Open Bible Data Home  About  News  OET Key

OETOET-RVULTUSTBSBOEBWEBBENETTCNTT4TLEBWymthRVKJB-1769KJB-1611BrLXXRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy Document By Section By ChapterDetails

BrLXX GENEXOLEVNUMDEUJOSJDGRUTH1SA2SA1KI2KI1CH2CHEZRAJOBPSAPROECCSNGISAJERLAMEZEDNGHOSJOELAMOSOBAYNAMICNAHHABZEPHAGZECMALTOBJDTESGWISSIRBARLJESUSBEL1MA2MA3MA4MAGESMAN

1KIC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22

BrLXX by section 1KI 16:1

1KI 16:1–16:34 ©

ΒΑΣΙΛΕΙΩΝ Γ 16

16Καὶ ἐγένετο λόγος Κυρίου ἐν χειρὶ Ἰοὺ υἱοῦ Ἀνανὶ πρὸς Βαασά. 2Ἀνθʼ ὧν ὕψωσά σε ἀπὸ τῆς γῆς, καὶ ἔδωκά σε ἡγούμενον ἐπὶ τὸν λαόν μου Ἰσραήλ, καὶ ἐπορεύθης ἐν τῇ ὁδῷ Ἱεροβοὰμ, καὶ ἐξήμαρτες τὸν λαόν μου τὸν Ἰσραὴλ, τοῦ παροργίσαι με ἐν τοῖς ματαίοις αὐτῶν, 3ἰδοὺ ἐγὼ ἐξεγείρω ὀπίσω Βαασὰ, καὶ ὄπισθεν τοῦ οἴκου αὐτοῦ, καὶ δώσω τὸν οἶκόν σου ὡς τὸν οἶκον Ἱεροβοὰμ υἱοῦ Ναβάτ. 4Τὸν τεθνηκότα τοῦ Βαασὰ ἐν τῇ πόλει καταφάγονται αὐτὸν οἱ κύνες, καὶ τὸν τεθνηκότα αὐτοῦ ἐν τῷ πεδίῳ καταφάγονται αὐτὸν τὰ πετεινὰ τοῦ οὐρανοῦ.

5Καὶ τὰ λοιπὰ τῶν λόγων Βαασὰ καὶ πάντα ἃ ἐποίησε, καὶ αἱ δυναστεῖαι αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ἰσραήλ; 6Καὶ ἐκοιμήθη Βαασὰ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ θάπτεται ἐν Θερσᾷ, καὶ βασιλεύει Ἠλὰ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.

7Καὶ ἐν χειρὶ Ἰοὺ υἱοῦ Ἀνανὶ ἐλάλησε Κύριος ἐπὶ Βαασὰ καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ, πᾶσαν τὴν κακίαν ἣν ἐποίησεν ἐνώπιον Κυρίου τοῦ παροργίσαι αὐτὸν ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτου, τοῦ εἶναι κατὰ τὸν οἶκον Ἱεροβοὰμ, καὶ ὑπὲρ τοῦ πατάξαι αὐτόν.

8Καὶ Ἠλὰ υἱὸς Βαασὰ ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ δύο ἔτη ἐν Θερσᾷ. 9Καὶ συνέστρεψεν ἐπʼ αὐτὸν Ζαμβρὶ ὁ ἄρχων τῆς ἡμίσους τῆς ἵππου, καὶ αὐτὸς ἦν ἐν Θερσᾷ πίνων μεθύων ἐν τῷ οἴκῳ Ὠσᾶ τοῦ οἰκονόμου ἐν Θερσᾷ. 10Καὶ εἰσῆλθε Σαμβρὶ καὶ ἐπάταξεν αὐτὸν καὶ ἐθανάτωσεν αὐτὸν, καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ. 11Καὶ ἐγενήθη ἐν τῷ βασιλεῦσαι αὐτὸν ἐν τῷ καθίσαι αὐτὸν ἐπὶ τοῦ θρόνου αὐτοῦ, καὶ ἐπάταξεν ὅλον τὸν οἶκον Βαασὰ, 12κατὰ τὸ ῥῆμα ὃ ἐλάλησε Κύριος ἐπὶ τὸν οἶκον Βαασὰ, καὶ πρὸς Ἰοὺ τὸν προφήτην 13περὶ πασῶν τῶν ἁμαρτιῶν Βαασὰ καὶ Ἠλὰ τοῦ υἱοῦ αὐτοῦ, ὡς ἐξήμαρτε τὸν Ἰσραὴλ, τοῦ παροργίσαι Κύριον τὸν Θεὸν Ἰσραὴλ ἐν τοῖς ματαίοις αὐτῶν. 14Καὶ τὰ λοιπὰ τῶν λόγων Ἠλὰ ἃ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ἰσραήλ;

