Open Bible Data Home About News OET Key
OET OET-RV ULT UST BSB OEB WEBBE NET TCNT T4T LEB Wymth RV KJB-1769 KJB-1611 BrLXX Related Topics Parallel Interlinear Reference Dictionary Search
BrLXX By Document By Section By Chapter Details
BrLXX GEN EXO LEV NUM DEU JOS JDG RUTH 1SA 2SA 1KI 2KI 1CH 2CH EZRA JOB PSA PRO ECC SNG ISA JER LAM EZE DNG HOS JOEL AMOS OBA YNA MIC NAH HAB ZEP HAG ZEC MAL TOB JDT ESG WIS SIR BAR LJE SUS BEL 1MA 2MA 3MA 4MA GES MAN
PRO C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31
11 Ζυγοί δόλιοι βδέλυγμα ἐνώπιον Κυρίου, στάθμιον δὲ δίκαιον δεκτὸν αὐτῷ. 2 Οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία· στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν. 3 Ἀποθανὼν δίκαιος ἔλιπε μετάμελον, πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια. 5 Δικαιοσύνη ἀμώμους ὀρθοτομεῖ ὁδοὺς, ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ.
6 Δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύεται αὐτούς, τῇ δὲ ἀπωλείᾳ αὐτῶν ἁλίσκονται παράνομοι. 7 Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς, τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται. 8 Δίκαιος ἐκ θήρας ἐκδύνει, ἀντʼ αὐτοῦ δὲ παραδίδοται ὁ ἀσεβής. 9 Ἐν στόματι ἀσεβῶν παγὶς πολίταις, αἴσθησις δὲ δικαίων εὔοδος. 10 Ἐν ἀγαθοῖς δικαίων κατώρθωσε πόλις, 11 στόμασι δὲ ἀσεβῶν κατεσκάφη.
12 Μυκτηρίζει πολίτας ἐνδεὴς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει. 13 Ἀνὴρ δίγλωσσος ἀποκαλύπτει βουλὰς ἐν συνεδρίῳ, πιστὸς δὲ πνοῇ κρύπτει πράγματα. 14 Οἷς μὴ ὑπάρχει κυβέρνησις, πίπτουσιν ὥσπερ φύλλα, σωτηρία δὲ ὑπάρχει ἐν πολλῇ βουλῇ.
15 Πονηρὸς κακοποιεῖ ὅταν συνμίξῃ δικαίῳ, μισεῖ δὲ ἦχον ἀσφαλείας. 16 Γυνὴ εὐχάριστος ἐγείρει ἀνδρὶ δόξαν, θρόνος δὲ ἀτιμίας γυνὴ μισοῦσα δίκαια· πλούτου ὀκνηροὶ ἐνδεεῖς γίνονται, οἱ δὲ ἀνδρεῖοι ἐρείδονται πλούτῳ. 17 Τῇ ψυχῇ αὐτοῦ ἀγαθὸν ποιεῖ ἀνὴρ ἐλεήμων, ἐξολλύει δὲ αὐτοῦ σῶμα ὁ ἀνελεήμων.
18 Ἀσεβὴς ποιεῖ ἔργα ἄδικα, σπέρμα δὲ δικαίων μισθὸς ἀληθείας. 19 Υἱὸς δίκαιος γεννᾶται εἰς ζωὴν, διωγμὸς δὲ ἀσεβοῦς εἰς θάνατον. 20 Βδέλυγμα Κυρίῳ διεστραμμέναι ὁδοὶ, προσδεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ταῖς ὁδοῖς αὐτῶν. 21 Χειρὶ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ ἀτιμώρητος ἔσται, ὁ δὲ σπείρων δικαιοσύνην λήψεται μισθὸν πιστόν. 22 Ὥσπερ ἐνώτιον ἐν ῥινὶ ὑός, οὕτως γυναικὶ κακόφρονι κάλλος. 23 Ἐπιθυμία δικαίων πᾶσα ἀγαθὴ, ἐλπὶς δὲ ἀσεβῶν ἀπολεῖται.
24 Εἰσὶν, οἳ τὰ ἴδια σπείροντες πλείονα ποιοῦσιν· εἰσὶδέ καὶ οἳ συνάγοντες ἐλαττονοῦνται. 25 Ψυχὴ εὐλογουμένη πᾶσα ἁπλῇ, ἀνὴρ δὲ θυμώδης οὐκ εὐσχήμων. 26 Ὁ συνέχων σῖτον ὑπολείποιτο αὐτὸν τοῖς ἔθνεσιν· εὐλογία δὲ εἰς κεφαλὴν τοῦ μεταδιδόντος. 27 Τεκταινόμενος ἀγαθὰ ζητεῖ χάριν ἀγαθὴν, ἐκζητοῦντα δὲ κακὰ καταλήψεται αὐτόν. 28 Ὁ πεποιθὼς ἐπὶ πλούτῳ οὗτος πεσεῖται, ὁ δὲ ἀντιλαμβανόμενος δικαίων οὗτος ἀνατελεῖ. 29 Ὁ μὴ συμπεριφερόμενος τῷ ἑαυτοῦ οἴκῳ, κληρονομήσει ἄνεμον, δουλεύσει δὲ ἄφρων φρονίμῳ. 30 Ἐκ καρποῦ δικαιοσύνης φύεται δένδρὅν ζωῆς, ἀφαιροῦνται δὲ ἄωροι ψυχαὶ παρανόμων. 31 Εἰ ὁ μὲν δίκαιος μόλις σώζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται;
PRO C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31