Open Bible Data Home  About  News  OET Key

OETOET-RVULTUSTBSBOEBWEBBENETTCNTT4TLEBWymthRVKJB-1769KJB-1611BrLXXRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy Document By Section By ChapterDetails

BrLXX GENEXOLEVNUMDEUJOSJDGRUTH1SA2SA1KI2KI1CH2CHEZRAJOBPSAPROECCSNGISAJERLAMEZEDNGHOSJOELAMOSOBAYNAMICNAHHABZEPHAGZECMALTOBJDTESGWISSIRBARLJESUSBEL1MA2MA3MA4MAGESMAN

2SAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24

BrLXX by section 2SA 12:1

2SA 12:1–12:31 ©

ΒΑΣΙΛΕΙΩΝ Β 12

12Καὶ ἀπέστειλε Κύριος τὸν Νάθαν τὸν προφήτην πρὸς Δαυίδ· καὶ εἰσῆλθε πρὸς αὐτὸν, καὶ εἶπεν αὐτῷ, δύο ἦσαν ἄνδρες ἐν πόλει μιᾷ, εἷς πλούσιος, καὶ εἷς πένης. 2Καὶ τῷ πλουσίῳ ἦν ποίμνια καὶ βουκόλια πολλὰ σφόδρα. 3Καὶ τῷ πένητι οὐδὲν ἀλλʼ ἢ ἀμνὰς μία μικρὰ, ἣν ἐκτήσατο καὶ περιεποιήσατο, καὶ ἐξέθρεψεν αὐτὴν, καὶ ἡδρύνθη μετʼ αὐτοῦ καὶ μετὰ τῶν υἱῶν αὐτοῦ ἐπὶ τὸ αὐτὸ, ἐκ τοῦ ἄρτου αὐτοῦ ἤσθιε, καὶ ἐκ τοῦ ποτηρίου αὐτοῦ ἔπινε, καὶ ἐν τῷ κόλπῷ αὐτοῦ ἐκάθευδε, καὶ ἦν αὐτῷ ὡς θυγάτηρ. 4Καὶ ἦλθε πάροδος τῷ ἀνδρὶ τῷ πλουσίῳ, καὶ ἐφείσατο λαβεῖν ἐκ τῶν ποιμνίων αὐτοῦ, καὶ ἐκ τῶν βουκολίων αὐτοῦ, τοῦ ποιῆσαι τῷ ξένῳ ὁδοιπόρῳ τῷ ἐλθόντι πρὸς αὐτὸν, καὶ ἔλαβε τὴν ἀμνάδα τοῦ πένητος. καὶ ἐποίησεν αὐτὴν τῷ ἀνδρὶ τῷ ἐλθόντι πρὸς αὐτόν. 5Καὶ ἐθυμώθη ὀργῇ Δαυὶδ σφόδρα τῷ ἀνδρὶ, καὶ εἶπε Δαυὶδ πρὸς Νάθαν, ζῇ Κύριος, ὅτι υἱὸς θανάτου ὁ ἀνὴρ ὁ ποιήσας τοῦτο· 6Καὶ τὴν ἀμνάδα ἀποτίσει ἑπταπλασίονα, ἀνθʼ ὧν ὅτι ἐποίησε τὸ ῥῆμα τοῦτο, καὶ περὶ οὗ οὐκ ἐφείσατο.

