Open Bible Data Home  About  News  OET Key

OETOET-RVOET-LVULTUSTBSBBLBAICNTOEBWEBBEWMBBNETLSVFBVTCNTT4TLEBBBEMoffJPSWymthASVDRAYLTDrbyRVWbstrKJB-1769KJB-1611BshpsGnvaCvdlTNTWyclSR-GNTUHBBrLXXBrTrRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy DocumentBy Section By Chapter Details

1MAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16

BrLXX 1MA Chapter 10

1MA 10 ©

10Καὶ ἐν ἔτει ἑξηκοστῷ καὶ ἑκατοστῷ ἀνέβη Ἀλέξανδρος ὁ τοῦ Ἀντιόχου ὁ Ἐπιφανής, καὶ κατελάβετο Πτολεμαΐδα, καὶ ἐπεδέξαντο αὐτὸν, καὶ ἐβασίλευσεν ἐκεῖ. 2Καὶ ἤκουσε Δημήτριος ὁ βασιλεύς, καὶ συνήγαγε δυνάμεις πολλὰς σφόδρα, καὶ ἐξῆλθεν εἰς συνάντησιν αὐτῷ εἰς πόλεμον. 3Καὶ ἀπέστειλε Δημήτριος πρὸς Ἰωνάθαν ἐπιστολὰς λόγοις εἰρηνικοῖς ὥστε μεγαλῦναι αὐτόν. 4Εἶπε γάρ, προφθάσωμεν τοῦ εἰρήνην θεῖναι μετʼ αὐτοῦ, πρινὴ θεῖναι αὐτὸν μετὰ Ἀλεξάνδρου καθʼ ἡμῶν. 5Μνησθήσεται γὰρ πάντων τῶν κακῶν ὧν συνετελέσαμεν πρὸς αὐτόν, καὶ εἰς τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ εἰς τὸ ἔθνος αὐτοῦ. 6Καὶ ἔδωκεν αὐτῷ ἐξουσίαν συναγαγεῖν δυνάμεις, καὶ κατασκευάζειν ὅπλα, καὶ εἶναι αὐτὸν σύμμαχον αὐτοῦ, καὶ τὰ ὅμηρα τὰ ἐν τῇ ἄκρᾳ εἶπε παραδοῦναι αὐτῷ.

7Καὶ ἦλθεν Ἰωνάθαν εἰς Ἱερουσαλὴμ, καὶ ἀνέγνω τὰς ἐπιστολὰς εἰς τὰ ὦτα παντὸς τοῦ λαοῦ, καὶ τῶν ἐκ τῆς ἄκρας. 8Καὶ ἐφοβήθησα φόβον μέγαν ὅτε ἤκουσαν ὅτι ἔδωκεν αὐτῷ ὁ βασιλεὺς ἐξουσίαν συναγαγεῖν δυνάμεις. 9Καὶ παρέδωκαν οἱ ἐκ τῆς ἄκρας Ἰωνάθαν τὰ ὅμηρα, καὶ ἀπέδωκεν αὐτοὺς τοῖς γονεῦσιν αὐτῶν.

10Καὶ ᾤκησεν Ἰωνάθαν ἐν Ἱερουσαλήμ, καὶ ἤρξατο οἰκοδομεῖν καὶ καινίζειν τὴν πόλιν. 11Καὶ εἶπε πρὸς τοὺς ποιοῦντας τὰ ἔργα, οἰκοδομεῖν τὰ τείχη, καὶ τὸ ὄρος Σιὼν κυκλόθεν ἐκ λίθων τετραγώνων εἰς ὀχύρωσιν· καὶ ἐποίησαν οὕτως.

12Καὶ ἔφυγον οἱ ἀλλογενεῖς οἱ ὄντες ἐν τοῖς ὀχυρώμασιν οἷς ᾠκοδόμησε Βακχίδης. 13Καὶ κατέλιπεν ἕκαστος τὸν τόπον αὐτοῦ, καὶ ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ. 14Πλὴν ἐν Βαιθσούρᾳ ὑπελείφθησάν τινες τῶν καταλιπόντων τὸν νόμον καὶ τὰ προστάγματα, ἦν γὰρ αὐτοῖς φυγαδευτήριον.