15Καὶ Ζαμβρὶ ἐβασίλευσεν ἐν Θερσᾷ ἡμέρας ἑπτά· καὶ ἡ παρεμβολὴ Ἰσραὴλ ἐπὶ Γαβαθὼν τὴν τῶν ἀλλοφύλων. 16Καὶ ἤκουσεν ὁ λαὸς ἐν τῇ παρεμβολῇ, λεγόντων, συνεστράφη Ζαμβρὶ καὶ ἔπαισν τὸν βασιλέα· καὶ ἐβασίλευσαν ἐν Ἰσραὴλ τὸν Ἀμβρὶ τὸν ἡγούμενον τῆς στρατιᾶς ἐπὶ Ἰσραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν τῇ παρεμβολῇ. 17Καὶ ἀνέβη Ἀμβρὶ καὶ πᾶς Ἰσραὴλ μετʼ αὐτοῦ ἐκ Γαβαθὼν, καὶ περιεκάθισαν ἐπὶ Θερσᾷ. 18Καὶ ἐγενήθη ὡς εἶδε Ζαμβρὶ ὅτι προκατείληπται αὐτοῦ ἡ πόλις, καὶ πορεύεται εἰς ἄντρον τοῦ οἴκου τοῦ βασιλέως, καὶ ἐνεπύρισεν ἐπʼ αὐτὸν τὸν οἶκον τοῦ βασιλέως, καὶ ἀπέθανεν 19ὑπὲρ τῶν ἁμαρτιῶν αὐτοῦ ὧν ἐποίησε, τοῦ ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου πορευθῆναι ἐν ὁδῷ Ἱεροβοὰμ υἱοῦ Ναβὰτ, καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ὡς ἐξήμαρτε τὸν Ἰσραήλ. 20Καὶ τὰ λοιπὰ τῶν λόγων Ζαμβρὶ καὶ τὰς συνάψεις αὐτοῦ ἃς συνῆψεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ἰσραήλ;

21Τότε μερίζεται ὁ λαὸς Ἰσραήλ· ἥμισυ τοῦ λαοῦ γίνεται ὀπίσω Θαμνὶ υἱοῦ Γωνὰθ τοῦ βασιλεῦσαι αὐτὸν, καὶ τὸ ἥμισυ τοῦ λαοῦ γίνεται ὀπίσω Ἀμβρί. 22Ὁ λαὸς ὁ ὢν ὀπίσω Ἀμβρὶ ὑπερεκράτησε τὸν λαὸν τὸν ὀπίσω Θαμνὶ υἱοῦ Γωνάθ· καὶ ἀπέθανε Θαμνὶ καὶ Ἰωρὰμ ὁ ἀδελφὸς αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ ἐβασίλευσεν Ἀμβρὶ μετὰ Θαμνί.

23Ἐν τῷ ἔτει τῷ τριακοστῷ καὶ πρώτῳ τοῦ βασιλέως Ἀσὰ βασιλεύει Ἀμβρὶ ἐπὶ Ἰσραὴλ δώδεκα ἔτη· ἐν Θερσᾷ βασιλεύει ἓξ ἔτη. 24Καὶ ἐκτήσατο Ἀμβρὶ τὸ ὄρος τὸ Σεμερὼν παρὰ Σεμὴρ τοῦ κυρίου τοῦ ὄρους ἐν δύο ταλάντων ἀργυρίου· καὶ ᾠκοδόμησε τὸ ὄρος, καὶ ἐπεκάλεσαν τὸ ὄνομα τοῦ ὄρους οὗ ᾠκοδόμησαν ἐπὶε τῷ ὀνόματι Σεμὴρ τοῦ κυρίου τοῦ ὄρους, Σεμηρών. 25Καὶ ἐποίησεν Ἀμβρὶ τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐπονηρεύσατο ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθεν αὐτοῦ. 26Καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ Ἱεροβοὰμ υἱοῦ Ναβὰτ, καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ αἷς ἐξήμαρτε τὸν Ἰσραὴλ, τοῦ παροργίσαι τὸν Κύριον Θεὸν Ἰσραὴλ ἐν τοῖς ματαίοις αὐτῶν. 27Καὶ τὰ λοιπὰ τῶν λόγων Ἀμβρὶ καὶ πάντα ἃ ἐποίησε, καὶ πᾶσα ἡ δυναστεία αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ἰσραήλ;

28Καὶ ἐκοιμήθη Ἀμβρὶ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ θάπτεται ἐν Σαμαρείᾳ, καὶ βασιλεύει Ἀχαὰβ ὁ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.

