Open Bible Data Home  About  News  OET Key

OETOET-RVULTUSTBSBOEBWEBBENETTCNTT4TLEBWymthRVKJB-1769KJB-1611BrLXXRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy Document By Section By ChapterDetails

BrLXX GENEXOLEVNUMDEUJOSJDGRUTH1SA2SA1KI2KI1CH2CHEZRAJOBPSAPROECCSNGISAJERLAMEZEDNGHOSJOELAMOSOBAYNAMICNAHHABZEPHAGZECMALTOBJDTESGWISSIRBARLJESUSBEL1MA2MA3MA4MAGESMAN

2KIC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25

BrLXX by section 2KI 15:1

2KI 15:1–15:38 ©

ΒΑΣΙΛΕΙΩΝ Δ 15

15Ἐν ἔτει εἰκοστῷ καὶ ἑβδόμῳ τῷ Ἱεροβοὰμ βασιλεῖ Ἰσραὴλ ἐβασίλευσεν Ἀζαρίας υἱὸς Ἀμεσσίου βασιλέως Ἰούδα. 2Υἱὸς ἑκκαίδεκα ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν, καὶ πεντηκονταδύο ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἱεχελία ἐξ Ἱερουσαλήμ. 3Καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου, κατὰ πάντα ὅσα ἐποίησεν Ἀμεσσίας ὁ πατὴρ αὐτοῦ. 4Πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῇρεν, ἔτι ὁ λαὸς ἐθυσίαζε καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς.

5Καὶ ἥψατο Κύριος τὸν βασιλέα, καὶ ἦν λελεπρωμένος ἕως ἡμέρας θανάτου αὐτοῦ· καὶ ἐβασίλευσεν ἐν οἴκῳ ἀφφουσώθ· καὶ Ἰωάθαμ υἱὸς τοῦ βασιλέως ἐπὶ τῷ οἴκῳ κρίνων τὸν λαὸν τῆς γῆς.

6Καὶ τὰ λοιπὰ τῶν λόγων Ἀζαρίου καὶ πάντα ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα; 7Καὶ ἐκοιμήθη Ἀζαρίας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυὶδ, καὶ ἐβασίλευσεν Ἰωάθαν υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.

8Ἐν ἔτει τριακοστῷ καὶ ὀγδόῳ τῷ Ἀζαρίου βασιλεῖ Ἰούδα ἐβασίλευσε Ζαχαρίας υἱὸς Ἰεροβοὰμ ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ ἑξάμηνον. 9Καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου καθὰ ἐποίησαν οἱ πατέρες αὐτοῦ· οὐκ ἀπέστη ἀπὸ πασῶν τῶν ἁμαρτιῶν Ἰεροβοὰμ υἱοῦ Ναβὰτ, ὃς ἐξήμαρτε τὸν Ἰσραήλ. 10Καὶ συνεστράφησαν ἐπʼ αὐτὸν Σελλοὺμ υἱὸς Ἰαβίς· καὶ ἐπάταξαν αὐτὸν Κεβλαὰμ καὶ ἐθανάτωσαν αὐτὸν, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ. 11Καὶ τὰ λοιπὰ τῶν λόγων Ζαχαρίου, ἰδού εἰσι γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ. 12Ὁ λόγος Κυρίου ὃν ἐλάλησε πρὸς Ἰοὺ, λέγων, υἱοὶ τέταρτοι καθήσονταί σοι ἐπὶ θρόνου Ἰσραήλ· καὶ ἐγένετο οὕτως.

13Καὶ Σελλοὺμ υἱὸς Ἰαβὶς ἐβασίλευσε· καὶ ἐν ἔτει τριακοστῷ καὶ ἐννάτῳ Ἀζαρίᾳ βασιλεῖ Ἰούδα ἐβασίλευσε Σελλοὺμ μῆνα ἡμερῶν ἐν Σαμαρείᾳ. 14Καὶ ἀνέβη Μαναὴμ υἱὸς Γαδδὶ ἐκ Θαρσιλὰ, καὶ ἦλθεν εἰς Σαμάρειαν, καὶ ἐπάταξε τὸν Σελλοὺμ υἱὸν Ἰαβὶς ἐν Σαμαρείᾳ, καὶ ἐθανάτωσεν αὐτόν. 15Καὶ τὰ λοιπὰ τῶν λόγων Σελλοὺμ, καὶ ἡ συστροφὴ αὐτοῦ ᾗ συνεστράφη, ἰδού εἰσι γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ.

16Τότε ἐπάταξε Μαναὴμ καὶ τὴν Θερσὰ καὶ πάντα τὰ ἐν αὐτῇ, καὶ τὰ ὅρια αὐτῆς ἀπὸ Θερσὰ, ὅτι οὐκ ἤνοιξαν αὐτῷ, καὶ ἐπάταξεν αὐτὴν, καὶ τὰς ἐν γαστρὶ ἐχούσας ἀνέῤῥηξεν.

