Open Bible Data Home  About  News  OET Key

OETOET-RVOET-LVULTUSTBSBBLBAICNTOEBWEBBEWMBBNETLSVFBVTCNTT4TLEBBBEMoffJPSWymthASVDRAYLTDrbyRVWbstrKJB-1769KJB-1611BshpsGnvaCvdlTNTWyclSR-GNTUHBBrLXXBrTrRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

SR-GNTBy Document By Chapter Details

LUKEC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24

SR-GNT LUKE Chapter 18

LUKE 18 ©

18Ἔλεγεν δὲ παραβολὴν αὐτοῖς, πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι αὐτοὺς καὶ μὴ ἐγκακεῖν 2λέγων, “Κριτής τις ἦν ἔν τινι πόλει, τὸν ˚Θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος. 3Χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ, καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα, ‘Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου.’ 4Καὶ οὐκ ἤθελεν ἐπὶ χρόνον, μετὰ ταῦτα δὲ εἶπεν ἐν ἑαυτῷ, ‘Εἰ καὶ τὸν ˚Θεὸν οὐ φοβοῦμαι οὐδὲ ἄνθρωπον ἐντρέπομαι, 5διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην, ἐκδικήσω αὐτήν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με.’ ” 6Εἶπεν δὲ ὁ ˚Κύριος, “Ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει. 7Ὁ δὲ ˚Θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ, τῶν βοώντων αὐτῷ ἡμέρας καὶ νυκτός, καὶ μακροθυμεῖ ἐπʼ αὐτοῖς; 8Λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. Πλὴν ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐλθὼν, ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;”

9Εἶπεν δὲ καὶ πρός τινας τοὺς πεποιθότας ἐφʼ ἑαυτοῖς ὅτι εἰσὶν δίκαιοι καὶ ἐξουθενοῦντες τοὺς λοιποὺς, τὴν παραβολὴν ταύτην: 10“Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς Φαρισαῖος, καὶ ὁ ἕτερος τελώνης. 11Ὁ Φαρισαῖος σταθεὶς ταῦτα πρὸς ἑαυτὸν προσηύχετο: ‘Ὁ ˚Θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης. 12Νηστεύω δὶς τοῦ σαββάτου, ἀποδεκατεύω πάντα, ὅσα κτῶμαι.’ 13Ὁ δὲ τελώνης μακρόθεν ἑστὼς, οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς ἐπᾶραι εἰς τὸν οὐρανόν, ἀλλʼ ἔτυπτεν τὸ στῆθος αὐτοῦ λέγων, ‘Ὁ ˚Θεός, ἱλάσθητί μοι, τῷ ἁμαρτωλῷ!’ 14Λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ, παρʼ ἐκεῖνον. Ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.”

15Προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη, ἵνα αὐτῶν ἅπτηται· ἰδόντες δὲ, οἱ μαθηταὶ ἐπετίμων αὐτοῖς. 16Ὁ δὲ ˚Ἰησοῦς προσεκαλέσατο αὐτὰ λέγων, “Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, καὶ μὴ κωλύετε αὐτά, τῶν γὰρ τοιούτων ἐστὶν ἡ Βασιλεία τοῦ ˚Θεοῦ. 17Ἀμὴν, λέγω ὑμῖν, ὃς ἂν μὴ δέξηται τὴν Βασιλείαν τοῦ ˚Θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.”

18Καὶ ἐπηρώτησέν τις αὐτὸν ἄρχων λέγων, “Διδάσκαλε ἀγαθέ, τί ποιήσας, ζωὴν αἰώνιον κληρονομήσω;” 19Εἶπεν δὲ αὐτῷ ὁ ˚Ἰησοῦς, “Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ ˚Θεός. 20Τὰς ἐντολὰς οἶδας: ‘Μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς’, ‘Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα.’ ” 21Ὁ δὲ εἶπεν, “Ταῦτα πάντα ἐφύλαξα ἐκ νεότητος μου.” 22Ἀκούσας δὲ, ὁ ˚Ἰησοῦς εἶπεν αὐτῷ, “Ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις, πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς, καὶ δεῦρο, ἀκολούθει μοι.” 23Ὁ δὲ ἀκούσας ταῦτα, περίλυπος ἐγενήθη, ἦν γὰρ πλούσιος σφόδρα. 24Ἰδὼν δὲ αὐτὸν ὁ ˚Ἰησοῦς εἶπεν, “Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες, εἰς τὴν Βασιλείαν τοῦ ˚Θεοῦ εἰσελεύσονται. 25Εὐκοπώτερον γάρ ἐστιν κάμηλον διὰ τρήματος βελόνης εἰσελθεῖν, ἢ πλούσιον εἰς τὴν Βασιλείαν τοῦ ˚Θεοῦ εἰσελθεῖν.” 26Εἶπον δὲ οἱ ἀκούσαντες, “Καὶ τίς δύναται σωθῆναι;” 27Ὁ δὲ εἶπεν, “Τὰ ἀδύνατα παρὰ ἀνθρώποις, δυνατὰ παρὰ τῷ ˚Θεῷ ἐστιν.”

28Εἶπεν δὲ ὁ Πέτρος, “Ἰδοὺ, ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι.” 29Ὁ δὲ εἶπεν αὐτοῖς, “Ἀμὴν, λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν, ἢ γυναῖκα, ἢ ἀδελφοὺς, ἢ γονεῖς, ἢ τέκνα, εἵνεκεν τῆς Βασιλείας τοῦ ˚Θεοῦ, 30ὃς οὐχὶ μὴ ἀπολάβῃ πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ, ζωὴν αἰώνιον.”

31Παραλαβὼν δὲ τοὺς δώδεκα, εἶπεν πρὸς αὐτούς, “Ἰδοὺ, ἀναβαίνομεν εἰς Ἰερουσαλήμ, καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ Υἱῷ τοῦ Ἀνθρώπου. 32Παραδοθήσεται γὰρ τοῖς ἔθνεσιν, καὶ ἐμπαιχθήσεται, καὶ ὑβρισθήσεται, καὶ ἐμπτυσθήσεται. 33Καὶ μαστιγώσαντες, ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ, ἀναστήσεται.” 34Καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν, καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπʼ αὐτῶν, καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα.

35Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχὼ, τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν ἐπαιτῶν. 36Ἀκούσας δὲ ὄχλου διαπορευομένου, ἐπυνθάνετο τί εἴη τοῦτο. 37Ἀπήγγειλαν δὲ αὐτῷ, ὅτι “˚Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται.” 38Καὶ ἐβόησεν λέγων, “˚Ἰησοῦ, Υἱὲ Δαυίδ, ἐλέησόν με.” 39Καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα σιγήσῃ. Αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν, “Υἱὲ Δαυίδ, ἐλέησόν με.” 40Σταθεὶς δὲ, ˚Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. Ἐγγίσαντος δὲ αὐτοῦ, ἐπηρώτησεν αὐτόν, 41“Τί σοι θέλεις ποιήσω;” Ὁ δὲ εἶπεν, “˚Κύριε, ἵνα ἀναβλέψω.” 42Καὶ ὁ ˚Ἰησοῦς εἶπεν αὐτῷ, “Ἀνάβλεψον· ἡ πίστις σου σέσωκέν σε.” 43Καὶ παραχρῆμα ἀνέβλεψεν, καὶ ἠκολούθει αὐτῷ, δοξάζων τὸν ˚Θεόν. Καὶ πᾶς ὁ λαὸς ἰδὼν, ἔδωκεν αἶνον τῷ ˚Θεῷ.

LUKE 18 ©

LUKEC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24