Open Bible Data Home About News OET Key
OET OET-RV OET-LV ULT UST BSB BLB AICNT OEB WEBBE WMBB NET LSV FBV TCNT T4T LEB BBE Moff JPS Wymth ASV DRA YLT Drby RV Wbstr KJB-1769 KJB-1611 Bshps Gnva Cvdl TNT Wycl SR-GNT UHB BrLXX BrTr Related Topics Parallel Interlinear Reference Dictionary Search
BrLXX By Document By Section By Chapter Details
BrLXX GEN EXO LEV NUM DEU JOS JDG RUTH 1SA 2SA 1KI 2KI 1CH 2CH EZRA JOB PSA PRO ECC SNG ISA JER LAM EZE DNG HOS JOEL AMOS OBA YNA MIC NAH HAB ZEP HAG ZEC MAL TOB JDT ESG WIS SIR BAR LJE SUS BEL 1MA 2MA 3MA 4MA GES MAN
PSA Ps1 Ps2 Ps3 Ps4 Ps5 Ps6 Ps7 Ps8 Ps9 Ps10 Ps11 Ps12 Ps13 Ps14 Ps15 Ps16 Ps17 Ps18 Ps19 Ps20 Ps21 Ps22 Ps23 Ps24 Ps25 Ps26 Ps27 Ps28 Ps29 Ps30 Ps31 Ps32 Ps33 Ps34 Ps35 Ps36 Ps37 Ps38 Ps39 Ps40 Ps41 Ps42 Ps43 Ps44 Ps45 Ps46 Ps47 Ps48 Ps49 Ps50 Ps51 Ps52 Ps53 Ps54 Ps55 Ps56 Ps57 Ps58 Ps59 Ps60 Ps61 Ps62 Ps63 Ps64 Ps65 Ps66 Ps67 Ps68 Ps69 Ps70 Ps71 Ps72 Ps73 Ps74 Ps75 Ps76 Ps77 Ps78 Ps79 Ps80 Ps81 Ps82 Ps83 Ps84 Ps85 Ps86 Ps87 Ps88 Ps89 Ps90 Ps91 Ps92 Ps93 Ps94 Ps95 Ps96 Ps97 Ps98 Ps99 Ps100 Ps101 Ps102 Ps103 Ps104 Ps105 Ps106 Ps107 Ps108 Ps109 Ps110 Ps111 Ps112 Ps113 Ps114 Ps115 Ps116 Ps117 Ps118 Ps119 Ps120 Ps121 Ps122 Ps123 Ps124 Ps125 Ps126 Ps127 Ps128 Ps129 Ps130 Ps131 Ps132 Ps133 Ps134 Ps135 Ps136 Ps137 Ps138 Ps139 Ps140 Ps141 Ps142 Ps143 Ps144 Ps145 Ps146 Ps147 Ps148 Ps149 Ps150 Ps151
108
108 Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυίδ.Ὁ Θεὸς τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς, 2 ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπʼ ἐμὲ ἠνοίχθη· ἐλάλησαν κατʼ ἐμοῦ γλώσσῃ δολίᾳ, 3 καὶ λόγοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησάν με δωρέαν. 4 Ἀντὶ τοῦ ἀγαπᾷν με, ἐνδιέβαλλόν με, ἐγὼ δὲ προσηυχόμην. 5 Καὶ ἔθεντο κατʼ ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου.
6 Κατάστησον ἐπʼ αὐτὸν ἁμαρτωλὸν, καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ. 7 Ἐν τῷ κρίνεσθαι αὐτὸν, ἐξέλθοι καταδεδικασμένος, καὶ ἡ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν. 8 Γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος. 9 Γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοὶ, καὶ ἡ γυνὴ αὐτοῦ χήρα. 10 Σαλευόμενοι μεταναστήτωσαν οἱ υἱοὶ αὐτοῦ, καὶ ἐπαιτησάτωσαν, ἐκβληθήτωσαν ἐκ τῶν οἰκοπέδων αὐτῶν. 11 Ἐξερευνησάτω δανειστὴς πάντα ὅσα ὑπάρχει αὐτῷ, καὶ διαρπασάτωσαν ἀλλότριοι τοὺς πόνους αὐτοῦ. 12 Μὴ ὑπαρξάτω αὐτῷ ἀντιλήμπτωρ, μηδὲ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ. 13 Γενηθήτω τὰ τέκνα αὐτοῦ εἰς ἐξολόθρευσιν, ἐν γενεᾷ μιᾷ ἐξαλειφθείη τὸ ὄνομα αὐτοῦ. 14 Ἀναμνησθείη ἡ ἀνομία τῶν πατέρων αὐτοῦ ἔναντι Κυρίου, καὶ ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη. 15 Γενηθήτωσαν ἐναντίον Κυρίου διαπαντὸς, καὶ ἐξολοθρευθείη ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν·
16 Ἀνθʼ ὧν οὐκ ἐμνήσθη ποιῆσαι ἔλεος, καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν, καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι. 17 Καὶ ἠγάπησε κατάραν, καὶ ἥξει αὐτῷ, καὶ οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπʼ αὐτοῦ. 18 Καὶ ἐνεδύσατο κατάραν ὡς ἱμάτιον, καὶ εἰσῆλθεν ὡσεὶ ὕδωρ εἰς τὰ ἔγκατα αὐτοῦ, καὶ ὡσεὶ ἔλαιον ἐν τοῖς ὀστέοις αὐτοῦ. 19 Γενηθήτω αὐτῷ ὡς ἱμάτιον ὃ περιβάλλεται, καὶ ὡσεὶ ζώνη ἣν διαπαντὸς περιζώννυται. 20 Τοῦτο τὸ ἔργον τῶν ἐνδιαβαλλόντων με παρὰ Κυρίου, καὶ τῶν λαλούντων πονηρὰ κατὰ τῆς ψυχῆς μου.
21 Καὶ σὺ Κύριε Κύριε ποίησον μετʼ ἐμοῦ ἕνεκεν τοῦ ὀνόματός σου, ὅτι χρηστὸν τὸ ἔλεός σου. 22 Ῥῦσαί με ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγὼ, καὶ ἡ καρδία μου τετάρακται ἐντός μου. 23 Ὡσεὶ σκιὰ ἐν τῷ ἐκκλῖναι αὐτὴν ἀντανῃρέθην, ἐξετινάχθην ὡσεὶ ἀκρίδες. 24 Τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη διʼ ἔλαιον. 25 Κᾀγὼ ἐγενήθην ὄνειδος αὐτοῖς· εἴδοσάν με, ἐσάλευσαν κεφαλὰς αὐτῶν.
26 Βοήθησόν μοι Κύριε ὁ Θεός μου, καὶ σῶσόν με κατὰ τὸ ἔλεός σου. 27 Καὶ γνώτωσαν ὅτι ἡ χείρ σου αὕτη, καὶ σὺ Κύριε ἐποίησας αὐτήν. 28 Καταράσονται αὐτοὶ, καὶ σὺ εὐλογήσεις· οἱ ἐπανιστάμενοί μοι αἰσχυνθήτωσαν, ὁ δὲ δοῦλός σου εὐφρανθήσεται. 29 Ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπήν· καὶ περιβαλέσθωσαν ὡς διπλοΐδα αἰσχύνην αὐτῶν. 30 Ἐξομολογήσομαι τῷ Κυρίῳ σφόδρα ἐν τῷ στόματί μου, καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν· 31 Ὅτι παρέστη ἐκ δεξιῶν πένητος, τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου.