Open Bible Data Home  About  News  OET Key

OETOET-RVULTUSTBSBOEBWEBBENETTCNTT4TLEBWymthRVKJB-1769KJB-1611BrLXXRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy Document By Section By ChapterDetails

BrLXX GENEXOLEVNUMDEUJOSJDGRUTH1SA2SA1KI2KI1CH2CHEZRAJOBPSAPROECCSNGISAJERLAMEZEDNGHOSJOELAMOSOBAYNAMICNAHHABZEPHAGZECMALTOBJDTESGWISSIRBARLJESUSBEL1MA2MA3MA4MAGESMAN

2SAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24

BrLXX by section 2SA 19:1

2SA 19:1–19:44 ©

ΒΑΣΙΛΕΙΩΝ Β 19

19Καὶ ἐταράχθη ὁ βασιλεὺς, καὶ ἀνέβη εἰς τὸ ὑπερῷον τῆς πύλης, καὶ ἔκλαυσε· καὶ οὕτως εἶπεν ἐν τῷ πορεύεσθαι αὐτὸν, υἱέ μου Ἀβεσσαλὼμ, υἱέ μου, υἱέ μου Ἀβεσαλώμ· τίς δῴη τὸν θάνατόν μου ἀντὶ σοῦ; ἐγὼ ἀντὶ σοῦ Ἀβεσσαλὼμ, υἱέ μου, υἱέ μου.

2Καὶ ἀνηγγέλη τῷ Ἰωὰβ, λέγοντες, ἰδοῦ ὁ βασιλεὺς κλαίει καὶ πενθεῖ ἐπὶ Ἀβεσσαλώμ. 3Καὶ ἐγένετο ἡ σωτηρία ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς πένθος παντὶ τῷ λαῷ, ὅτι ἤκουσεν ὁ λαὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγων, ὅτι λυπεῖται ὁ βασιλεὺς ἐπὶ τῷ υἱῷ αὐτοῦ. 4Καὶ διεκλέπτετο ὁ λαὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοῦ εἰσελθεῖν εἰς τὴν πόλιν, καθὼς διακλέπτεται ὁ λαὸς οἱ αἰσχυνόμενοι ἐν τῷ αὐτοὺς φεύγειν ἐν τῷ πολέμῳ. 5Καὶ ὁ βασιλεὺς ἔκρυψε τὸ πρόσωπον αὐτοῦ· καὶ ἔκραξεν ὁ βασιλεὺς φωνῇ μεγάλῃ, λέγων, υἱέ μου Ἀβεσσαλὼμ, Ἀβεσσαλὼμ υἱὲ μου.

6Καὶ εἰσῆλθεν Ἰωὰβ πρὸς τὸν βασιλέα εἰς τὸν οἶκον, καὶ εἶπε, κατῄσχυνας σήμερον τὰ πρόσωπα πάντων τῶν δούλων σου τῶν ἐξαιρουμένων σε σήμερον, καὶ τὴν ψυχὴν τῶν υἱῶν σου, καὶ τῶν θυγατέρων σου, καὶ τὴν ψυχὴν τῶν γυναικῶν σου, καὶ τῶν παλλακῶν σου, 7τοῦ ἀγαπᾷν τοὺς μισοῦντάς σε, καὶ μισεῖν τοὺς ἀγαπῶντάς σε· καὶ ἀνήγγειλας σήμερον, ὅτι οὐκ εἰσὶν οἱ ἄρχοντές σου, οὐδὲ παῖδες· ὅτι ἔγνωκα σήμερον, ὅτι εἰ Ἀβεσσαλὼμ ἔζη, πάντες ἡμεῖς σήμερον νεκροί, ὅτι τότε τὸ εὐθὲς ἦν ἐν ὀφθαλμοῖς σου. 8Καὶ νῦν ἀναστὰς ἔξελθε καὶ λάλησον εἰς τὴν καρδίαν τῶν δούλων σου, ὅτι ἐν Κυρίῳ ὤμοσα, ὅτι εἰ μὴ ἐκπορεύσῃ σήμερον, εἰ αὐλισθήσεται ἀνὴρ μετὰ σοῦ τὴν νύκτα ταύτην· καὶ ἐπίγνωθι σεαυτῷ, καὶ κακόν σοι τοῦτο ὑπὲρ πᾶν τὸ κακὸν τὸ ἐπελθόν σοι ἐκ νεότητός σου ἕως τοῦ νῦν. 9Καὶ ἀνέστη ὁ βασιλεὺς καὶ ἐκάθισεν ἐν τῇ πύλῃ· καὶ πᾶς ὁ λαὸς ἀνήγγειλαν, λέγοντες, ἰδοὺ ὁ βασιλεὺς κάθηται ἐν τῇ πύλῃ· καὶ εἰσῆλθε πᾶς ὁ λαὸς κατὰ πρόσωπον τοῦ βασιλέως ἐπὶ τὴν πύλην· καὶ Ἰσραὴλ ἔφυγεν ἀνὴρ εἰς τὰ σκηνώματα αὐτοῦ.