15Καὶ ἤκουσεν Ἀλέξανδρος ὁ βασιλεὺς τὰς ἐπαγγελίας ὅσας ἀπέστειλε Δημήτριος τῷ Ἰωνάθαν, καὶ διηγήσαντο αὐτῷ τοὺς πολέμους καὶ τὰς ἀνδραγαθίας ἃς ἐποίησεν αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ τοὺς κόπους οὓς ἔσχον, 16καὶ εἶπε, μὴ εὑρήσομεν ἄνδρα τοιοῦτον ἕνα; καὶ νῦν ποιήσομεν αὐτὸν φίλον, καὶ σύμμαχον ἡμῶν.

17Καὶ ἔγραψεν ἐπιστολὰς, καὶ ἀπέστειλεν αὐτῷ κατὰ τοὺς λόγους τούτους, λέγων, 18βασιλεὺς Ἀλέξανδρος τῷ ἀδελφῷ Ἰωνάθαν χαίρειν. 19Ἀκηκόαμεν περὶ σοῦ, ὅτι ἀνὴρ δυνατὸς ἰσχύϊ, καὶ ἐπιτήδειος εἶ τοῦ εἶναι ἡμῖν φίλος. 20Καὶ νῦν καθεστάκαμέν σε σήμερον ἀρχιερέα τοῦ ἔθνους σου, καὶ φίλον βασιλέως καλεῖσθαι· καὶ ἀπέστειλεν αὐτῷ πορφύραν καὶ στέφανον χρυσοῦν· καὶ φρονεῖν τὰ ἡμῶν, καὶ συντηρεῖν φιλίαν πρὸς ἡμᾶς. 21Καὶ ἐνεδύσατο Ἰωνάθαν τὴν ἁγίαν στολὴν τῷ ἑβδόμῳ μηνὶ ἔτους ἑξηκοστοῦ καὶ ἑκατοστοῦ ἐν ἑορτῇ σκηνοπηγίας, καὶ συνήγαγε δυνάμεις, καὶ κατεσκεύασεν ὅπλα πολλά.

22Καὶ ἤκουσε Δημήτριος τοὺς λόγους τούτους. καὶ ἐλυπήθη, καὶ εἶπε, 23τί τοῦτο ἐποιήσαμεν, ὅτι προέφθακεν ἡμᾶς ὁ Ἀλέξανδρος τοῦ φιλίαν καταθέσθαι τοῖς Ἰουδαίοις εἰς στήριγμα; 24Γράψω αὐτοῖς κᾀγὼ λόγους παρακλήσεως, καὶ ὕψους, καὶ δομάτων, ὅπως ὦσι σὺν ἐμοὶ εἰς βοήθειαν. 25Καὶ ἀπέστειλεν αὐτοῖς κατὰ τοὺς λόγους τούτους· βασιλεὺς Δημήτριος τῷ ἔθνει τῶν Ἰουδαίων χαίρειν. 26Ἐπεὶ συνετηρήσατε τὰς πρὸς ἡμᾶς συνθήκας, καὶ ἐνεμείνατε τῇ φιλίᾳ ἡμῶν, καὶ οὐ προσεχωρήσατε τοῖς ἐχθροῖς ἡμῶν, ἠκούσαμεν, καὶ ἐχάρημεν. 27Καὶ νῦν ἐμμείνατε ἔτι τοῦ συντηρῆσαι πρὸς ἡμᾶς πίστιν, καὶ ἀνταποδώσομεν ὑμῖν ἀγαθὰ, ἀνθʼ ὧν ποιεῖτε μεθʼ ἡμῶν. 28Καὶ ἀφήσομεν ὑμῖν ἀφέματα πολλὰ, καὶ δώσομεν ὑμῖν δόματα.

29Καὶ νῦν ἀπολύω ὑμᾶς, καὶ ἀφίημι πάντας τοὺς Ἰουδαίους ἀπὸ τῶν φόρων, καὶ τῆς τιμῆς τοῦ ἁλὸς, καὶ ἀπὸ τῶν στεφάνων, 30καὶ ἀντὶ τοῦ τρίτου τῆς σπορᾶς, καὶ ἀντὶ τοῦ ἡμίσους τοῦ καρποῦ τοῦ ξυλίνου τοῦ ἐπιβάλλοντός μοι λαβεῖν ἀφίημι ἀπὸ τῆς σήμερον καὶ ἐπέκεινα τοῦ λαβεῖν ἀπὸ τῆς γῆς Ἰούδα, καὶ ἀπὸ τῶν τριῶν νομῶν τῶν προστιθεμένων αὐτῇ ἀπὸ τῆς Σαμαρείτιδος καὶ Γαλιλαίας, καὶ ἀπὸ τῆς σήμερον ἡμέρας καὶ εἰς τὸν αἰῶνα χρόνον.

31Καὶ Ἱερουσαλὴμ ἤτω ἁγία καὶ ἀφειμένη, καὶ τὰ ὅρια αὐτῆς, αἱ δεκάται καὶ τὰ τέλη. 32Ἀφίημι καὶ τὴν ἐξουσίαν τῆς ἄκρας τῆς ἐν Ἱερουσαλὴμ, καὶ δίδωμι τῷ ἀρχιερεῖ, ὅπως ἂν καταστήσῃ ἐν αὐτῇ ἄνδρας οὓς ἂν ἐκλέξηται αὐτὸς τοῦ φυλάσσειν αὐτήν.

33Καὶ πᾶσαν φυχὴν Ἰουδαίων τὴν αἰχμαλωτισθεῖσαν ἀπὸ γῆς Ἰούδα εἰς πᾶσαν βασιλείαν μου ἀφίημι ἐλευθέραν δωρέαν· καὶ πάντες ἀφιέτωσαν τοὺς φόρους καὶ τῶν κτηνῶν αὐτῶν. 34Καὶ πᾶσαι αἱ ἑορταὶ καὶ τὰ σάββατα καὶ νουμηνίαι, καὶ ἡμέραι ἀποδεδειγμέναι, καὶ τρεῖς ἡμέραι πρὸ ἑορτῆς καὶ τρεῖς ἡμέραι μετὰ ἑορτὴν, ἔστωσαν πᾶσαι αἱ ἡμέραι ἀτελείας καὶ ἀφέσεως πᾶσι τοῖς Ἰουδαίοις τοῖς οὖσιν ἐν τῇ βασιλείᾳ μου. 35Καὶ οὐχ ἕξει ἐξουσίαν οὐδεὶς πράσσειν καὶ παρενοχλεῖν τινα αὐτῶν περὶ παντὸς πράγματος.

36Καὶ προγραφήτωσαν τῶν Ἰουδαίων εἰς τὰς δυνάμεις τοῦ βασιλέως εἰς τριάκοντα χιλιάδας ἀνδρῶν, καὶ δοθήσεται αὐτοῖς ξένια ὡς καθήκει πάσαις ταῖς δυνάμεσι τοῦ βασιλέως. 37Καὶ κατασταθήσεται ἐξ αὐτῶν ἐν τοῖς ὀχυρώμασι τοῦ βασιλέως τοῖς μεγάλοις, καὶ ἐκ τούτων κατασταθήσεται ἐπὶ χρειῶν τῆς βασιλείας τῶν οὐσῶν εἰς πίστιν· καὶ οἱ ἐπʼ αὐτῶν καὶ οἱ ἄρχοντες ἔστωσαν ἐξ αὐτῶν· καὶ πορευέσθωσαν τοῖς νόμοις αὐτῶν, καθὰ καὶ προσέταξεν ὁ βασιλεὺς ἐν γῇ Ἰούδα.

38Καὶ τοὺς τρεῖς νομοὺς τοὺς προστεθέντας τῇ Ἰουδαίᾳ ἀπὸ τῆς χώρας Σαμαρείας, προστεθήτω τῇ Ἰουδαίᾳ πρὸς τὸ λογισθῆναι τοῦ γενέσθαι ὑφʼ ἕνα, τοῦ μὴ ὑπακοῦσαι ἄλλης ἐξουσίας ἀλλʼ ἢ τοῦ ἀρχιερέως.

