Open Bible Data Home  About  News  OET Key

OETOET-RVULTUSTBSBOEBWEBBENETTCNTT4TLEBWymthRVKJB-1769KJB-1611BrLXXRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy Document By Section By ChapterDetails

BrLXX GENEXOLEVNUMDEUJOSJDGRUTH1SA2SA1KI2KI1CH2CHEZRAJOBPSAPROECCSNGISAJERLAMEZEDNGHOSJOELAMOSOBAYNAMICNAHHABZEPHAGZECMALTOBJDTESGWISSIRBARLJESUSBEL1MA2MA3MA4MAGESMAN

PROC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25C26C27C28C29C30C31

BrLXX by section PRO 19:3

PRO 19:3–19:29 ©

ΠΑΡΟΙΜΙΑΙ ΕΑΛΩΜΩΝΤΟΣ 19

3Ἀφροσύνη ἀνδρὸς λυμαίνεται τὰς ὁδοὺς αὐτοῦ, τὸν δὲ Θεὸν αἰτιᾶται τῇ καρδίᾳ αὐτοῦ.

4Πλοῦτος προστίθησι φίλους πολλοὺς, ὁ δὲ πτωχὸς καὶ ἀπὸ τοῦ ὑπάρχοντος φίλου λείπεται. 5Μάρτυς ψευδὴς οὐκ ἀτιμώρητος ἔσται, ὁ δὲ ἐγκαλῶν ἀδίκως οὐ διαφεύξεται. 6Πολλοὶ θεραπεύουσι πρόσωπα βασιλέων, πᾶς δὲ ὁ κακὸς γίνεται ὄνειδος ἀνδρί. 7Πᾶς ὃς ἀδελφὸν πτωχὸν μισεῖ, καὶ φιλίας μακρὰν ἔσται· ἔννοια ἀγαθὴ τοῖς εἰδόσιν αὐτὴν ἐγγιεῖ, ἀνὴρ δὲ φρόνιμος εὑρήσει αὐτήν· ὁ πολλὰ κακοποιῶν τελεσιουργεῖ κακίαν, ὃς δὲ ἐρεθίζει λόγους, οὐ σωθήσεται.

8Ὁ κτώμενος φρόνησιν ἀγαπᾷ ἑαυτὸν, ὃς δὲ φυλάσσει φρόνησιν, εὑρήσει ἀγαθά. 9Μάρτυς ψευδὴς οὐκ ἀτιμώρητος ἔσται, ὃς δʼ ἂν ἐκκαύσῃ κακίαν, ἀπολεῖται ὑπʼ αὐτῆς. 10Οὐ συμφέρει ἄφρονι τρυφὴ, καὶ ἐὰν οἰκέτης ἄρξηται μεθʼ ὕβρεως δυναστεύειν. 11Ἐλεήμων ἀνὴρ μακροθυμεῖ, τὸ δὲ καύχημα αὐτοῦ ἐπέρχεται παρανόμοις. 12Βασιλέως ἀπειλὴ ὁμοία βρυγμῷ λέοντος· ὥσπερ δὲ δρόσος ἐπὶ χόρτῳ, οὕτως τὸ ἱλαρὸν αὐτοῦ.

13Αἰσχύνη πατρὶ υἱὸς ἄφρων, οὐχ ἁγναὶ εὐχαὶ ἀπὸ μισθώματος ἑταίρας. 14Οἶκον καὶ ὕπαρξιν μερίζουσι πατέρες παισὶ, παρὰ δὲ Κυρίου ἁρμόζεται γυνὴ ἀνδρί. 15Δειλία κατέχει ἀνδρόγυνον, ψυχὴ δὲ ἀεργοῦ πεινάσει. 16Ὃς φυλάσσει ἐντολὴν, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν· ὁ δὲ καταφρονῶν τῶν ἑαυτοῦ ὁδῶν, ἀπολεῖται. 17Δανείζει Θεῷ ὁ ἐλεῶν πτωχὸν, κατὰ δὲ τὸ δόμα αὐτοῦ ἀνταποδώσει αὐτῷ. 18Παίδευε υἱόν σου, οὕτως γὰρ ἔσται εὔελπις, εἰς δὲ ὕβριν μὴ ἐπαίρου τῇ ψυχῇ σου. 19Κακόφρων ἀνὴρ πολλὰ ζημιωθήσεται· ἐὰν δὲ λοιμεύηται, καὶ τὴν ψυχὴν αὐτοῦ προσθήσει.

20Ἄκουε, υἱὲ, παιδείαν πατρός σου, ἵνα σοφὸς γένῃ ἐπʼ ἐσχάτων σου. 21Πολλοὶ λογισμοὶ ἐν καρδίᾳ ἀνδρὸς, ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει. 22Καρπὸς ἀνδρὶ ἐλεημοσύνη, κρείσσων δὲ πτωχὸς δίκαιος ἢ πλούσιος ψευδής. 23Φόβος Κυρίου εἰς ζωὴν ἀνδρὶ· ὁ δὲ ἄφοβος αὐλισθήσεται ἐν τόποις οὗ οὐκ ἐπισκοπεῖται γνῶσις. 24Ὁ ἐγκρύπτων εἰς τὸν κόλπον αὐτοῦ χεῖρας ἀδίκως, οὐδὲ τῷ στόματι οὐ μὴ προσενείκῃ αὐτάς. 25Λοιμοῦ μαστιγουμένου, ἄφρων πανουργότερος γίνεται· ἐὰν δὲ ἐλέγχῃς ἄνδρα φρόνιμον, νοήσει αἴσθησιν.

26Ὁ ἀτιμάζων πατέρα καὶ ἀπωθούμενος μητέρα αὐτοῦ, καταισχυνθήσεται καὶ ἐπονείδιστος ἔσται. 27Υἱὸς ἀπολειπόμενος φυλάξαι παιδείαν πατρὸς, μελετήσει ῥήσεις κακάς. 28Ὁ ἐγγυώμενος παῖδα ἄφρονα, καθυβρίσει δικαίωμα· στόμα δὲ ἀσεβῶν καταπίεται κρίσεις. 29Ἑτοιμάζονται ἀκολάστοις μάστιγες, καὶ τιμωρίαι ὁμοίως ἄφροσιν.

PRO 19:3–19:29 ©

PROC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25C26C27C28C29C30C31