10Καὶ ἦν πᾶς ὁ λαὸς κρινόμενος ἐν πάσαις φυλαῖς Ἰσραὴλ, λέγοντες, ὁ βασιλεὺς Δαυὶδ ἐῤῥύσατο ἡμᾶς ἀπὸ πάντων τῶν ἐχθρῶν ἡμῶν, καὶ αὐτὸς ἐξείλετο ἡμᾶς ἐκ χειρὸς ἀλλοφύλων· καὶ νῦν πέφευγεν ἀπὸ τῆς γῆς, καὶ ἀπὸ τῆς βασιλείας αὐτοῦ, καὶ ἀπὸ Ἀβεσσαλώμ. 11Καὶ Ἀβεσσαλὼμ, ὃν ἐχρίσαμεν ἐφʼ ἡμῶν, ἀπέθανεν ἐν τῷ πολέμῳ· καὶ νῦν ἱνατί ὑμεῖς κωφεύετε τοῦ ἐπιστρέψαι τὸν βασιλέα; καὶ τὸ ῥῆμα παντὸς Ἰσραὴλ ἦλθε πρὸς τὸν βασιλέα.

12Καὶ ὁ βασιλεὺς Δαυὶδ ἀπέστειλε πρὸς Σαδὼκ καὶ πρὸς Ἀβιάθαρ τοῦς ἱερεῖς, λέγων, λαλήσατε πρὸς τοὺς πρεσβυτέρους Ἰούδα, λέγοντες, ἱνατί γίνεσθε ἔσχατοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα εἰς τὸν οἶκον αὐτοῦ; καὶ λόγος παντὸς Ἰσραὴλ ἦλθε πρὸς τὸν βασιλέα εἰς τὸν οἶκον αὐτοῦ. 13Ἀδελφοί μου ὑμεῖς, ὀστᾶ μου καὶ σάρκες μου ὑμεῖς· ἱνατί γίνεσθε ἔσχατοι τοῦ ἐπιστρέψαι τὸν βασιλέα εἰς τὸν οἶκον αὐτοῦ; 14καὶ τῷ Ἀμεσσαῒ; ἐρεῖτε, οὐχὶ ὀστοῦν μου καὶ σάρξ μου σύ; καὶ νῦν τάδε ποιήσαι μοι ὁ Θεὸς, καὶ τάδε προσθείη, εἰ μὴ ἄρχων δυνάμεως ἔσῃ ἐνώπιον ἐμοῦ πάσας τὰς ἡμέρας ἀντὶ Ἰωάβ. 15Καὶ ἔκλινε τὴν καρδίαν παντὸς ἀνδρὸς Ἰούδα ὡς ἀνδρὸς ἑνός· καὶ ἀπέστειλαν πρὸς τὸν βασιλεα, λέγοντες, ἐπιστράφηθι σὺ καὶ πάντες οἱ δοῦλοί σου. 16Καὶ ἐπέστρεψεν ὁ βασιλεὺς, καὶ ἦλθεν ἕως τοῦ Ἰορδάνου· καὶ ἄνδρες Ἰούδα ἦλθαν εἰς Γάλγαλα τοῦ πορεύεσθαι εἰς ἀπαντὴν τοῦ βασιλέως, διαβιβάσαι τὸν βασιλέα τὸν Ἰορδάνην.

