Open Bible Data Home  About  News  OET Key

OETOET-RVOET-LVULTUSTBSBBLBAICNTOEBWEBBEWMBBNETLSVFBVTCNTT4TLEBBBEMoffJPSWymthASVDRAYLTDrbyRVWbstrKJB-1769KJB-1611BshpsGnvaCvdlTNTWyclSR-GNTUHBBrLXXBrTrRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy DocumentBy Section By Chapter Details

1MAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16

BrLXX 1MA Chapter 6

1MA 6 ©

6Καὶ ὁ βασιλεὺς Ἀντίοχος διεπορεύετο τὰς ἐνάνω χώρας, καὶ ἤκουσεν ὅτι ἐστὶν Ἐλυμαῒς ἐν τῇ Περσίδι πόλις ἔνδοξος πλούτῳ, ἀργυρίῳ τε καὶ χρυσίῳ, 2καὶ τὸ ἱερὸν τὸ ἐν αὐτῇ πλούσιον σφόδρα, καὶ ἐκεῖ καλύμματα χρυσᾶ, καὶ θώρακες, καὶ ὅπλα ἃ κατέλιπεν ἐκεῖ Ἀλέξανδρος ὁ Φιλίππου, βασιλεὺς ὁ Μακεδὼν, ὃς ἐβασίλευσε πρῶτος ἐν τοῖς Ἕλλησι. 3Καὶ ἦλθε καὶ ἐζήτει καταλαβέσθαι τὴν πόλιν, καὶ προνομεῦσαι αὐτὴν, καὶ οὐκ ἠδυνάσθη, ὅτι ἐγνώσθη ὁ λόγος τοῖς ἐκ τῆς πόλεως. 4Καὶ ἀνέστησαν αὐτῷ εἰς πόλεμον, καὶ ἔφυγε καὶ ἀπῇρεν ἐκεῖθεν μετὰ λύπης μεγάλης, ἀποστρέψαι εἰς Βαβυλῶνα.

5Καὶ ἦλθεν ἀπαγγέλλων τις αὐτῷ εἰς τὴν Περσίδα, ὅτι τετρόπωνται αἱ παρεμβολαὶ αἱ πορευθεῖσαι εἰς γῆν Ἰούδα. 6Καὶ ἐπορεύθη Λυσίας δυνάμει ἰσχυρᾷ ἐν πρώτοις, καὶ ἀνετράπη ἀπὸ προσώπου αὐτῶν, καὶ ἐπίσχυσαν ὅπλοις καὶ δυνάμει καὶ σκύλοις πολλοῖς οἷς ἔλαβον ἀπὸ τῶν παρεμβολῶν ὧν ἐξέκοψαν. 7Καὶ καθεῖλον τὸ βδέλυγμα ὃ ᾠκοδόμησεν ἐπὶ τὸ θυσιαστήριον τὸ ἐν Ἱερουσαλὴμ, καὶ τὸ ἁγίασμα καθὼς τὸ πρότερον ἐκύκλωσαν τείχεσιν ὑψηλοῖς, καὶ τὴν Βαιθσούραν πόλιν αὐτοῦ.

8Καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς τοὺς λόγους τούτους, ἐθαμβήθη καὶ ἐσαλεύθη σφόδρα· καὶ ἔπεσεν ἐπὶ τὴν κοίτην, καὶ ἐνέπεσεν εἰς ἀῤῥωστίαν ἀπὸ τῆς λύπης, ὅτι οὐκ ἐγένετο αὐτῷ καθὼς ἐνεθυμεῖτο. 9Καὶ ἦν ἐκεῖ ἡμέρας πλείους, ὅτι ἀνεκαινίσθη ἐπʼ αὐτὸν λύπη μεγάλη, καὶ ἐλογίσατο ὅτι ἀποθνήσκει. 10Καὶ ἐκάλεσε πάντας τοὺς φίλους αὐτοῦ, καὶ εἶπε πρὸς αὐτοὺς, ἀφίσταται ὁ ὕπνος ἀπὸ τῶν ὀφθαλμῶν μου, καὶ συμπέπτωκα τῇ καρδίᾳ ἀπὸ τῆς μερίμνης. 11Καὶ εἶπα τῇ καρδίᾳ μου, ἕως τίνος θλίψεως ἦλθον καὶ κλύδωνος μεγάλου, ἐν ᾧ νῦν εἰμι; ὅτι χρηστὸς καὶ ἀγαπώμενος ἤμην ἐν τῇ ἐξουσίᾳ μου. 12Νῦν δὲ μιμνήσκομαι τῶν κακῶν ὧν ἐποίησα ἐν Ἱερουσαλὴμ, καὶ ἔλαβον πάντα τὰ σκεύη τὰ χρυσᾶ καὶ τὰ ἀργυγᾶ τὰ ἐν αὐτῇ, καὶ ἐξαπέστειλα ἐξᾶραι τοὺς κατοικοῦντας Ἰούδα διακενῆς. 13Ἔγνων οὖν ὅτι χάριν τούτων εὗρόν με τὰ κακὰ ταῦτα· καὶ ἰδοὺ ἀπόλλυμαι λύπῃ μεγάλῃ ἐν γῇ ἀλλοτρίᾳ.

