Open Bible Data Home  About  News  OET Key

OETOET-RVOET-LVULTUSTBSBBLBAICNTOEBWEBBEWMBBNETLSVFBVTCNTT4TLEBBBEMoffJPSWymthASVDRAYLTDrbyRVWbstrKJB-1769KJB-1611BshpsGnvaCvdlTNTWycSR-GNTUHBBrLXXBrTrRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

SR-GNTBy Document By Chapter Details

LUKEC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24

SR-GNT LUKE Chapter 2

LUKE 2 ©

2Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις, ἐξῆλθεν δόγμα παρὰ Καίσαρος Αὐγούστου, ἀπογράφεσθαι πᾶσαν τὴν οἰκουμένην. 2(Αὕτη ἀπογραφὴ πρώτη ἐγένετο ἡγεμονεύοντος τῆς Συρίας Κυρηνίου.) 3Καὶ ἐπορεύοντο πάντες ἀπογράφεσθαι, ἕκαστος εἰς τὴν ἑαυτοῦ πόλιν. 4Ἀνέβη δὲ καὶ Ἰωσὴφ, ἀπὸ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲθ, εἰς τὴν Ἰουδαίαν εἰς πόλιν Δαυὶδ, ἥτις καλεῖται Βηθλέεμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαυίδ, 5ἀπογράψασθαι σὺν Μαριὰμ, τῇ ἐμνηστευμένῃ αὐτῷ, οὔσῃ ἐγκύῳ. 6Ἐγένετο δὲ ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήσθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν. 7Καὶ ἔτεκεν τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, καὶ ἐσπαργάνωσεν αὐτὸν, καὶ ἀνέκλινεν αὐτὸν ἐν φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι.

8Καὶ ποιμένες ἦσαν ἐν τῇ χώρᾳ τῇ αὐτῇ, ἀγραυλοῦντες καὶ φυλάσσοντες φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν. 9Καὶ ἄγγελος ˚Κυρίου ἐπέστη αὐτοῖς, καὶ δόξα ˚Κυρίου περιέλαμψεν αὐτούς, καὶ ἐφοβήθησαν φόβον μέγαν 10Καὶ εἶπεν αὐτοῖς ὁ ἄγγελος, “Μὴ φοβεῖσθε, ἰδοὺ γὰρ, εὐαγγελίζομαι ὑμῖν χαρὰν μεγάλην, ἥτις ἔσται παντὶ τῷ λαῷ, 11ὅτι ἐτέχθη ὑμῖν σήμερον Σωτὴρ, ὅς ἐστιν ˚Χριστὸς, ˚Κύριος, ἐν πόλει Δαυίδ. 12Καὶ τοῦτο ὑμῖν τὸ σημεῖον: εὑρήσετε βρέφος ἐσπαργανωμένον, καὶ κείμενον ἐν φάτνῃ.” 13Καὶ ἐξαίφνης ἐγένετο σὺν τῷ ἀγγέλῳ πλῆθος στρατιᾶς οὐρανίου, αἰνούντων τὸν ˚Θεὸν καὶ λεγόντων, 14“Δόξα ἐν ὑψίστοις ˚Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη ἐν ἀνθρώποις εὐδοκίας!”

15Καὶ ἐγένετο ὡς ἀπῆλθον ἀπʼ αὐτῶν εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, οἱ ποιμένες ἐλάλουν πρὸς ἀλλήλους, “Διέλθωμεν δὴ ἕως Βηθλέεμ, καὶ ἴδωμεν τὸ ῥῆμα τοῦτο τὸ γεγονὸς, ὃ ὁ ˚Κύριος ἐγνώρισεν ἡμῖν.” 16Καὶ ἦλθον σπεύσαντες, καὶ ἀνεῦραν τήν τε Μαριὰμ καὶ τὸν Ἰωσὴφ, καὶ τὸ βρέφος, κείμενον ἐν τῇ φάτνῃ. 17Ἰδόντες δὲ, ἐγνώρισαν περὶ τοῦ ῥήματος τοῦ λαληθέντος αὐτοῖς, περὶ τοῦ παιδίου τούτου. 18Καὶ πάντες οἱ ἀκούσαντες, ἐθαύμασαν περὶ τῶν λαληθέντων ὑπὸ τῶν ποιμένων πρὸς αὐτούς. 19Ἡ δὲ Μαρία πάντα συνετήρει τὰ ῥήματα ταῦτα, συμβάλλουσα ἐν τῇ καρδίᾳ αὐτῆς. 20Καὶ ὑπέστρεψαν οἱ ποιμένες, δοξάζοντες καὶ αἰνοῦντες τὸν ˚Θεὸν ἐπὶ πᾶσιν οἷς ἤκουσαν καὶ εἶδον, καθὼς ἐλαλήθη πρὸς αὐτούς.

21Καὶ ὅτε ἐπλήσθησαν ἡμέραι ὀκτὼ τοῦ περιτεμεῖν αὐτόν, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ ˚Ἰησοῦς, τὸ κληθὲν ὑπὸ τοῦ ἀγγέλου πρὸ τοῦ συλλημφθῆναι αὐτὸν ἐν τῇ κοιλίᾳ.

22Καὶ ὅτε ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῶν κατὰ τὸν νόμον Μωϋσέως, ἀνήγαγον αὐτὸν εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ ˚Κυρίῳ, 23καθὼς γέγραπται ἐν νόμῳ ˚Κυρίου, ὅτι “Πᾶν ἄρσεν διανοῖγον μήτραν, ἅγιον τῷ ˚Κυρίῳ κληθήσεται”, 24καὶ τοῦ δοῦναι θυσίαν, κατὰ τὸ εἰρημένον ἐν τῷ νόμῳ ˚Κυρίου, “Ζεῦγος τρυγόνων ἢ δύο νοσσοὺς περιστερῶν.”

25Καὶ ἰδοὺ, ἄνθρωπος ἦν ἐν Ἰερουσαλὴμ, ᾧ ὄνομα Συμεών, καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος καὶ εὐλαβής, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ, καὶ ˚Πνεῦμα ἦν Ἅγιον ἐπʼ αὐτόν. 26Καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ ˚Πνεύματος τοῦ Ἁγίου, μὴ ἰδεῖν θάνατον πρὶν ἂν ἴδῃ τὸν ˚Χριστὸν ˚Κυρίου. 27Καὶ ἦλθεν ἐν τῷ ˚Πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ εἰσαγαγεῖν τοὺς γονεῖς, τὸ παιδίον ˚Ἰησοῦν, τοῦ ποιῆσαι αὐτοὺς κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ, 28καὶ αὐτὸς ἐδέξατο αὐτὸ εἰς τὰς ἀγκάλας, καὶ εὐλόγησεν τὸν ˚Θεὸν καὶ εἶπεν, 29“Νῦν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ· 30ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, 31ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, 32‘φῶς εἰς ἀποκάλυψιν ἐθνῶν’ καὶ δόξαν λαοῦ σου, Ἰσραήλ.” 33Καὶ ἦν ὁ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ θαυμάζοντες ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ. 34Καὶ εὐλόγησεν αὐτοὺς Συμεὼν, καὶ εἶπεν πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ, “Ἰδοὺ, οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον, 35καὶ σοῦ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία, ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί.”

36Καὶ ἦν Ἅννα προφῆτις, θυγάτηρ Φανουήλ, ἐκ φυλῆς Ἀσήρ· αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς, ζήσασα μετὰ ἀνδρὸς ἔτη ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς, 37καὶ αὐτὴ χήρα ἕως ἐτῶν ὀγδοήκοντα τεσσάρων, ἣ οὐκ ἀφίστατο τοῦ ἱεροῦ, νηστείαις καὶ δεήσεσιν λατρεύουσα νύκτα καὶ ἡμέραν. 38Καὶ αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα, ἀνθωμολογεῖτο τῷ ˚Θεῷ, καὶ ἐλάλει περὶ αὐτοῦ, πᾶσιν τοῖς προσδεχομένοις λύτρωσιν Ἰερουσαλήμ.

39Καὶ ὡς ἐτέλεσαν πάντα τὰ κατὰ τὸν νόμον ˚Κυρίου, ἐπέστρεψαν εἰς τὴν Γαλιλαίαν, εἰς πόλιν ἑαυτῶν Ναζαρέτ. 40Τὸ δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιοῦτο, πληρούμενον σοφίᾳ, καὶ χάρις ˚Θεοῦ ἦν ἐπʼ αὐτό.

41Καὶ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατʼ ἔτος εἰς Ἰερουσαλὴμ τῇ ἑορτῇ τοῦ Πάσχα. 42Καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, ἀναβαινόντων αὐτῶν κατὰ τὸ ἔθος τῆς ἑορτῆς, 43καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτοὺς, ὑπέμεινεν ˚Ἰησοῦς, ὁ παῖς ἐν Ἰερουσαλήμ, καὶ οὐκ ἔγνωσαν οἱ γονεῖς αὐτοῦ. 44Νομίσαντες δὲ αὐτὸν εἶναι ἐν τῇ συνοδίᾳ, ἦλθον ἡμέρας ὁδὸν καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενέσιν καὶ τοῖς γνωστοῖς, 45καὶ μὴ εὑρόντες, ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ, ἀναζητοῦντες αὐτόν. 46Καὶ ἐγένετο μετὰ ἡμέρας τρεῖς, εὗρον αὐτὸν ἐν τῷ ἱερῷ, καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων, καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς. 47Ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπὶ τῇ συνέσει καὶ ταῖς ἀποκρίσεσιν αὐτοῦ. 48Καὶ ἰδόντες αὐτὸν, ἐξεπλάγησαν καὶ εἶπεν πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ, “Τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; Ἰδοὺ, ὁ πατήρ σου κἀγὼ, ὀδυνώμενοι ζητοῦμέν σε.” 49Καὶ εἶπεν πρὸς αὐτούς, “Τί ὅτι ἐζητεῖτέ με; Οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με;” 50Καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ῥῆμα ὃ ἐλάλησεν αὐτοῖς. 51Καὶ κατέβη μετʼ αὐτῶν καὶ ἦλθεν εἰς Ναζαρέτ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. Καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ῥήματα ἐν τῇ καρδίᾳ αὐτῆς.

52Καὶ ˚Ἰησοῦς προέκοπτεν τῇ σοφίᾳ, καὶ ἡλικίᾳ, καὶ χάριτι παρὰ ˚Θεῷ καὶ ἀνθρώποις.

LUKE 2 ©

LUKEC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24