39Πτολεμαΐδα καὶ τὴν προσκυροῦσαν αὐτῇ δέδωκα δόμα τοῖς ἁγίοις τοῖς ἐν Ἰερουσαλὴμ εἰς τὴν προσήκουσαν δαπάνην τοῖς ἁγίοις. 40Κᾀγὼ δίδωμι κατʼ ἐνιαυτὸν δεκαπέντε χιλιάδας σίκλων ἀργυρίου ἀπὸ τῶν λόγων τοῦ βασιλέως, ἀπὸ τῶν τόπων τῶν ἀνηκόντων. 41Καὶ πᾶν τὸ πλεονάζον ὃ οὐκ ἀπεδίδοσαν οἱ ἀπὸ τῶν χρειῶν, ὡς ἐν τοῖς πρῶτοις ἔτεσιν, ἀπὸ τοῦ νῦν δώσουσιν εἰς τὰ ἔργα τοῦ οἴκου.

42Καὶ ἐπὶ τούτοις, πεντακισχιλίους σίκλους ἀργυρίου, οὓς ἐλάμβανον ἀπὸ τῶν χρειῶν τοῦ ἁγίου ἀπὸ τοῦ λόγου κατʼ ἐνιαυτὸν, καὶ ταῦτα ἀφίεται διὰ τὸ ἀνήκειν αὐτὰ τοῖς ἱερεῦσι τοῖς λειτουργοῦσι. 43Καὶ ὅσοι ἐὰν φύγωσιν εἰς τὸ ἱερὸν τὸ ἐν Ἱεροσολύμοις καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτοῦ, ὀφείλοντες βασιλικὰ καὶ πᾶν πρᾶγμα, ἀπολελύσθωσαν, καὶ πάντα ὅσα ἐστὶν αὐτοῖς ἐν τῇ βασιλείᾳ μου. 44Καὶ τοῦ οἰκοδομηθῆναι καὶ τοῦ ἐπικαινισθῆναι τὰ ἔργα τῶν ἁγίων, καὶ ἡ δαπάνη δοθήσεται ἐκ τοῦ λόγου τοῦ βασιλέως. 45Καὶ τοῦ οἰκοδομηθῆναι τὰ τείχη Ἱερουσαλὴμ καὶ ὀχυρῶσαι κυκλόθεν, καὶ ἡ δαπάνη δοθήσεται ἐκ τοῦ λόγου τοῦ βασιλέως, καὶ τοῦ οἰκοδομηθῆναι τὰ τείχη τὰ ἐν τῇ Ἰουδαίᾳ.

46Ὡς δὲ ἤκουσεν Ἰωνάθαν καὶ ὁ λαὸς τοὺς λόγους τούτους, οὐκ ἐπίστευσαν αὐτοῖς οὐδὲ ἐπεδέξαντο, ὅτι ἐπεμνήσθησαν τῆς κακίας τῆς μεγάλης ἧς ἐποίησεν ἐν Ἰσραὴλ, καὶ ἔθλιψεν αὐτοὺς σφόδρα. 47Καὶ εὐδόκησαν ἐν Ἀλεξάνδρῳ, ὅτι αὐτὸς ἐγένετο αὐτοῖς ἀρχηγὸς λόγων εἰρηνικῶν, καὶ συνεμάχουν αὐτῷ πάσας τὰς ἡμέρας.

48Καὶ συνήγαγεν Ἀλέξανδρος ὁ βασιλεὺς δυνάμεις μεγάλας, καὶ παρενέβαλεν ἐξεναντίας Δημητρίου. 49Καὶ συνῆψαν πόλεμον οἱ δύο βασιλεῖς, καὶ ἔφυγεν ἡ παρεμβολὴ Δημητρίου, καὶ ἐδίωξεν αὐτὸν ὁ Ἀλέξανδρος, καὶ ἴσχυσεν ἐπʼ αὐτούς. 50Καὶ ἐστερέωσε τὸν πόλεμον σφόδρα ἕως ἔδυ ὁ ἥλιος, καὶ ἔπεσεν ὁ Δημήτριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.