7Καὶ εἶπε Νάθαν πρὸς Δαυὶδ, σὺ εἶ ὁ ἀνὴρ ὁ ποιήσας τοῦτο· τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, ἐγώ εἰμι ὁ χρίσας σε εἰς βασιλέα ἐπὶ Ἰσραὴλ, καὶ ἐγώ εἰμι ἐῤῥυσάμην σε ἐκ χειρὸς Σαοὺλ, 8καὶ ἔδωκά σοι τὸν οἶκον τοῦ κυρίου σου, καὶ τὰς γυναῖκας τοῦ κυρίου σου ἐν τῷ κόλπῳ σου, καὶ ἔδωκά σοι τὸν οἶκον Ἰσραὴλ καὶ Ἰούδα· καὶ εἰ μικρόν ἐστι, προσθήσω σοι κατὰ ταῦτα. 9Τί ὅτι ἐφαύλισας τὸν λόγον Κυρίου, τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς αὐτοῦ; τὸν Οὐρίαν τὸν Χετταῖον ἐπάταξας ἐν ῥομφαίᾳ, καὶ τὴν γυναῖκα αὐτοῦ ἔλαβες σεαυτῷ εἰς γυναῖκα, καὶ αὐτὸν ἀπέκτεινας ἐν ῥομφαίᾳ υἱῶν Ἀμμών. 10Καὶ νὺν οὐκ ἀποστήσεται ῥομφαία ἐκ τοῦ οἴκου σου ἕως αἰῶνος, ἀνθʼ ὧν ὅτι ἐξουδένωσάς με, καὶ ἔλαβες τὴν γυναῖκα τοῦ Οὐρίου τοῦ Χετταίου, τοῦ εἶναί σοι εἰς γυναῖκα. 11Τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ σὲ κακὰ ἐκ τοῦ οἴκου σου, καὶ λήψομαι τὰς γυναῖκάς σου κατʼ ὀφθαλμούς σου, καὶ δώσω τῷ πλησίον σου, καὶ κοιμηθήσεται μετὰ τῶν γυναικῶν σου ἐναντίον τοῦ ἡλίου τούτου. 12Ὅτι σὺ ἐποίησας κρυβῇ, κᾀγὼ ποιήσω τὸ ῥῆμα τοῦτο ἐναντίον παντὸς Ἰσραὴλ, καὶ ἀπέναντι τοῦ ἡλίου τούτου.

13Καὶ εἶπε Δανὶδ τῷ Νάθαν, ἡμάρτηκα τῷ Κυρίῳ· καὶ εἶπε Νάθαν πρὸς Δαυὶδ, καὶ Κύριος παρεβίβασε τὸ ἁμάρτημά σου· οὐ μὴ ἀποθάνῃς. 14Πλὴν ὅτι παροργίζων παρώργισας τοὺς ἐχθροὺς Κυρίου ἐν τῷ ῥήματι τούτῳ, καί γε ὁ υἱός σου ὁ τεχθείς σοι θανάτῳ ἀποθανεῖται.

15Καὶ ἀπῆλθε Νάθαν εἰς τὸν οἶκον αὐτοῦ· καὶ ἔθραυσε Κύριος τὸ παιδίον ὃ ἔτεκεν ἡ γυνὴ Οὐρίου τοῦ Χετταίου τῷ Δαυὶδ, καὶ ἠῤῥώστησε. 16Καὶ ἐζήτησε Δαυὶδ τὸν Θεὸν περὶ τοῦ παιδαρίου, καὶ ἐνήστευσε Δαυὶδ νηστείαν, καὶ εἰσῆλθε καὶ ηὐλίσθη ἐπὶ τῆς γῆς. 17Καὶ ἀνέστησαν ἐπʼ αὐτὸν οἱ πρεσβύτεροι τοῦ οἴκου αὐτοῦ ἐγεῖραι αὐτὸν ἀπὸ τῆς γῆς, καὶ οὐκ ἠθέλησε, καὶ οὐ συνέφαγεν αὐτοῖς ἄρτον.

18Καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ ἀπέθανε τὸ παιδάριον· καὶ ἐφοβήθησαν οἱ δοῦλοι Δαυὶδ ἀναγγεῖλαι αὐτῷ, ὅτι τέθνηκε τὸ παιδάριον, ὅτι εἶπον, ἰδοὺ ἐν τῷ τὸ παιδάριον ἔτι ζῇν ἐλαλήσαμεν πρὸς αὐτὸν, καὶ οὐκ εἰσήκουσε τῆς φωνῆς ἡμῶν· καὶ πῶς εἴπωμεν πρὸς αὐτὸν ὅτι τέθνηκε τὸ παιδάριον, καὶ ποιήσει κακά; 19Καὶ συνῆκε Δαυὶδ, ὅτι οἱ παῖδες αὐτοῦ ψιθυρίζουσι, καὶ ἐνόησε Δαυὶδ ὅτι τέθνηκε τὸ παιδάριον· καὶ εἶπε Δαυὶδ πρὸς τοὺς παῖδας αὐτοῦ, εἰ τέθνηκε τὸ παιδάριον; καὶ εἶπαν, τέθνηκε. 20Καὶ ἀνέστη Δαυὶδ ἐκ τῆς γῆς, καὶ ἐλούσατο, καὶ ἠλείψατο, καὶ ἤλλαξε τὰ ἱμάτια αὐτοῦ, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ Θεοῦ, καὶ προσεκύνησεν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ, καὶ ᾔτησεν ἄρτον φαγεῖν, καὶ παρέθηκαν αὐτῷ ἄρτον, καὶ ἔφαγε. 21Καὶ εἶπαν οἱ παῖδες αὐτοῦ πρὸς αὐτόν, τί τὸ ῥῆμα τοῦτο ὃ ἐποίησας ἕνεκα τοῦ παιδαρίου; ἔτι ζῶντος ἐνήστευες καὶ ἔκλαιες καὶ ἠγρύπνεις, καὶ ἡνίκα ἀπέθανε τὸ παιδάριον, ἀνέστης, καὶ ἔφαγες ἄρτον, καὶ πέπωκας; 22Καὶ εἶπε Δαυὶδ, ἐν τῷ τὸ παιδάριον ἔτι ζῇν ἐνήστευσα καὶ ἔκλαυσα, ὅτι εἶπα, τίς οἶδεν εἰ ἐλεήσει με Κύριος, καὶ ζήσεται τὸ παιδάριον; 23Καὶ νῦν τέθνηκεν, ἱνατί τοῦτο ἐγὼ νηστεύω; μὴ δυνήσομαι ἐπιστρέψαι αὐτὸν ἔτι; ἐγὼ πορεύσομαι πρὸς αὐτόν, καὶ αὐτὸς οὐκ ἀναστρέψει πρὸς μέ.

