνήματα τῆς ἐπιθυμίας· ὅτι ἐκεῖ ἔθαψαν τὸν λαὸν τὸν ἐπιθυμητήν. 35Ἀπὸ Μνημάτων ἐπιθυμίας ἐξῇρεν ὁ λαὸς εἰς Ἀσηρώθ· καὶ ἐγένετο ὁ λαὸς ἐν Ἀσηρώθ.

NUM 11 ©

NUMC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25C26C27C28C29C30C31C32C33C34C35C36