51Καὶ ἀπέστειλεν Ἀλέξανδρος πρὸς Πτολεμαῖον βασιλέα Αἰγύπτου πρέσβεις κατὰ τοὺς λόγους τούτους, λέγων, 52ἐπεὶ ἀνέστρεψα εἰς γῆν βασιλείας μου, καὶ ἐκάθισα ἐπὶ θρόνου πατέρων μου, καὶ ἐκράτησα τῆς ἀρχῆς, καὶ συνέτριψα τὸν Δημήτριον, καὶ ἐπεκράτησα τῆς χώρας ἡμῶν· 53καὶ συνῆψα πρὸς αὐτὸν μάχην, καὶ συνετρίβη αὐτὸς καὶ ἡ παρεμβολὴ αὐτοῦ ὑφʼ ἡμῶν, καὶ ἐκαθίσαμεν ἐπὶ θρόνου βασιλείας αὐτοῦ· 54καὶ νῦν στήσωμεν πρὸς ἑαυτοὺς φιλίαν, καὶ νῦν δός μοι τὴν θυγατέρα σου εἰς γυναῖκα, καὶ ἐπιγαμβρεύσω σοι, καὶ δώσω σοι δόματα, καὶ αὐτῇ. ἄξιά σου.

55Καὶ ἀπεκρίθη Πτολεμαῖος ὁ βασιλεὺς, λέγων, ἀγαθὴ ἡμέρα ἐν ᾗ ἀνέστρεψας εἰς γῆν πατέρων σου, καὶ ἐκάθισας ἐπὶ θρόνου βασιλείας αὐτῶν. 56Καὶ νῦν ποιήσω σοι ἃ ἔγραψας, ἀλλʼ ἀπάντησον εἰς Πτολεμαΐδα, ὅπως ἴδωμεν ἀλλήλους, καὶ ἐπιγαμβρεύσω σοι καθὼς εἴρηκας.

57Καὶ ἐξῆλθε Πτολεμαῖος ἐξ Αἰγύπτου αὐτὸς καὶ Κλεοπάτρα ἡ θυγάτηρ αὐτοῦ, καὶ εἰσῆλθον εἰς Πτολεμαΐδα ἔτους δευτέρου καὶ ἑξηκοστοῦ καὶ ἑκατοστοῦ. 58Καὶ ἀπήντησεν αὐτῷ Ἀλεξανδρος ὁ βασιλεὺς, καὶ ἐξέδοτο αὐτῷ Κλεοπάτραν τὴν θυγατέρα αὐτοῦ, καὶ ἐποίησε τὸν γάμον αὐτῆς ἐν Πτολεμαΐδι, καθὼς οἱ βασιλεῖς, ἐν δόξῃ μεγάλῃ.

59Καὶ ἔγραψεν Ἀλέξανδρος ὁ βασιλεὺς τῷ Ἰωνάθαν ἐλθεῖν εἰς συνάντησιν αὐτῷ. 60Καὶ ἐπορεύθη μετὰ δόξης εἰς Πτολεμαΐδα, καὶ ἀπήντησε τοῖς δυσὶ βασιλεῦσι· καὶ ἔδωκεν αὐτοῖς ἀργύριον καὶ χρυσίον, καὶ τοῖς φίλοις αὐτῶν, καὶ δόματα πολλὰ, καὶ εὗρε χάριν ἐναντίον αὐτῶν.

61Καὶ ἐπισυνήχθησαν πρὸς αὐτὸν ἄνδρες λοιμοὶ ἐξ Ἰσραὴλ, ἄνδρες παράνομοι, ἐντυχεῖν κατʼ αὐτοῦ, καὶ οὐ προσέσχεν αὐτοῖς ὁ βασιλεύς. 62Καὶ προσέταξεν ὁ βασιλεὺς, καὶ ἐξέδυσαν Ἰωνάθαν τὰ ἱμάτια αὐτοῦ, καὶ ἐνέδυσαν αὐτὸν πορφύραν, καὶ ἐποίησαν οὕτως. 63Καὶ ἐκάθισεν αὐτὸν ὁ βασιλεὺς μετʼ αὐτοῦ, καὶ εἶπε τοῖς ἄρχουσιν αὐτοῦ, ἐξέλθετε μετʼ αὐτοῦ εἰς μέσον τῆς πόλεως, καὶ κηρύξατε τοῦ μηδένα ἐντυγχάνειν κατʼ αὐτοῦ περὶ μηδενὸς πράγματος, καὶ μηδεὶς αὐτῷ παρενοχλείτω περὶ παντὸς λόγου.