17Καὶ ἐτάχυνε Σεμεῒ υἱὸς Γηρὰ υἱοῦ τοῦ Ἰεμινὶ ἐκ Βαουρὶμ, καὶ κατέβη μετὰ ἀνδρὸς Ἰούδα εἰς ἀπαντὴν τοῦ βασιλέως Δαυίδ, 18καὶ χίλιοι ἄνδρες μετʼ αὐτοῦ ἐκ τοῦ Βενιαμὶν, καὶ Σιβὰ τὸ παιδάριον τοῦ οἴκου Σαοὺλ, καὶ πεντεκαίδεκα υἱοὶ αὐτοῦ μετʼ αὐτοῦ, καὶ εἴκοσι δοῦλοι αὐτοῦ μετʼ αὐτοῦ· καὶ κατεύθυναν τὸν Ἰορδάνην ἔμπροσθεν τοῦ βασιλέως, 19καὶ ἐλειτούργησαν τὴν λειτουργίαν τοῦ διαβιβάσαι τὸν βασιλέα· καὶ διέβη ἡ διάβασις τοῦ ἐξεγεῖραι τὸν οἶκον τοῦ βασιλέως, καὶ τοῦ ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ. Καὶ Σεμεῒ υἱὸς Γηρὰ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον τοῦ βασιλέως, διαβαίνοντος αὐτοῦ τὸν Ἰορδάνην, 20καὶ εἶπε πρὸς τὸν βασιλέα, μὴ δὴ λογισάσθω ὁ κύριός μου ἀνομίαν, καὶ μὴ μνησθῇς ὅσα ἠδίκησεν ὁ παῖς σου ἐν τῇ ἡμέρᾳ ᾗ ὁ κύριός μου ἐξεπορεύετο ἐξ Ἰερουσαλὴμ, τοῦ θέσθαι τὸν βασιλέα εἰς τὴν καρδίαν αὐτοῦ. 21Ὅτι ἔγνω ὁ δοῦλός σου ὅτι ἐγὼ ἥμαρτον, καὶ ἰδοὺ ἐγὼ ἦλθον σήμερον πρότερος παντὸς Ἰσραὴλ καὶ οἴκου Ἰωσὴφ, τοῦ καταβῆναί με εἰς ἀπαντὴν τοῦ κυρίου μου τοῦ βασιλέως.

22Καὶ ἀπεκρίθη Ἀβεσσαὲ υἱὸς Σαρουίας, καὶ εἶπε, μὴ ἀντὶ τούτου οὐ θανατωθήσεται Σεμεῒ, ὅτι κατηράσατο τὸν χριστὸν Κυρίου; 23Καὶ εἶπε Δαυίδ, τί ἐμοὶ καὶ ὑμῖν, υἱοὶ Σαρουίας, ὅτι γίνεσθέ μοι σήμερον εἰς ἐπίβουλον; σήμερον οὐ θανατωθήσεταί τις ἀνὴρ ἐξ Ἰσραήλ· ὅτι οὐκ οἴδα εἰ σήμερον βασιλεύω ἐγὼ ἐπὶ τὸν Ἰσραήλ. 24Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σεμεῒ, οὐ μὴ ἀποθάνῃς· καὶ ὤμοσεν αὐτῷ ὁ βασιλεύς.

25Καὶ Μεμφιβοσθὲ υἱὸς υἱοῦ Σαοὺλ κατέβη εἰς ἀπαντὴν τοῦ βασιλέως, καὶ οὐκ ἐθεράπευσε τοὺς πόδας αὐτοῦ, οὐδὲ ὠνυχίσατο, οὐδὲ ἐποίησε τὸν μύστακα αὐτοῦ, καὶ τὰ ἱμάτια αὐτοῦ οὐκ ἀπέπλυνεν, ἀπὸ τῆς ἡμέρας ἧς ἀπῆλθεν ὁ βασιλεὺς, ἕως τῆς ἡμέρας ἧς αὐτὸς παρεγένετο ἐν εἰρήνῃ.