14Καὶ ἐκάλεσε Φίλιππον ἕνα τῶν φίλων αὐτοῦ, καὶ κατέστησεν αὐτὸν ἐπὶ πάσης τῆς βασιλείας αὐτοῦ. 15Καὶ ἔδωκεν αὐτῷ τὸ διάδημα καὶ τὴν στολὴν αὐτοῦ καὶ τὸν δακτύλιον, τοῦ ἀγαγεῖν Ἀντίοχον τὸν υἱὸν αὐτοῦ, καὶ ἐκθρέψαι αὐτὸν τοῦ βασιλεύειν. 16Καὶ ἀπέθανεν ἐκεῖ Ἀντίοχος ὁ βασιλεὺς ἔτους ἐννάτου καὶ τεσσαρακοστοῦ καὶ ἑκατοστοῦ. 17Καὶ ἐπέγνω Λυσίας ὅτι τέθνηκεν ὁ βασιλεύς, καὶ κατέστησε βασιλεύειν Ἀντίοχον τὸν υἱὸν αὐτοῦ ἀντʼ αὐτοῦ, ὃν ἐξέθρεψε νεώτερον, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Εὐπάτορα.

18Καὶ οἱ ἐκ τῆς ἄκρας ἦσαν συγκλείοντες τὸν Ἰσραὴλ κύκλῳ τῶν ἁγίων, καὶ ζητοῦντες τὰ κακὰ διʼ ὅλου, καὶ στήριγμα τοῖς ἔθνεσι 19Καὶ ἐλογίσατο Ἰούδας ἐξᾶραι αὐτούς· καὶ ἐξεκκλησίασε πάντα τὸν λαὸν τοῦ περικαθίσαι ἐπʼ αὐτοὺς. 20Καὶ συνήχθησαν ἅμα, καὶ περιεκάθισαν ἐπʼ αὐτοὺς ἔτους πεντηκοστοῦ καὶ ἑκατοστοῦ, καὶ ἐποίησεν ἐπʼ αὐτοὺς βελοστάσεις καὶ μηχανάς.

21Καὶ ἐξῆλθον ἐξ αὐτῶν ἐκ τοῦ συγκλεισμοῦ, καὶ ἐκολλήθησαν αὐτοῖς τινὲς τῶν ἀσεβῶν ἐξ Ἰσραήλ, 22καὶ ἐπορεύθησαν πρὸς τὸν βασιλέα, καὶ εἶπον, ἕως πότε οὐ ποιήσῃ κρίσιν, καὶ ἐκδικήσεις τοὺς ἀδελφοὺς ἡμῶν; 23Ἡμεῖς εὐδοκοῦμεν δουλεύειν τῷ πατρί σου, καὶ πορεύεσθαι τοῖς ὑπʼ αὐτοῦ λεγομένοις, καὶ κατακολουθεῖν τοῖς προστάγμασιν αὐτοῦ. 24Καὶ περικάθηνται εἰς τὴν ἄκραν υἱοὶ τοῦ λαοῦ ἡμῶν, χάριν τούτου καὶ ἀλλοτριοῦνται ἀφʼ ἡμῶν· πλὴν ὅσοι εὑρίσκοντο ἀφʼ ἡμῶν ἐθανατοῦντο, καὶ αἱ κληρονομίαι ἡμῶν διηρπάζοντο.

