Open Bible Data Home About News OET Key
OET OET-RV ULT UST BSB OEB WEBBE NET TCNT T4T LEB Wymth RV KJB-1769 KJB-1611 BrLXX Related Topics Parallel Interlinear Reference Dictionary Search
BrLXX By Document By Section By Chapter Details
BrLXX GEN EXO LEV NUM DEU JOS JDG RUTH 1SA 2SA 1KI 2KI 1CH 2CH EZRA JOB PSA PRO ECC SNG ISA JER LAM EZE DNG HOS JOEL AMOS OBA YNA MIC NAH HAB ZEP HAG ZEC MAL TOB JDT ESG WIS SIR BAR LJE SUS BEL 1MA 2MA 3MA 4MA GES MAN
PRO C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31
15 Ὀργὴ ἀπόλλυσι καὶ φρονίμους, ἀπόκρισις δὲ ὑποπίπτουσα ἀποστρέφει θυμὸν, λόγος δὲ λυπηρὸς ἐγείρει ὀργάς. 2 Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, στόμα δὲ ἀφρόνων ἀναγγέλλει κακά.
3 Ἐν παντὶ τόπῳ ὀφθαλμοὶ Κυρίου σκοπεύουσι κακούς τε καὶ ἀγαθούς. 4 Ἴασις γλώσσης δένδρον ζωῆς, ὁ δὲ συντηρῶν αὐτὴν πλησθήσεται πνεύματος. 5 Ἄφρων μυκτηρίζει παιδείαν πατρὸς, ὁ δὲ φυλάσσων ἐντολὰς, πανουργότερος· ἐν πλεοναζούσῃ δικαιοσύνῃ ἰσχὺς πολλὴ, οἱ δὲ ἀσεβεῖς ὁλόῤῥιζοι ἐκ γῆς ἀπολοῦνται.
6 Οἴκοις δικαίων ἰσχὺς πολλή, καρποὶ δὲ ἀσεβῶν ἀπολοῦνται. 7 Χείλη σοφῶν δέδεται αἰσθήσει, καρδίαι δὲ ἀφρόνων οὐκ ἀσφαλεῖς. 8 Θυσίαι ἀσεβῶν βδέλυγμα Κυρίῳ, εὐχαὶ δὲ κατευθυνόντων δεκταὶ παρʼ αὐτῷ. 9 Βδέλυγμα Κυρίῳ ὁδοὶ ἀσεβοῦς, διώκοντας δὲ δικαιοσύνην ἀγαπᾷ. 10 Παιδεία ἀκάκου γνωρίζεται ὑπὸ τῶν παριόντων, οἱ δὲ μισοῦντες ἐλέγχους τελευτῶσιν αἰσχρῶς.
11 Ἅδης καὶ ἀπώλεια φανερὰ παρὰ τῷ Κυρίῳ· πῶς οὐχὶ καὶ αἱ καρδίαι τῶν ἀνθρώπων; 12 Οὐκ ἀγαπήσει ἀπαίδευτος τοὺς ἐλέγχοντας αὐτόν, μετὰ δὲ σοφῶν οὐχ ὁμιλήσει. 13 Καρδίας εὐφραινομένης πρόσωπον θάλλει, ἐν δὲ λύπαις οὔσης σκυθρωπάζει. 14 Καρδία ὀρθὴ ζητεῖ αἴσθησιν, στόμα δὲ ἀπαιδεύτων γνώσεται κακά.
15 Πάντα τὸν χρόνον οἱ ὀφθαλμοὶ τῶν κακῶν προσδέχονται κακὰ, οἱ δὲ ἀγαθοὶ ἡσυχάζουσι διαπαντός. 16 Κρεῖσσον μικρὰ μερὶς μετὰ φόβου Κυρίου, ἢ θησαυροὶ μεγάλοι μετὰ ἀφοβίας. 17 Κρείσσων ξενισμὸς μετὰ λαχάνων πρὸς φιλίαν καὶ χάριν, ἢ παράθεσις μόσχων μετὰ ἔχθρας. 18 Ἀνὴρ θυμώδης παρασκευάζει μάχας· μακρόθυμος δὲ καὶ τὴν μέλλουσαν καταπρᾳΰνει· 18a μακρόθυμος ἀνὴρ κατασβέσει κρίσεις, ὁ δὲ ἀσεβὴς ἐγείρει μᾶλλον. 19 Ὁδοὶ ἀεργῶν ἐστρωμέναι ἀκάνθαις, αἱ δὲ τῶν ἀνδρείων τετριμμέναι. 20 Υἱὸς σοφὸς εὐφραίνει πατέρα, υἱὸς δὲ ἄφρων μυκτηρίζει μητέρα αὐτοῦ. 21 Ἀνοήτου τρίβοι ἐνδεεῖς φρενῶν, ἀνὴρ δὲ φρόνιμος κατευθύνων πορεύεται. 22 Ὑπερτίθενται λογισμοὺς οἱ μὴ τιμῶντες συνέδρια, ἐν δὲ καρδίαις βουλευομένων μένει βουλή.
23 Οὐ μὴ ὑπακούσει ὁ κακὸς αὐτῇ, οὐδὲ μὴ εἴπῃ καίριόν τι καὶ καλὸν τῷ κοινῷ.
24 Ὁδοὶ ζωῆς διανοήματα συνετοῦ, ἵνα ἐκκλίνας ἐκ τοῦ ᾅδου σωθῇ. 25 Οἴκους ὑβριστῶν κατασπᾷ Κύριος, ἐστήρισε δὲ ὅριον χήρας. 26 Βδέλυγμα Κυρίῳ λογισμὸς ἄδικος, ἁγνῶν δὲ ῥήσεις σεμναί. 27 Ἐξόλλυσιν ἑαυτὸν ὁ δωρολήπτης, ὁ δὲ μισῶν δώρων λήψεις σώζεται· 27a ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι, τῷ δὲ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ.
28 Καρδίαι δικαίων μελετῶσι πίστεις, στόμα δὲ ἀσεβῶν ἀποκρίνεται κακά· 28a δεκταὶ παρὰ Κυρίῳ ὁδοὶ ἀνθρώπων δικαίων, διὰ δὲ αὐτῶν καὶ οἱ ἐχθροὶ φίλοι γίνονται. 29 Μακρὰν ἀπέχει ὁ Θεὸς ἀπὸ ἀσεβῶν, εὐχαῖς δὲ δικαίων ἐπακούει· 29a κρείσσων ὀλίγη λῆψις μετὰ δικαιοσύνης, ἢ πολλὰ γεννήματα μετὰ ἀδικίας.
29b Καρδία ἀνδρὸς λογιζέσθω δίκαια, ἵνα ὑπὸ τοῦ Θεοῦ διορθωθῇ τὰ διαβήματα αὐτοῦ. 30 Θεωρῶν ὀφθαλμὸς καλὰ εὐφραίνει καρδίαν, φημη δὲ ἀγαθὴ πιαίνει ὀστᾶ. 32 Ὃς ἀπωθεῖται παιδείαν, μισεῖ ἑαυτὸν· ὁ δὲ τηρῶν ἐλέγχους, ἀγαπᾷ ψυχὴν αὐτοῦ. 33 Φόβος Κυρίου παιδεία καὶ σοφία, καὶ ἀρχὴ δόξης ἀποκριθήσεται αὐτῇ.
PRO C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31