26Καὶ ἐγένετο ὅτε εἰσῆλθεν εἰς Ἱερουσαλὴμ εἰς ἀπάντησιν τοῦ βασιλέως, καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς, τί ὅτι οὐκ ἐπορεύθης μετʼ ἐμοῦ, Μεμφιβοσθέ; 27Καὶ εἶπε πρὸς αὐτὸν Μεμφιβοσθὲ, κύριέ μου βασιλεῦ, ὁ δοῦλός μου παρελογίσατό με, ὅτι εἶπεν ὁ παῖς σου αὐτῷ, ἐπίσαξόν μοι τὴν ὄνον, καὶ ἐπιβῶ ἐπʼ αὐτὴν, καὶ πορεύσομαι μετὰ τοῦ βασιλέως, ὅτι χωλὸς ὁ δοῦλός σου. 28Καὶ μεθώδευσεν ἐν τῷ δούλῳ σου πρὸς τὸν κύριόν μου τὸν βασιλέα· καὶ ὁ κύριός μου ὁ βασιλεὺς ὡς ἄγγελος τοῦ Θεοῦ, καὶ ποίησον τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου. 29Ὅτι οὐκ ἦν πᾶς ὁ οἶκος τοῦ πατρός μου, ἀλλʼ ἢ ὅτι ἄνδρες θανάτου τῷ κυρίῳ μου τῷ βασιλεῖ, καὶ ἔθηκας τὸν δοῦλόν σου ἐν τοῖς ἐσθίουσι τὴν τράπεζάν σου· καὶ τί ἐστι μοὶ ἔτι δικαίωμα, καὶ τοῦ κεκραγέναι με ἔτι πρὸς τὸν βασιλέα;

30Καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς, ἱνατί λαλεῖς ἔτι τοὺς λόγους σου; εἶπον, σὺ καὶ Σιβὰ διελεῖσθε τὸν ἀγρόν. 31Καὶ εἶπε Μεμφιβοσθὲ πρὸς τὸν βασιλέα, καί γε τὰ πάντα λαβέτω, μετὰ τὸ παραγενέσθαι τὸν κύριόν μου τὸν βασιλέα ἐν εἰρήνῃ εἰς τὸν οἶκον αὐτοῦ.

32Καὶ Βερζελλὶ ὁ Γαλααδίτης κατέβη ἐκ Ῥωγελλὶμ, καὶ διέβη μετὰ τοῦ βασιλέως τὸν Ἰορδάνην ἐκπέμψαι αὐτὸν τὸν Ἰορδάνην. 33Καὶ Βερζελλὶ ἀνὴρ πρεσβύτερος σφόδρα, υἱὸς ὀγδοήκοντα ἐτῶν, καὶ αὐτὸς διέθρεψε τὸν βασιλέα ἐν τῷ οἰκεῖν αὐτὸν ἐν Μαναῒμ, ὅτι ἀνὴρ μέγας ἦν σφόδρα. 34Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Βερζελλὶ, σὺ διαβήσῃ μετʼ ἐμοῦ, καὶ διαθρέψω τὸ γῆράς σου μετʼ ἐμοῦ ἐν Ἱερουσαλήμ. 35Καὶ εἶπε Βερζελλὶ πρὸς τὸν βασιλέα, πόσαι ἡμέραι ἐτῶν ζωῆς μου, ὅτι ἀναβήσομαι μετὰ τοῦ βασιλέως εἰς Ἱερουσαλήμ; 36Υἱὸς ὀγδοήκοντα ἐτῶν ἐγώ εἰμι σήμερον· εἰ μὴν γνώσομαι ἀναμέσον ἀγαθοῦ καὶ κακοῦ; εἰ γεύσεται ὁ δοῦλός σου ἔτι ὃ φάγομαι ἢ πίομαι; ἢ ἀκούσομαι ἔτι φωνὴν ᾀδόντων καὶ ᾀδουσῶν; καὶ ἱνατί ἔσται ἔτι ὁ δοῦλός σου εἰς φορτίον ἐπὶ τὸν κύριόν μου τὸν βασιλέα; 37Ὡς βραχὺ διαβήσεται ὁ δοῦλός σου τὸν Ἰορδάνην μετὰ τοῦ βασιλέως· καὶ ἱνατί ἀνταποδίδωσί μοι ὁ βασιλεὺς τὴν ἀνταπόδοσιν ταύτην; 38Καθισάτω δὴ ὁ δοῦλός σου, καὶ ἀποθανοῦμαι ἐν τῇ πόλει μου παρὰ τῷ τάφῳ τοῦ πατρός μου καὶ τῆς μητρός μου· καὶ ἰδοὺ ὁ δοῦλός σου Χαμαὰμ διαβήσεται μετὰ τοῦ κυρίου μου τοῦ βασιλέως· καὶ ποίησον αὐτῷ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου. 39Καὶ εἶπεν ὁ βασιλεὺς, μετʼ ἐμοῦ διαβήτω Χαμαὰμ, κᾀγὼ ποιήσω αὐτῷ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς μου, καὶ πάντα ὅσα ἂν ἐκλέξῃ ἐπʼ ἐμοὶ, ποιήσω σοι.