17Ἐν ἔτει τριακοστῷ καὶ ἐννάτῳ τῷ Ἀζαρίᾳ βασιλεῖ Ἰούδα ἐβασίλευσε Μαναὴμ υἱὸς Γαδδὶ ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ δέκα ἔτη. 18Καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν Ἱεροβοὰμ υἱοῦ Ναβὰτ ὃς ἐξήμαρτε τὸν Ἰσραήλ. 19Ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνέβη Φονὰ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὴν γῆν, καὶ Μαναὴμ ἔδωκε τῷ Φουὰ χίλια τάλαντα ἀργυρίου εἶναι τὴν χεῖρα αὐτοῦ μετʼ αὐτοῦ. 20Καὶ ἐξήνεγκε Μαναὴμ τὸ ἀργύριον ἐπὶ τὸν Ἰσραὴλ ἐπὶ πᾶν δυνατὸν ἰσχύϊ, δοῦναι τῷ βασιλεῖ τῶν Ἀσσυρίων, πεντήκοντα σίκλους τῷ ἀνδρὶ τῷ ἑνί· καὶ ἀπέστρεψε βασιλεὺς Ἀσσυρίων, καὶ οὐκ ἔστη ἐκεῖ ἐν τῇ γῇ. 21Καὶ τὰ λοιπὰ τῶν λόγων Μαναὴμ καὶ πάντα ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ; 22Καὶ ἐκοιμήθη Μαναὴμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσε Φακεσίας υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.

23Ἐν ἔτει πεντηκοστῷ τοῦ Ἀζαρίου βασιλεῖ Ἰούδα ἐβασίλευσε Φακεσίας υἱὸς Μαναὴμ ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ δύο ἔτη. 24Καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, οὐκ ἀπέστη ἀπὸ ἁμαρτιῶν Ἰεροβοὰμ υἱοῦ Ναβὰτ ὃς ἐξήμαρτε τὸν Ἰσραήλ. 25Καὶ συνεστράφη ἐπʼ αὐτὸν Φακεὲ υἱὸς Ῥομελίου ὁ τριστάτης αὐτοῦ, καὶ ἐπάταξεν αὐτὸν ἐν Σαμαρείᾳ ἐναντίον οἴκου τοῦ βασιλέως μετὰ τοῦ Ἀργὸβ καὶ μετὰ τοῦ Ἀρία, καὶ μετʼ αὐτοῦ πεντήκοντα ἄνδρες ἀπὸ τῶν τετρακοσίων· καὶ ἐθανάτωσε αὐτὸν, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ. 26Καὶ τὰ λοιπὰ τῶν λόγων Φακεσίου καὶ πάντα ὅσα ἐποίησεν, ἰδού εἰσι γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ.

27Ἐν ἔτει πεντηκοστῷ καὶ δευτέρῳ τοῦ Ἀζαρίου βασιλεῖ Ἰούδα ἐβασίλευσε Φακεὲ υἱὸς Ῥομελίου ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ εἴκοσι ἔτη. 28Καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν Ἰεροβοὰμ υἱοῦ Ναβὰτ ὃς ἐξήμαρτε τὸν Ἰσραήλ. 29Ἐν ταῖς ἡμέραις Φακεὲ βασιλέως Ἰσραὴλ ἦλθε Θαλγαθφελλασὰρ βασιλεὺς Ἀσσυρίων, καὶ ἔλαβε τὴν Αἲν καὶ τὴν Ἀβὲλ καὶ τὴν Θαμααχὰ καὶ τὴν Ἀνιὼχ καὶ τὴν Κενὲζ καὶ τὴν Ἀσὼρ καὶ τὴν Γαλαὰν καὶ τὴν Γαλιλαίαν, πᾶσαν γῆν Νεφθαλὶ, καὶ ἀπῳκισεν αὐτοὺς εἰς Ἀσσυρίους. 30Καὶ συνέστρεψε σύστρεμμα Ὠσηὲ υἱὸς Ἠλὰ ἐπὶ Φακεὲ υἱὸν Ῥομελίου, καὶ ἐπάταξεν αὐτὸν, καὶ ἐθανάτωσε, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ, ἐν ἔτει εἰκοστῷ Ἰωάθαμ υἱοῦ Ἀζαρίου. 31Καὶ τὰ λοιπὰ τῶν λόγων Φακεὲ καὶ πάντα ὅσα ἐποίησεν, ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ.

32Ἐν ἔτει δευτέρῳ Φακεὲ υἱοῦ Ῥομελίου βασιλεῖ Ἰσραὴλ ἐβασίλευσεν Ἰωάθαμ υἱὸς Ἀζαρίου βασιλέως Ἰούδα. 33Υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν, καὶ ἐκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ἰερουσὰ θυγάτηρ Σαδώκ. 34Καὶ ἐποίησε τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου, κατὰ πάντα ὅσα ἐποίησεν Ἀζαρίας ὁ πατὴρ αὐτοῦ. 35Πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῇρεν, ἔτι ὁ λαὸς ἐθυσίαζε καὶ ἐθυμία ἐν τοῖς ὑψηλοῖς· αὐτὸς ᾠκοδόμησε τὴν πύλην οἴκου Κυρίου τὴν ἐπάνω. 36Καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωάθαμ καὶ πάντα ὅσα ἐποίησεν, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα;

37Ἐν ταῖς ἡμέραις ἐκείναις ἤρξατο Κύριος ἐξαποστέλλειν ἐν Ἰούδᾳ τὸν Ῥαασσὼν βασιλέα Συρίας, καὶ τὸν Φακεὲ υἱὸν Ῥομελίου. 38Καὶ ἐκοιμήθη Ἰωάθαμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐβασίλευσεν Ἄχαζ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.

2KI 15:1–15:38 ©

2KIC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25