Open Bible Data Home  About  News  OET Key

OETOET-RVOET-LVULTUSTBSBBLBAICNTOEBWEBBEWMBBNETLSVFBVTCNTT4TLEBBBEMoffJPSWymthASVDRAYLTDrbyRVWbstrKJB-1769KJB-1611BshpsGnvaCvdlTNTWyclSR-GNTUHBBrLXXBrTrRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

SR-GNTBy Document By Chapter Details

LUKEC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24

SR-GNT LUKE Chapter 3

LUKE 3 ©

3Ἐν ἔτει δὲ πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας, καὶ τετρααρχοῦντος τῆς Γαλιλαίας Ἡρῴδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετραρχοῦντος τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆς Ἀβιληνῆς τετραρχοῦντος, 2ἐπὶ ἀρχιερέως Ἅννα καὶ Καϊάφα, ἐγένετο ῥῆμα ˚Θεοῦ ἐπὶ Ἰωάννην, τὸν Ζαχαρίου υἱὸν, ἐν τῇ ἐρήμῳ. 3Καὶ ἦλθεν εἰς πᾶσαν περίχωρον τοῦ Ἰορδάνου, κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν, 4ὡς γέγραπται ἐν βίβλῳ λόγων Ἠσαΐου τοῦ προφήτου, “Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ: ‘Ἑτοιμάσατε τὴν ὁδὸν ˚Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. 5Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθείαν, καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας· 6καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ ˚Θεοῦ.’ ”

7Ἔλεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπʼ αὐτοῦ, “Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; 8Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας· καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς, ‘Πατέρα ἔχομεν τὸν Ἀβραάμ’, λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ ˚Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. 9Ἤδη δὲ καὶ ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν, ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.”

10Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες, “Τί οὖν ποιήσωμεν;” 11Ἀποκριθεὶς δὲ ἔλεγεν αὐτοῖς, “Ὁ ἔχων δύο χιτῶνας, μεταδότω τῷ μὴ ἔχοντι, καὶ ὁ ἔχων βρώματα, ὁμοίως ποιείτω.” 12Ἦλθον δὲ καὶ τελῶναι βαπτισθῆναι, καὶ εἶπον πρὸς αὐτόν, “Διδάσκαλε, τί ποιήσωμεν;” 13Ὁ δὲ εἶπεν πρὸς αὐτούς, “Μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε.” 14Ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι λέγοντες, “Τί ποιήσωμεν καὶ ἡμεῖς;” Καὶ εἶπεν αὐτοῖς, “Μηδένα διασείσητε μηδὲ συκοφαντήσητε, καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν.”

15Προσδοκῶντος δὲ τοῦ λαοῦ καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ Ἰωάννου, μήποτε αὐτὸς εἴη ὁ ˚Χριστός, 16ἀπεκρίνατο λέγων πᾶσιν ὁ Ἰωάννης, “Ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς, ἔρχεται δὲ ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν ˚Πνεύματι Ἁγίῳ, καὶ πυρί· 17οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ διακαθᾶραι τὴν ἅλωνα αὐτοῦ, καὶ συναγαγεῖν τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.”

18Πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν, εὐηγγελίζετο τὸν λαόν. 19Ὁ δὲ Ἡρῴδης ὁ τετράρχης, ἐλεγχόμενος ὑπʼ αὐτοῦ περὶ Ἡρῳδιάδος, τῆς γυναικὸς τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ περὶ πάντων ὧν ἐποίησεν πονηρῶν ὁ Ἡρῴδης, 20προσέθηκεν καὶ τοῦτο ἐπὶ πᾶσιν: κατέκλεισεν τὸν Ἰωάννην ἐν φυλακῇ.

21Ἐγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαὸν, καὶ ˚Ἰησοῦ βαπτισθέντος, καὶ προσευχομένου ἀνεῳχθῆναι τὸν οὐρανὸν, 22καὶ καταβῆναι τὸ ˚Πνεῦμα τὸ Ἅγιον σωματικῷ εἴδει, ὡς περιστερὰν ἐπʼ αὐτόν, καὶ φωνὴν ἐξ οὐρανοῦ γενέσθαι: “Σὺ εἶ ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν σοὶ εὐδόκησα.”

23Καὶ αὐτὸς ἦν ˚Ἰησοῦς ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα, ὢν υἱός, ὡς ἐνομίζετο, Ἰωσὴφ, τοῦ Ἠλὶ, 24τοῦ Ματθάτ, τοῦ Λευὶ, τοῦ Μελχὶ, τοῦ Ἰανναὶ, τοῦ Ἰωσὴφ, 25τοῦ Ματταθίου, τοῦ Ἀμὼς, τοῦ Ναοὺμ, τοῦ Ἑσλὶ, τοῦ Ναγγαὶ, 26τοῦ Μάαθ, τοῦ Ματταθίου, τοῦ Σεμεῒν, τοῦ Ἰωσὴχ, τοῦ Ἰωδὰ, 27τοῦ Ἰωανὰν, τοῦ Ῥησὰ, τοῦ Ζοροβαβὲλ, τοῦ Σαλαθιὴλ, τοῦ Νηρὶ, 28τοῦ Μελχὶ, τοῦ Ἀδδὶ, τοῦ Κωσὰμ, τοῦ Ἐλμαδὰμ, τοῦ Ἢρ, 29τοῦ Ἰησοῦ, τοῦ Ἐλιέζερ, τοῦ Ἰωρεὶμ, τοῦ Μαθθὰτ, τοῦ Λευὶ, 30τοῦ Συμεὼν, τοῦ Ἰούδα, τοῦ Ἰωσὴφ, τοῦ Ἰωνὰμ, τοῦ Ἐλιακεὶμ, 31τοῦ Μελεὰ, τοῦ Μεννὰ, τοῦ Ματταθὰ, τοῦ Ναθὰμ, τοῦ Δαυὶδ, 32τοῦ Ἰεσσαὶ, τοῦ Ἰωβὴδ, τοῦ Βόος, τοῦ Σαλὰ, τοῦ Ναασσὼν, 33τοῦ Ἀμιναδὰβ, τοῦ Ἀδμὶν, τοῦ Ἀρνὶ, τοῦ Ἑσρὼμ, τοῦ Φαρὲς, τοῦ Ἰούδα, 34τοῦ Ἰακὼβ, τοῦ Ἰσαὰκ, τοῦ Ἀβραὰμ, τοῦ Θάρα, τοῦ Ναχὼρ, 35τοῦ Σεροὺχ, τοῦ Ῥαγαὺ, τοῦ Φάλεκ, τοῦ Ἔβερ, τοῦ Σαλὰ, 36τοῦ Καϊνὰμ, τοῦ Ἀρφαξὰδ, τοῦ Σὴμ, τοῦ Νῶε, τοῦ Λάμεχ, 37τοῦ Μαθουσαλὰ, τοῦ Ἑνὼχ, τοῦ Ἰάρετ, τοῦ Μαλελεὴλ, τοῦ Καϊνὰμ, 38τοῦ Ἐνὼς, τοῦ Σὴθ, τοῦ Ἀδὰμ, τοῦ ˚Θεοῦ.

LUKE 3 ©

LUKEC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24