Open Bible Data Home About News OET Key
OET OET-RV ULT UST BSB OEB WEBBE NET TCNT T4T LEB Wymth RV KJB-1769 KJB-1611 BrLXX Related Topics Parallel Interlinear Reference Dictionary Search
BrLXX By Document By Section By Chapter Details
BrLXX GEN EXO LEV NUM DEU JOS JDG RUTH 1SA 2SA 1KI 2KI 1CH 2CH EZRA JOB PSA PRO ECC SNG ISA JER LAM EZE DNG HOS JOEL AMOS OBA YNA MIC NAH HAB ZEP HAG ZEC MAL TOB JDT ESG WIS SIR BAR LJE SUS BEL 1MA 2MA 3MA 4MA GES MAN
PRO C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31
29 Κρείσσων ἀνὴρ ἐλέγχων ἀνδρὸς σκληροτραχήλου, ἐξαπίνης γὰρ φλεγομένου αὐτοῦ οὐκ ἔστιν ἴασις. 2 Ἐγκωμιαζομένων δικαίων εὐφρανθήσονται λαοὶ, ἀρχόντων δὲ ἀσεβῶν στένουσιν ἄνδρες. 3 Ἀνδρὸς φιλοῦντος σοφίαν εὐφραίνεται πατὴρ αὐτοῦ, ὃς δὲ ποιμαίνει πόρνας ἀπολεῖ πλοῦτον. 4 Βασιλεὺς δίκαιος ἀνίστησι χώραν, ἀνὴρ δὲ παράνομος κατασκάπτει. 5 Ὃς παρασκευάζεται ἐπὶ πρόσωπον τοῦ ἑαυτοῦ φιλου δίκτυον, περιβάλλει αὐτὸ τοῖς ἑαυτοῦ ποσίν. 6 Ἁμαρτάνοντι ἀνδρὶ μεγάλη παγὶς, δίκαιος δὲ ἐν χαρᾷ καὶ ἐν εὐφροσύνῃ ἔσται. 7 Ἐπίσταται δίκαιος κρίνειν πενιχροῖς, ὁ δὲ ἀσεβὴς οὐ νοεῖ γνῶσιν, καὶ πτωχῷ οὐχ ὑπάρχει νοῦς ἐπιγνώμων.
8 Ἄνδρες ἄνομοι ἐξέκαυσαν πόλιν, σοφοὶ δὲ ἀπέστρεψαν ὀργήν. 9 Ἀνὴρ σοφὸς κρινεῖ ἔθνη, ἀνὴρ δὲ φαῦλος ὀργιζόμενος καταγελᾶται καὶ οὐ καταπτήσσει. 10 Ἄνδρες αἱμάτων μέτοχοι μισοῦσιν ὅσιον, οἱ δὲ εὐθεῖς ἐκζητήσουσι ψυχὴν αὐτοῦ. 11 Ὅλον τὸν θυμὸν αὐτοῦ ἐκφέρει ἄφρων, σοφὸς δὲ ταμιεύεται κατὰ μέρος. 12 Βασιλέως ὑπακούοντος λόγον ἄδικον, πάντες οἱ ὑπʼ αὐτὸν παράνομοι. 13 Δανιστοῦ καὶ χρεωφειλέτου ἀλλήλοις συνελθόντων, ἐπισκοπὴν ἀμφοτέρων ποιεῖται ὁ Κύριος. 14 Βασιλέως ἐν ἀληθείᾳ κρίνοντος πτωχοὺς, ὁ θρόνος αὐτοῦ εἰς μαρτύριον κατασταθήσεται. 15 Πληγαὶ καὶ ἔλεγχοι διδόασι σοφίαν, παῖς δὲ πλανώμενος αἰσχύνει γονεῖς αὐτοῦ. 16 Πολλῶν ὄντων ἀσεβῶν πολλαὶγίνονται ἁμαρτίαι, οἱ δὲ δίκαιοι ἐκείνων πιπτόντων κατάφοβοι γίνονται.
17 Παίδευε υἱόν σου, καὶ ἀναπαύσει σε, καὶ δώσει κόσμον τῇ ψυχῇ σου. 18 Οὐ μὴ ὑπάρξῃ ἐξηγητὴς ἔθνει παρανόμῳ, ὁ δὲ φυλάσσων τὸν νόμον μακαριστός. 19 Λόγοις οὐ παιδευθήσεται οἰκέτης σκληρός· ἐὰν γὰρ καὶ νοήσῃ, ἀλλʼ οὐχ ὑπακούσεται. 20 Ἐὰν ἴδῃς ἄνδρα ταχὺν ἐν λόγοις, γίνωσκε ὅτι ἐλπίδα ἔχει μᾶλλον ὁ ἄφρων αὐτοῦ. 21 Ὃς κατασπαταλᾷ ἐκ παιδὸς, οἰκέτης ἔσται, ἔσχατον δὲ ὀδυνηθήσεται ἐφʼ ἑαυτῷ· 22 Ἀνὴρ θυμώδης ἐγείρει νεῖκος, ἀνὴρ δὲ ὀργίλος ἐξώρυξεν ἁμαρτίαν. 23 Ὕβρις ἄνδρα ταπεινοῖ, τοὺς δὲ ταπεινόφρονας ἐρείδει δόξῃ Κύριος.
24 Ὃς μερίζεται κλέπτῃ, μισεῖ τὴν ἑαυτοῦ ψυχήν· ἐὰν δὲ ὅρκου προτεθέντος ἀκούσαντες μὴ ἀναγγείλωσι, 25 φοβηθέντες καὶ αἰσχυνθέντες ἀνθρώπους ὑπεσκελίσθησαν, ὁ δὲ πεποιθὼς ἐπὶ Κυρίῳ εὐφρανθήσεται· ἀσέβεια ἀνδρὶ δίδωσι σφάλμα, ὃς δὲ πέποιθεν ἐπὶ τῷ δεσπότῃ σωθήσεται. 26 Πολλοὶ θεραπεύουσι πρόσωπα ἡγουμένων, παρὰ δὲ Κυρίου γίνεται τὸ δίκαιον ἀνδρί. 27 Βδέλυγμα δίκαιος ἀνὴρ ἀνδρὶ ἀδίκῳ, βδέλυγμα δὲ ἀνόμῳ κατευθύνουσα ὁδός.
PRO C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31