25Καὶ οὐκ ἐφʼ ἡμᾶς μόνον ἐξέτειναν χεῖρα, ἀλλὰ καὶ ἐπὶ πάντα τὰ ὅρια αὐτῶν. 26Καὶ ἰδοὺ παρεμβεβλήκασι σήμερον ἐπὶ τὴν ἄκραν ἐν Ἱερουσαλὴμ, τοῦ καταλαβέσθαι αὐτὴν, καὶ τὸ ἁγίασμα, καὶ τὴν Βαιθσούραν ὠχύρωσαν. 27Καὶ ἐὰν μὴ προκαταλάβῃ αὐτοὺς διατάχους, μείζονα τούτων ποιήσουσι, καὶ οὐ δυνήσῃ τοῦ κατασχεῖν αὐτῶν.

28Καὶ ὠργίσθη ὁ βασιλεὺς ὅτε ἤκουσε, καὶ συνήγαγε πάντας τοὺς φίλους αὐτοῦ, καὶ τοὺς ἄρχοντας τῆς δυνάμεως αὐτοῦ, καὶ τοὺς ἐπὶ τῶν ἡνιῶν. 29Καὶ ἀπὸ βασιλειῶν ἑτέρων καὶ ἀπὸ νήσων θαλασσῶν ἦλθον πρὸς αὐτὸν δυνάμεις μισθωταί. 30Καὶ ἦν ὁ ἀριθμὸς τῶν δυνάμεων αὐτοῦ ἑκατὸν χιλιάδες τῶν πεζῶν, καὶ εἴκοσι χιλιάδες ἵππων, καὶ ἐλέφαντες δύο καὶ τριάκοντα εἰδότες πόλεμον. 31Καὶ ἤλθοσαν διὰ τῆς Ἰδουμαίας, καὶ παρενεβάλοσαν ἐπὶ Βαιθσούραν, καὶ ἐπολέμησαν ἡμέρας πολλὰς, καὶ ἐποίησαν μηχανάς· καὶ ἐξῆλθον, καὶ ἐνεπύρισαν αὐτὰς ἐν πυρὶ, καὶ ἐπολέμησαν ἀνδρωδῶς.

32Καὶ ἀπῇρεν Ἰούδας ἀπὸ τῆς ἄκρας, καὶ παρενέβαλεν εἰς Βαιθζαχαρία ἀπέναντι τῆς παρεμβολῆς τοῦ βασιλέως. 33Καὶ ὤρθρισεν ὁ βασιλεὺς τοπρωῒ, καὶ ἀπῇρε τὴν παρεμβολὴν ἐν ὁρμήματι αὐτῆς κατὰ τὴν ὁδὸν Βαιθζαχαρία, καὶ διεσκευάσθησαν αἱ δυνάμεις εἰς τὸν πόλεμον, καὶ ἐσάλπισαν ταῖς σάλπιγξι.

34Καὶ τοῖς ἐλέφασιν ἔδειξαν αἷμα σταφυλῆς καὶ μόρων, τοῦ παραστῆσαι αὐτοὺς εἰς τὸν πόλεμον. 35Καὶ διεῖλον τὰ θηρία εἰς τὰς φάλαγγας, καὶ παρέστησαν ἑκάστῳ ἐλέφαντι χιλίους ἄνδρας τεθωρακισμένους ἐν ἁλυσιδωτοῖς, καὶ περικεφαλαῖαι χαλκαῖ ἐπὶ τῶν κεφαλῶν αὐτῶν, καὶ πεντακόσιοι ἵπποι διατεταγμένοι ἑκάστῳ θηρίῳ ἐκλελεγμένοι. 36Οὗτοι πρὸ καιροῦ, οὗ ἐὰν ἦν τὸ θηρίον, ἦσαν, καὶ οὗ ἐὰν ἐπορεύετο, ἐπορεύοντο ἅμα, οὐκ ἀφίσταντο ἀπʼ αὐτοῦ. 37Καὶ πύργοι ξύλινοι ἐπʼ αὐτοὺς ὀχυροὶ σκεπαζόμενοι ἐφʼ ἑκάστου θηρίου, ἐζωσμένοι ἐπʼ αὐτοῦ μηχαναῖς· καὶ ἐφʼ ἑκάστου ἄνδρες δυνάμεως δύο καὶ τριάκοντα οἱ πολεμοῦντες ἐπʼ αὐτοῖς, καὶ ὁ Ἰνδὸς αὐτοῦ.