64Καὶ ἐγένετο ὡς ἴδον οἱ ἐντυγχάνοντες τὴν δόξαν αὐτοῦ καθὼς ἐκήρυξαν, καὶ περιβεβλημένον αὐτὸν πορφύραν, καὶ ἔφυγον πάντες. 65Καὶ ἐδόξασεν αὐτὸν ὁ βασιλεύς, καὶ ἔγραψεν αὐτὸν τῶν πρώτων φίλων, καὶ ἔθετο αὐτὸν στρατηγὸν καὶ μεριδάρχην. 66Καὶ ἐπέστρεψεν Ἰωνάθαν εἰς Ἱερουσαλὴμ μετʼ εἰρήνης καὶ εὐφροσύνης.

67Καί ἐν ἔτει πέμπτῳ καὶ ἑξηκοστῷ καὶ ἑκατοστῷ ἦλθε Δημήτριος υἱὸς Δημητρίου ἐκ Κρήτης εἰς τὴν γῆν τῶν πατέρων αὐτοῦ. 68Καὶ ἤκουσεν Ἀλέξανδρος ὁ βασιλεὺς, καὶ ἐλυπήθη σφόδρα, καὶ ἀπέστρεψεν εἰς Ἀντιόχειαν.

69Καὶ κατέστησε Δημήτριος Ἀπολλώνιον τὸν ὄντα ἐπὶ κοίλης Συρίας, καὶ συνήγαγε δύναμιν μεγάλην, καὶ παρενέβαλεν ἐν Ἰαμνείᾳ· 70καὶ ἀπέστειλε πρὸς Ἰωνάθαν τὸν ἀρχιερέα, λέγων, σὺ μονώτατος ἐπαίρῃ ἐφʼ ἡμᾶς, ἐγὼ δὲ ἐγενήθην εἰς καταγέλωτα καὶ ὀνειδισμὸν διὰ σέ· καὶ διατί σὺ ἐξουσιάζῃ ἐφʼ ἡμᾶς ἐν τοῖς ὄρεσι;

71Νῦν οὖν εἰ πέποιθας ἐπὶ ταῖς δυνάμεσί σου, κατάβηθι πρὸς ἡμᾶς εἰς τὸ πεδίον, καὶ συγκριθῶμεν ἑαυτοῖς ἐκεῖ, ὅτι μετʼ ἐμοῦ ἐστι δύναμις τῶν πόλεων. 72Ἐρώτησον καὶ μάθε τίς εἰμι καὶ οἱ λοιποὶ οἱ βοηθοῦντες ἡμῖν, καὶ λέγουσιν, οὐκ ἔστιν ὑμῖν στάσις ποδὸς κατὰ πρόσωπον ἡμῶν; ὅτι δὶς ἐτροπώθησαν οἱ πατέρες σου ἐν τῇ γῇ αὐτῶν. 73Καὶ νῦν οὐ δυνήσῃ ὑποστῆναι τὴν ἵππον καὶ δύναμιν τοιαύτην ἐν τῷ πεδίῳ, ὅπου οὐκ ἔστι λίθος οὐδὲ κόχλαξ οὐδὲ τόπος τοῦ φυγεῖν.

74Ὡς δὲ ἤκουσεν Ἰωνάθαν τῶν λόγων Ἀπολλωνίου, ἐκινήθη τῇ διανοίᾳ, καὶ ἐπέλεξε δέκα χιλιάδας ἀνδρῶν, καὶ ἐξῆλθεν ἐξ Ἱερουσαλὴμ, καὶ συνήντησεν αὐτῷ Σίμων ὁ ἀδελφὸς αὐτοῦ ἐπὶ βοήθειαν αὐτοῦ. 75Καὶ παρενέβαλεν ἐπὶ Ἰόππην, καὶ ἀπέκλεισαν αὐτὸν ἐκ τῆς πόλεως, ὅτι φρουρὰ Ἀπολλωνίου ἐν Ἰόππῃ, καὶ ἐπολέμησαν αὐτήν.