28aΚαὶ ἐν τῷ ἐνιαυτῷ τῷ ἑνδεκάτῳ ἔτει τοῦ Ἀμβρὶ βασιλεύει Ἰωσαφὰτ υἱὸς Ἀσὰ ἐτῶν τριάκοντα καὶ πέντε ἐν τῇ βασιλείᾳ αὐτοῦ, καὶ εἰκοσιπέντε ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ· καὶ ὄνομα τῆς μητρὸς αὐτοὐ Γαζουβὰ, θυγάτηρ Σελί· 28bκαὶ ἐπορεύθη ἐν τῇ ὁδῷ Ἀσὰ τοῦ πατρὸς αὐτοῦ, καὶ οὐκ ἐξέκλινεν ἀπʼ αὐτῆς τοῦ ποιεῖν τὸ εὐθὲς ἐνώπιον Κυρίου· πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῇραν· ἔθυον ἐν τοῖς ὑψηλοῖς, καὶ ἐθυμίων· 28cκαὶ ἃ συνέθετο Ἰωσαφὰτ μετὰ βασιλέως Ἰσραὴλ, καὶ πᾶσα ἡ δυναστεία ἣν ἐποίησε, καὶ οὓς ἐπολέμησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων τῶν ἡμερῶν τῶν βασιλέων Ἰούδα; 28dκαὶ τὰ λοιπὰ τῶν συμπλοκῶν ἃς ἐπέθεντο ἐν ταῖς ἡμέραις Ἀσὰ τοῦ πατρὸς αὐτοῦ ἐξῇρεν ἀπὸ τῆς γῆς· 28eκαὶ βασιλεὺς οὐκ ἦν ἐν Συρίᾳ· Νασίβ.

28fΚαὶ ὁ βασιλεὺς Ἰωσαφὰτ ἐποίησε ναῦν εἰς Θαρσὶς πορεύεσθαι εἰς Σωφὶρ ἐπὶ τὸ χρυσίον· καὶ οὐκ ἐπορεύθη, ὅτι συνετρίβη ἡ ναῦς ἐν Γασιὼν Γαβέρ· 28gτότε εἶπεν βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφὰτ, ἐξαποστελῶ τοὺς παῖδάς σου καὶ τὰ παιδάριά μου ἐν τῇ νηΐ· καὶ οὐκ ἐβούλετο Ἰωσαφάτ· 28hκαὶ ἐκοιμήθη Ἰωσαφὰτ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ· καὶ ἐβασίλευσεν Ἰωρὰμ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.

29Ἐν ἔτει δευτέρῳ τοῦ Ἰωσαφὰτ βασιλέως Ἰούδα, Ἀχαὰβ υἱὸς Ἀμβρὶ ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ εἴκοσι καὶ δύο ἔτη. 30Καὶ ἐποίησεν Ἀχαὰβ τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ ἐπονηρεύσατο ὑπὲρ πάντας τοὺς ἔμπροσθεν αὐτοῦ. 31Καὶ οὐκ ἦν αὐτῷ ἱκανὸν τοῦ πορεύεσθαι ἐν ταῖς ἁμαρτίαις Ἱεροβοὰμ υἱοῦ Ναβὰτ, καὶ ἔλαβε γυναῖκα τὴν Ἰεζάβελ θυγατέρα Ἰεθεβαὰλ βασιλέως Σιδωνίων· καὶ ἐπορεύθη καὶ ἐδούλευσε τῷ Βάαλ, καὶ προσεκύνησεν αὐτῷ. 32Καὶ ἔστησε θυσιαστήριον τῷ Βάαλ ἐν οἴκῳ τῶν προσοχθισμάτων αὐτοῦ, ὃν ᾠκοδόμησεν ἐν Σαμαρείᾳ. 33Καὶ ἐποίησεν Ἀχαὰβ ἄλσος· καὶ προσέθηκεν Ἀχαὰβ τοῦ ποιῆσαι παροργίσματα, τοῦ παροργίσαι τὸν Κύριον Θεὸν τοῦ Ἰσραὴλ, καὶ τὴν ψυχὴν αὐτοῦ ἐξολοθρευθῆναι, ἐκακοποίησεν ὑπὲρ πάντας τοὺς βασιλεῖς Ἰσραὴλ τοὺς γενομένους ἔμπροσθεν αὐτοῦ.

34Καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ ᾠκοδόμησεν Ἀχιὴλ ὁ Βαιθηλίτης τὴν Ἱεριχώ· ἐν τῷ Ἀβιρὼν πρωτοτόκῳ αὐτοῦ ἐθεμελίωσεν αὐτὴν, καὶ τῷ Σεγοὺβ τῷ νεωτέρῳ αὐτοῦ ἐπέστησε θύρας αὐτῆς, κατὰ τὸ ῥῆμα Κυρίου, ὃ ἐλάλησεν ἐν χειρὶ Ἰησοῦ υἱοῦ Ναυῆ.

1KI 16:1–16:34 ©

1KIC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22