38Καὶ τὴν ἐπίλοιπον ἵππον ἔνθεν καὶ ἔνθεν ἔστησαν ἐπὶ τὰ δύο μέρη τῆς παρεμβολῆς, κατασείοντες καὶ καταφρασσόμενοι ἐν ταῖς φάραγξιν. 39Ὡς δὲ ἔστιλβεν ὁ ἥλιος ἐπὶ τὰς χρυσᾶς καὶ χαλκᾶς ἀσπίδας, ἔστιλβε τὰ ὄρη ἀπʼ αὐτῶν, καὶ κατηύγαζεν ὡς λαμπάδες πυρός. 40Καὶ ἐξετάθη μέρος τι τῆς παρεμβολῆς τοῦ βασιλέως ἐπὶ τὰ ὑψηλὰ ὄρη, καί τινες ἐπὶ ταπεινά· καὶ ἤρχοντο ἀσφαλῶς καὶ τεταγμένως. 41Καὶ ἐσαλεύοντο πάντες οἱ ἀκούοντες φωνῆς πλήθους αὐτῶν, καὶ ὁδοιπαρίας τοῦ πλήθους, καὶ συγκρουσμοῦ τῶν ὅπλων· ἦν γὰρ ἡ παρεμβολὴ μεγάλη σφόδρα καὶ ἰσχυρά.

42Καὶ ἤγγισεν Ἰούδας καὶ ἡ παρεμβολὴ αὐτοῦ εἰς παράταξιν· καὶ ἔπεσον ἀπὸ τῆς παρεμβολῆς τοῦ βασιλέως ἑξακόσιοι ἄνδρες. 43Καὶ εἶδεν Ἐλεάζαρ ὁ Σαυαρὰν ἓν τῶν θηρίων τεθωρακισμένον θώρακι βασιλικῷ, καὶ ἦν ὑπεράγον πάντα τὰ θηρία, καὶ ὤφθη ὅτι ἐν αὐτῷ ἐστιν ὁ βασιλεύς. 44Καὶ ἔδωκεν ἑαυτὸν τοῦ σῶσαι τὸν λαὸν αὐτοῦ, καὶ περιποιῆσαι ἑαυτῷ ὄνομα αἰώνιον. 45Καὶ ἐπέδραμεν αὐτῷ θράσει εἰς μέσον τῆς φάλαγγος, καὶ ἐθανάτου δεξιὰ καὶ εὐώνυμα καὶ ἐσχίζοντο ἀπʼ αὐτοῦ ἔνθα καὶ ἔνθα. 46Καὶ εἰσέδυ ὑπὸ τὸν ἐλέφαντα, καὶ ὑπέθηκεν αὐτῷ, καὶ ἀνεῖλεν αὐτὸν, καὶ ἔπεσεν ἐπὶ τὴν γῆν ἐπάνω αὐτοῦ, καὶ ἀπέθανεν ἐκεῖ. 47Καὶ ἴδον τὴν ἰσχὺν τῆς βασιλείας καὶ τὸ ὅρμημα τῶν δυνάμεων, καὶ ἐξέκλιναν ἀπʼ αὐτῶν.

48Οἱ δὲ ἐκ τῆς παρεμβολῆς τοῦ βασιλέως ἀνέβαινον εἰς συνάντησιν αὐτῶν εἰς Ἱερουσαλήμ· καὶ παρενέβαλεν ὁ βασιλεὺς εἰς τὴν Ἰουδαίαν καὶ εἰς τὸ ὄρος Σιὼν, 49καὶ ἐποίησεν εἰρήνην μετὰ τῶν ἐκ Βαιθσούρων· καὶ ἐξῆλθον ἐκ τῆς πόλεως, ὅτι οὐκ ἦν αὐτοῖς ἐκεῖ διατροφὴ τοῦ συγκεκλεῖσθαι ἐν αὐτῇ, ὅτι σάββατον ἦν τῇ γῇ.

