Open Bible Data Home About News OET Key
OET OET-RV ULT UST BSB OEB WEBBE NET TCNT T4T LEB Wymth RV KJB-1769 KJB-1611 BrLXX Related Topics Parallel Interlinear Reference Dictionary Search
BrLXX By Document By Section By Chapter Details
BrLXX GEN EXO LEV NUM DEU JOS JDG RUTH 1SA 2SA 1KI 2KI 1CH 2CH EZRA JOB PSA PRO ECC SNG ISA JER LAM EZE DNG HOS JOEL AMOS OBA YNA MIC NAH HAB ZEP HAG ZEC MAL TOB JDT ESG WIS SIR BAR LJE SUS BEL 1MA 2MA 3MA 4MA GES MAN
PRO C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31
22 Αἱρετώτερον ὄνομα καλὸν ἢ πλοῦτος πολύς, ὑπὲρ δὲ ἀργύριον καὶ χρυσίον χάρις ἀγαθή. 2 Πλούσιος καὶ πτωχὸς συνήντησαν ἀλλήλοις, ἀμφοτέρους δὲ ὁ κύριος ἐποίησε. 3 Πανοῦργος ἰδὼν πονηρὸν τιμωρούμενον κραταιῶς αὐτὸς παιδεύεται, οἱ δὲ ἄφρονες παρελθόντες ἐζημιώθησαν. 4 Γενεὰ σοφίας φόβος Κυρίου, καὶ πλοῦτος, καὶ δόξα, καὶ ζωή. 5 Τρίβολοι καὶ παγίδες ἐν ὁδοῖς σκολιαῖς, ὁ δὲ φυλάσσων τὴν ἑαυτοῦ ψυχὴν ἀφέξεται αὐτῶν. 7 Πλούσιοι πτωχῶν ἄρξουσι, καὶ οἰκέται ἰδίοις δεσπόταις δανειοῦσιν.
8 Ὁ σπείρων φαῦλα θερίσει κακὰ, πληγὴν δὲ ἔργων αὐτοῦ συντελέσει· 8a ἄνδρα ἱλαρὸν καὶ δότην εὐλογεῖ ὁ Θεὸς, ματαιότητα δὲ ἔργων αὐτοῦ συντελέσει. 9 Ὁ ἐλεῶν πτωχὸν αὐτὸς διατραφήσεται, τῶν γὰρ ἑαυτοῦ ἄρτων ἔδωκε τῷ πτωχῷ· 9a νίκην καὶ τιμὴν περιποιεῖται ὁ δῶρα δοὺς, τὴν μέντοι ψυχὴν ἀφαιρεῖται τῶν κεκτημένων. 10 Ἔκβαλε ἐκ συνεδρίου λοιμὸν, καὶ συνεξελεύσεται αὐτῷ νεῖκος, ὅταν γὰρ καθίσῃ ἐν συνεδρίῳ πάντας ἀτιμάζει.
11 Ἀγαπᾷ Κύριος ὁσίας καρδίας, δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι· χείλεσι ποιμαίνει βασιλεύς. 12 Οἱ δὲ ὀφθαλμοὶ Κυρίου διατηροῦσιν αἴσθησιν, φαυλίζει δὲ λόγους παράνομος. 13 Προφασίζεται, καὶ λέγει ὀκνηρὸς, λέων ἐν ταῖς ὁδοῖς, ἐν δὲ ταῖς πλατείαις φονευταί. 14 Βόθρος βαθὺς στόμα παρανόμου, ὁ δὲ μισηθεὶς ὑπὸ Κυρίου ἐμπεσεῖται εἰς αὐτόν. 14a εἰσὶν ὁδοὶ κακαὶ ἐνώπιον ἀνδρὸς, καὶ οὐκ ἀγαπᾷ τοῦ ἀποστρέψαι ἀπʼ αὐτῶν, ἀποστρέφειν δὲ δεῖ ἀπὸ ὁδοῦ σκολιᾶς καὶ κακῆς. 15 Ἄνοια ἐξῆπται καρδίας νέου, ῥάβδος δὲ καὶ παιδεία μακρὰν ἀπʼ αὐτοῦ.
16 Ὁ συκοφαντῶν πένητα, πολλὰ ποιεῖ τὰ ἑαυτοῦ, δίδωσι δὲ πλουσίῳ ἐπʼ ἐλάσσονι.
17 Λόγοις σοφῶν παράβαλλε σὸν οὖς, καὶ ἄκουε ἐμὸν λόγον, τὴν δὲ σὴν καρδίαν ἐπίστησον, ἵνα γνῷς ὅτι καλοί εἰσι· 18 καὶ ἐὰν ἐμβάλῃς αὐτοὺς εἰς τὴν καρδίαν σου, εὐφρανοῦσί σε ἅμα ἐπὶ σοῖς χείλεσιν· 19 Ἵνα σου γένηται ἐπὶ Κύριον ἡ ἐλπὶς, καὶ γνωρίσῃ σοι τὴν ὁδόν σου. 20 Καὶ σὺ δὲ ἀπόγραψαι αὐτὰ σεαυτῷ τρισσῶς, εἰς βουλὴν καὶ γνῶσιν ἐπὶ τὸ πλάτος τῆς καρδίας σου. 21 Διδάσκω οὖν σε ἀληθῆ λόγον, καὶ γνῶσιν ἀγαθὴν ὑπακούειν, τοῦ ἀποκρίνεσθαί σε λόγους ἀληθείας τοῖς προβαλλομένοις σοι.
22 Μὴ ἀποβιάζου πένητα, πτωχὸς γὰρ ἐστι, καὶ μὴ ἀτιμάσῃς ἀσθενῆ ἐν πύλαις. 23 Ὁ γὰρ Κύριος κρινεῖ αὐτοῦ τὴν κρίσιν, καὶ ῥύσῃ σὴν ἄσυλον ψυχήν.
24 Μὴ ἴσθι ἑταῖρος ἀνδρὶ θυμώδει, φίλῳ δὲ ὀργίλῳ μὴ συναυλίζου· 25 μήποτε μάθῃς τῶν ὁδῶν αὐτοῦ, καὶ λάβῃς βρόχους τῇ σῇ ψυχῇ.
26 Μὴ δίδου σεαυτὸν εἰς ἐγγύην αἰσχυνόμενος πρόσωπον· 27 Ἐὰν γὰρ μὴ ἔχῃ πόθεν ἀποτίσῃς, λήψονται τὸ στρῶμα τὸ ὑπὸ τὰς πλευράς σου. 28 Μὴ μέταιρε ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες σου.
29 Ὁρατικὸν ἄνδρα καὶ ὀξὺν ἐν τοῖς ἔργοις αὐτοῦ βασιλεῦσι δεῖ παρεστάναι, καὶ μὴ παρεστάναι ἀνδράσι νωθροῖς.
PRO C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31