24Καὶ παρεκάλεσε Δαυὶδ Βηρσαβεὲ τὴν γυναῖκα αὐτοῦ, καὶ εἰσῆλθε πρὸς αὐτὴν, καὶ ἐκοιμήθη μετʼ αὐτῆς, καὶ συνέλαβε καὶ ἔτεκεν υἱὸν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Σαλωμὼν, καὶ Κύριος ἠγάπησεν αὐτόν. 25Καὶ ἀπέστειλεν ἐν χειρὶ Νάθαν τοῦ προφήτου, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰεδδεδὶ, ἕνεκεν Κυρίου.

26Καὶ ἐπολέμησεν Ἰωὰβ ἐν Ῥαββὰθ υἱῶν Ἀμμὼν, καὶ κατέλαβε τὴν πόλιν τῆς βασιλείας. 27Καὶ ἀπέστειλεν Ἰωὰβ ἀγγέλους πρὸς Δαυὶδ, καὶ εἶπεν, ἐπολέμησα ἐν Ῥαββὰθ, καὶ κατελαβόμην τὴν πόλιν τῶν ὑδάτων. 28Καὶ νῦν συνάγαγε τὸ κατάλοιπον τοῦ λαοῦ, καὶ παρέμβαλε ἐπὶ τὴν πόλιν, καὶ προκαταλαβοῦ αὐτὴν, ἵνα μὴ προκαταλάβωμαι ἐγὼ τὴν πόλιν, καὶ κληθῇ τὸ ὄνομά μου ἐπʼ αὐτήν.

29Καὶ συνήγαγε Δαυὶδ πάντα τὸν λαὸν, καὶ ἐπορεύθη εἰς Ῥαββὰθ, καὶ ἐπολέμησεν ἐν αὐτῇ, καὶ κατελάβετο αὐτήν. 30Καὶ ἔλαβε τὸν στέφανον Μολχὸμ τοῦ βασιλέως αὐτῶν ἀπὸ τῆς κεφαλῆς αὐτοῦ, καὶ ὁ σταθμὸς αὐτοῦ τάλαντον χρυσίου, καὶ λίθου τιμίου, καὶ ἦν ἐπὶ τῆς κεφαλῆς Δαυὶδ, καὶ σκῦλα τῆς πόλεως ἐξήνεγκε πολλὰ σφόδρα. 31Καὶ τὸν λαὸν τὸν ὄντα ἐν αὐτῇ ἐξήγαγε, καὶ ἔθηκεν ἐν τῷ πρίονι, καὶ ἐν τοῖς τριβόλοις τοῖς σιδηροῖς, καὶ ὑποτομεῦσι σιδηροῖς, καὶ διήγαγεν αὐτοὺς διὰ τοῦ πλινθίου· καὶ οὕτως ἐποίησε πάσαις ταῖς πόλεσιν υἱῶν Ἀμμών· καὶ ἐπέστρεψε Δαυὶδ καὶ πᾶς ὁ λαὸς εἰς Ἰερουσαλήμ.

2SA 12:1–12:31 ©

2SAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24