50Καὶ κατελάβετο βασιλεὺς τὴν Βαιθσούραν, καὶ ἀπέταξεν ἐκεῖ φρουρὰν τηρεῖν αὐτὴν, 51καὶ παρενέβαλεν ἐπὶ τὸ ἁγίασμα ἡμέρας πολλὰς, καὶ ἔστησεν ἐκεῖ βελοστάσεις καὶ μηχανὰς καὶ πυρόβολα καὶ λιθόβολα καὶ σκορπίδια εἰς τὸ βάλλεσθαι βέλη, καὶ σφενδόνας. 52Καὶ ἐποίησαν καὶ αὐτοὶ μηχανὰς πρὸς τὰς μηχανὰς αὐτῶν, καὶ ἐπολέμησαν ἡμέρας πολλάς. 53Βρώματα δὲ οὐκ ἦν ἐν τοῖς ἀγγείοις, διὰ τὸ ἕβδομον ἔτος εἶναι, καὶ οἱ ἀνασωζόμενοι εἰς τὴν Ἰουδαίαν ἀπὸ τῶν ἐθνῶν κατέφαγον τὸ ὑπόλειμμα τῆς παραθέσεως. 54Καὶ ὑπελείφθησαν ἐν τοῖς ἁγίοις ἄνδρες ὀλίγοι, ὅτι κατεκράτησεν αὐτῶν ὁ λιμός· καὶ ἐσκορπίσθησαν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ.

55Καὶ ἤκουσε Λυσίας, ὅτι Φίλιππος, ὃν κατέστησεν ὁ βασιλεὺς Ἀντίοχος ἔτι ζῶν, ἐκθρέψαι Ἀντίοχον τὸν υἱὸν αὐτοῦ εἰς τὸ βασιλεῦσαι αὐτὸν, 56ἀπέστρεψεν ἀπὸ τῆς Περσίδος καὶ Μηδείας, καὶ αἱ δυνάμεις αἱ πορευθεῖσαι τοῦ βασιλέως μετʼ αὐτοῦ, καὶ ὅτι ζητεῖ παραλαβεῖν τὰ πράγματα. 57Καὶ κατέσπευσε τοῦ ἀπελθεῖν, καὶ εἰπεῖν πρὸς τὸν βασιλέα καὶ τοὺς ἡγεμόνας τῆς δυνάμεως καὶ τοὺς ἄνδρας, ἐκλείπομεν καθʼ ἡμέραν, καὶ ἡ τροφὴ ἡμῖν ὀλίγη, καὶ ὁ τόπος οὗ παρεμβάλλομεν ἐστιν ὀχυρὸς, καὶ ἐπίκειται ἡμῖν τὰ τῆς βασιλείας. 58Νῦν οὖν δῶμεν δεξιὰν τοῖς ἀνθρώποις τούτοις, καὶ ποιήσωμεν μετʼ αὐτῶν εἰρήνην καὶ μετὰ παντὸς ἔθνους αὐτῶν, 59καὶ στήσωμεν αὐτοῖς τοῦ πορεύεσθαι τοῖς νομίμοις αὐτῶν, ὡς τοπρότερον· χάριν γὰρ τῶν νομίμων αὐτῶν ὧν διεσκεδάσαμεν, ὠργίσθησαν, καὶ ἐποίησαν ταῦτα πάντα.

60Καὶ ἤρεσεν ὁ λόγος ἐναντίον τοῦ βασιλέως καὶ τῶν ἀρχόντων, καὶ ἀπέστειλε πρὸς αὐτοὺς εἰρηνεῦσαι, καὶ ἐπεδέξαντο. 61Καὶ ὤμοσεν αὐτοῖς ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες· ἐπὶ τούτοις ἐξῆλθον ἐκ τοῦ ὀχυρώματος. 62Καὶ εἰσῆλθεν ὁ βασιλεὺς εἰς τὸ ὄρος Σιὼν, καὶ εἶδε τὸ ὀχύρωμα τοῦ τόπου· καὶ ἠθέτησε τὸν ὁρκισμὸν ὃν ὤμοσε, καὶ ἐνετείλατο καθελεῖν τὸ τεῖχος κυκλόθεν. 63Καὶ ἀπῇρε κατὰ σπουδὴν, καὶ ἀπέστρεψεν εἰς Ἀντιόχειαν, καὶ εὗρε Φίλιππον κυριεύοντα τῆς πόλεως, καὶ ἐπολέμησε πρὸς αὐτὸν, καὶ κατελάβετο τὴν πόλιν βίᾳ.

1MA 6 ©

1MAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16