40Καὶ διέβη πᾶς ὁ λαὸς τὸν Ἰορδάνην, καὶ ὁ βασιλεὺς διέβη, καὶ κατεφίλησεν ὁ βασιλεὺς τὸν Βερζελλὶ, καὶ εὐλόγησεν αὐτὸν, καὶ ἐπέστρεψεν εἰς τὸν τόπον αὐτοῦ. 41Καὶ διέβη ὁ βασιλεὺς εἰς Γάλγαλα, καὶ Χαμαὰμ διέβη μετʼ αὐτοῦ· καὶ πᾶς ὁ λαὸς Ἰούδα διαβαίνοντες μετὰ τοῦ βασιλέως, καί γε τὸ ἥμισυ τοῦ λαοῦ Ἰσραήλ.

42Καὶ ἰδοὺ πᾶς ἀνὴρ Ἰσραὴλ παρεγένοντο πρὸς τὸν βασιλέα, καὶ εἶπε πρὸς τὸν βασιλέα, τί ὅτι ἔκλεψάν σε οἱ ἀδελφοὶ ἡμῶν ἀνὴρ Ἰούδα, καὶ διεβίβασαν τὸν βασιλέα καὶ τὸν οἶκον αὐτοῦ τὸν Ἰορδάνην, καὶ πάντες ἄνδρες Δαυὶδ μετʼ αὐτοῦ; 43Καὶ ἀπεκρίθη πᾶς ἀνὴρ Ἰούδα πρὸς ἄνδρα Ἰσραὴλ, καὶ εἶπαν, διότι ἐγγίζει πρὸς μὲ ὁ βασιλεύς· καὶ ἱνατί οὕτως ἐθυμώθης περὶ τοῦ λόγου τούτου; μὴ βρώσει ἐφάγαμεν ἐκ τοῦ βασιλέως, ἢ δόμα ἔδωκεν, ἢ ἄρσιν ᾖρεν ἡμῖν; 44Καὶ ἀπεκρίθη ἀνὴρ Ἰσραὴλ τῷ ἀνδρὶ Ἰούδα, καὶ εἶπε, δέκα χεῖρές μοι ἐν τῷ βασιλεῖ, καὶ πρωτότοκος ἐγὼ ἢ σὺ, καί γε ἐν τῷ Δαυίδ εἰμι ὑπὲρ σέ· καὶ ἱνατί τοῦτο ὕβρισάς με, καὶ οὐκ ἐλογίσθη ὁ λόγος μου πρῶτός μοι τοῦ Ἰούδα ἐπιστρέψαι τὸν βασιλέα ἐμοί; καὶ ἐσκληρύνθη ὁ λόγος ἀνδρὸς Ἰούδα ὑπὲρ τὸν λόγον ἀνδρὸς Ἰσραήλ.

2SA 19:1–19:44 ©

2SAC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24