76Καὶ φοβηθέντες ἤνοιξαν οἱ ἐκ τῆς πόλεως, καὶ ἐκυρίευσεν Ἰωνάθαν Ἰόππης. 77Καὶ ἤκουσεν Ἀπολλώνιος, καὶ παρενέβαλε τρισχιλίαν ἵππον, καὶ δύναμιν πολλήν· καὶ ἐπορεύθη εἰς Ἄζωτον ὡς διοδεύων, καὶ ἅμα προῆγεν εἰς τὸ πεδίον, διὰ τὸ ἔχειν αὐτὸν πλῆθος ἵππου καὶ πεποιθέναι ἐπʼ αὐτῇ.

78Καὶ κατεδίωξεν Ἰωνάθαν ὀπίσω αὐτοῦ εἰς Ἄζωτον, καὶ συνῆψαν αἱ παρεμβολαὶ εἰς πόλεμον. 79Καὶ ἀπέλιπεν Ἀπολλώνιος χιλίαν ἵππον ἐν κρυπτῷ κατόπισθεν αὐτῶν. 80Καὶ ἔγνω Ἰωνάθαν ὅτι ἐστὶν ἔνεδρον κατόπισθεν αὐτοῦ, καὶ ἐκύκλωσαν αὐτοῦ τὴν παρεμβολὴν, καὶ ἐξετίναξαν τὰς σχίζας εἰς τὸν λαὸν ἐκ πρωΐθεν ἕως ἑσπέρας.

81Ὁ δὲ λαὸς εἱστήκει, καθὼς ἐπέταξεν Ἰωνάθαν, καὶ ἐκοπίασαν οἱ ἵπποι αὐτῶν. 82Καὶ εἵλκυσε Σίμων τὴν δύναμιν αὐτοῦ, καὶ συνῆψε πρὸς τὴν φάραγγα· ἡ γὰρ ἵππος ἐξελύθη· καὶ συνετρίβησαν ὑπʼ αὐτοῦ, καὶ ἔφυγον. 83Καὶ ἡ ἵππος ἐσκορπίσθη ἐν τῷ πεδίῳ, καὶ ἔφυγον εἰς Ἄζωτον, καὶ εἰσῆλθον εἰς Βηθδαγὼν τὸ εἰδωλεῖον αὐτῶν, τοῦ σωθῆναι

84Καὶ ἐνεπύρισεν Ἰωνάθαν τὴν Ἄζωτον καὶ τὰς πόλεις τὰς κύκλῳ αὐτῆς, καὶ ἔλαβε τὰ σκῦλα αὐτῶν, καὶ τὸ ἱερὸν Δαγὼν καὶ τοὺς συμφυγόντας εἰς αὐτὸ ἐνεπύρισε πυρί. 85Καὶ ἐγένοντο οἱ πεπτωκότες μαχαίρᾳ σὺν τοῖς ἐμπυρισθεῖσιν εἰς ἄνδρας ὀκτακισχιλίους. 86Καὶ ἀπῇρεν ἐκεῖθεν Ἰωνάθαν, καὶ παρενέβαλεν ἐπὶ Ἀσκάλωνα, καὶ ἐξῆλθον οἱ ἐκ τῆς πόλεως εἰς συνάντησιν αὐτῷ ἐν δόξῃ μεγάλῃ. 87Καὶ ἐπέστρεψεν Ἰωνάθαν εἰς Ἱερουσαλὴμ σὺν τοῖς παρʼ αὐτοῦ, ἔχοντες σκῦλα πολλά.

88Καὶ ἐγένετο ὡς ἤκουσεν Ἀλέξανδρος ὁ βασιλεὺς τοὺς λόγους τούτους, καὶ προσέθετο δοξάσαι τὸν Ἰωνάθαν. 89Καὶ ἀπέστειλεν αὐτῷ πόρπην χρυσῆν, ὡς ἔθος ἐστὶ δίδοσθαι τοῖς συγγενέσι τῶν βασιλέων· καὶ ἔδωκεν αὐτῷ τὴν Ἀκκαρὼν καὶ πάντα τὰ ὅρια αὐτῆς εἰς κληροδοσίαν.

1MA 10 ©

1MAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16