Open Bible Data Home  About  News  OET Key

OETOET-RVOET-LVULTUSTBSBBLBAICNTOEBWEBBEWMBBNETLSVFBVTCNTT4TLEBBBEMoffJPSWymthASVDRAYLTDrbyRVWbstrKJB-1769KJB-1611BshpsGnvaCvdlTNTWyclSR-GNTUHBBrLXXBrTrRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

SR-GNTBy Document By Chapter Details

LUKEC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24

SR-GNT LUKE Chapter 9

LUKE 9 ©

9Συγκαλεσάμενος δὲ τοὺς δώδεκα, ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια, καὶ νόσους θεραπεύειν, 2καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν Βασιλείαν τοῦ ˚Θεοῦ, καὶ ἰᾶσθαι τοὺς ἀσθενεῖς. 3Καὶ εἶπεν πρὸς αὐτούς, “Μηδὲν αἴρετε εἰς τὴν ὁδόν, μήτε ῥάβδον, μήτε πήραν, μήτε ἄρτον, μήτε ἀργύριον, μήτε δύο χιτῶνας ἔχειν. 4Καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε. 5Καὶ ὅσοι ἂν μὴ δέχωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης, τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάσσετε, εἰς μαρτύριον ἐπʼ αὐτούς.” 6Ἐξερχόμενοι δὲ, διήρχοντο κατὰ τὰς κώμας, εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.

7Ἤκουσεν δὲ Ἡρῴδης ὁ τετράρχης τὰ γινόμενα πάντα, καὶ διηπόρει, διὰ τὸ λέγεσθαι ὑπό τινων ὅτι Ἰωάννης ἠγέρθη ἐκ νεκρῶν, 8ὑπό τινων δὲ ὅτι Ἠλίας ἐφάνη, ἄλλων δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη. 9Εἶπεν δὲ Ἡρῴδης, “Ἰωάννην ἐγὼ ἀπεκεφάλισα, τίς δέ ἐστιν οὗτος περὶ οὗ ἀκούω τοιαῦτα;” Καὶ ἐζήτει ἰδεῖν αὐτόν.

10Καὶ ὑποστρέψαντες, οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν. Καὶ παραλαβὼν αὐτοὺς, ὑπεχώρησεν κατʼ ἰδίαν εἰς πόλιν καλουμένην Βηθσαϊδά. 11Οἱ δὲ ὄχλοι γνόντες, ἠκολούθησαν αὐτῷ. Καὶ ἀποδεξάμενος αὐτοὺς, ἐλάλει αὐτοῖς περὶ τῆς Βασιλείας τοῦ ˚Θεοῦ, καὶ τοὺς χρείαν ἔχοντας θεραπείας, ἰᾶτο.

12Ἡ δὲ ἡμέρα ἤρξατο κλίνειν, προσελθόντες δὲ οἱ δώδεκα εἶπον αὐτῷ, “Ἀπόλυσον τὸν ὄχλον, ἵνα πορευθέντες εἰς τὰς κύκλῳ κώμας καὶ ἀγροὺς, καταλύσωσιν καὶ εὕρωσιν ἐπισιτισμόν, ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν.” 13Εἶπεν δὲ πρὸς αὐτούς, “Δότε αὐτοῖς ὑμεῖς φαγεῖν.” Οἱ δὲ εἶπαν, “Οὐκ εἰσὶν ἡμῖν πλεῖον ἢ ἄρτοι πέντε καὶ ἰχθύες δύο, εἰ μήτι πορευθέντες, ἡμεῖς ἀγοράσωμεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα.” 14(Ἦσαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι.) Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ, “Κατακλίνατε αὐτοὺς κλισίας ὡσεὶ ἀνὰ πεντήκοντα.” 15Καὶ ἐποίησαν οὕτως, καὶ κατέκλιναν ἅπαντας. 16Λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν, εὐλόγησεν αὐτοὺς καὶ κατέκλασεν, καὶ ἐδίδου τοῖς μαθηταῖς παραθεῖναι τῷ ὄχλῳ. 17Καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες, καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων κόφινοι δώδεκα.

18Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον κατὰ μόνας, συνῆσαν αὐτῷ οἱ μαθηταί, καὶ ἐπηρώτησεν αὐτοὺς λέγων, “Τίνα με λέγουσιν οἱ ὄχλοι εἶναι;” 19Οἱ δὲ ἀποκριθέντες εἶπαν, “Ἰωάννην τὸν Βαπτιστήν, ἄλλοι δὲ, Ἠλίαν, ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη.” 20Εἶπεν δὲ αὐτοῖς, “Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι;” Πέτρος δὲ ἀποκριθεὶς εἶπεν, “Τὸν ˚Χριστὸν τοῦ ˚Θεοῦ.”

21Ὁ δὲ, ἐπιτιμήσας αὐτοῖς, παρήγγειλεν μηδενὶ λέγειν τοῦτο, 22εἰπὼν, ὅτι “Δεῖ τὸν Υἱὸν τοῦ Ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων, καὶ ἀρχιερέων, καὶ γραμματέων, καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι.”

23Ἔλεγεν δὲ πρὸς πάντας, “Εἴ τις θέλει ὀπίσω μου ἔρχεσθαι, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καθʼ ἡμέραν, καὶ ἀκολουθείτω μοι. 24Ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δʼ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, οὗτος σώσει αὐτήν. 25Τί γὰρ ὠφελεῖται ἄνθρωπος, κερδήσας τὸν κόσμον ὅλον, ἑαυτὸν δὲ ἀπολέσας ἢ ζημιωθείς; 26Ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐπαισχυνθήσεται, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ, καὶ τοῦ Πατρὸς, καὶ τῶν ἁγίων ἀγγέλων. 27Λέγω δὲ ὑμῖν ἀληθῶς, εἰσίν τινες τῶν αὐτοῦ ἑστηκότων, οἳ οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσιν τὴν Βασιλείαν τοῦ ˚Θεοῦ.”

28Ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτὼ, παραλαβὼν Πέτρον, καὶ Ἰωάννην, καὶ Ἰάκωβον, ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι. 29Καὶ ἐγένετο ἐν τῷ προσεύχεσθαι αὐτὸν, τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον, καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων. 30Καὶ ἰδοὺ, ἄνδρες δύο συνελάλουν αὐτῷ, οἵτινες ἦσαν Μωϋσῆς καὶ Ἠλίας, 31οἳ ὀφθέντες ἐν δόξῃ, ἔλεγον τὴν ἔξοδον αὐτοῦ, ἣν ἤμελλεν πληροῦν ἐν Ἰερουσαλήμ. 32Ὁ δὲ Πέτρος καὶ οἱ σὺν αὐτῷ ἦσαν βεβαρημένοι ὕπνῳ· διαγρηγορήσαντες δὲ εἶδον τὴν δόξαν αὐτοῦ, καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστῶτας αὐτῷ. 33Καὶ ἐγένετο ἐν τῷ διαχωρίζεσθαι αὐτοὺς ἀπʼ αὐτοῦ, εἶπεν ὁ Πέτρος πρὸς τὸν ˚Ἰησοῦν, “Ἐπιστάτα, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν σκηνὰς τρεῖς: μίαν σοὶ, καὶ μίαν Μωϋσεῖ, καὶ μίαν Ἠλίᾳ”, μὴ εἰδὼς ὃ λέγει. 34Ταῦτα δὲ αὐτοῦ λέγοντος, ἐγένετο νεφέλη καὶ ἐπεσκίαζεν αὐτούς· ἐφοβήθησαν δὲ ἐν τῷ εἰσελθεῖν αὐτοὺς εἰς τὴν νεφέλην. 35Καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα, “Οὗτός ἐστιν ὁ Υἱός μου, ὁ ἐκλελεγμένος, αὐτοῦ ἀκούετε.” 36Καὶ ἐν τῷ γενέσθαι τὴν φωνὴν, εὑρέθη ˚Ἰησοῦς μόνος. Καὶ αὐτοὶ ἐσίγησαν, καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν ἑώρακαν.

37Ἐγένετο δὲ τῇ ἑξῆς ἡμέρᾳ, κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους, συνήντησεν αὐτῷ ὄχλος πολύς. 38Καὶ ἰδοὺ, ἀνὴρ ἀπὸ τοῦ ὄχλου ἐβόησεν λέγων, “Διδάσκαλε, δέομαί σου ἐπιβλέψαι ἐπὶ τὸν υἱόν μου, ὅτι μονογενής μοί ἐστιν.” 39Καὶ ἰδοὺ, πνεῦμα λαμβάνει αὐτόν, καὶ ἐξαίφνης κράζει καὶ σπαράσσει αὐτὸν μετὰ ἀφροῦ, καὶ μόγις ἀποχωρεῖ ἀπʼ αὐτοῦ, συντρῖβον αὐτόν. 40Καὶ ἐδεήθην τῶν μαθητῶν σου ἵνα ἐκβάλωσιν αὐτό, καὶ οὐκ ἠδυνήθησαν. 41Ἀποκριθεὶς δὲ ὁ ˚Ἰησοῦς εἶπεν, “Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι πρὸς ὑμᾶς καὶ ἀνέξομαι ὑμῶν; Προσάγαγε ὧδε τὸν υἱόν σου.” 42Ἔτι δὲ προσερχομένου αὐτοῦ, ἔρρηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν. Ἐπετίμησεν δὲ ὁ ˚Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ, καὶ ἰάσατο τὸν παῖδα καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ. 43Ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι τοῦ ˚Θεοῦ.

Πάντων δὲ θαυμαζόντων ἐπὶ πᾶσιν οἷς ἐποίει, εἶπεν πρὸς τοὺς μαθητὰς αὐτοῦ, 44“Θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους, ὁ γὰρ Υἱὸς τοῦ Ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων.” 45Οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο, καὶ ἦν παρακεκαλυμμένον ἀπʼ αὐτῶν, ἵνα μὴ αἴσθωνται αὐτό, καὶ ἐφοβοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου.

46Εἰσῆλθεν δὲ διαλογισμὸς ἐν αὐτοῖς, τὸ τίς ἂν εἴη μείζων αὐτῶν. 47Ὁ δὲ ˚Ἰησοῦς εἰδὼς τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν, ἐπιλαβόμενος παιδίον, ἔστησεν αὐτὸ παρʼ ἑαυτῷ, 48καὶ εἶπεν αὐτοῖς, “Ὃς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται, καὶ ὃς ἂν ἐμὲ δέξηται, δέχεται τὸν ἀποστείλαντά με. Ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων, οὗτός ἐστιν μέγας.”

49Ἀποκριθεὶς δὲ Ἰωάννης εἶπεν, “Ἐπιστάτα, εἴδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, καὶ ἐκωλύομεν αὐτὸν, ὅτι οὐκ ἀκολουθεῖ μεθʼ ἡμῶν.” 50Εἶπεν δὲ πρὸς αὐτὸν ὁ ˚Ἰησοῦς, “Μὴ κωλύετε, ὃς γὰρ οὐκ ἔστιν καθʼ ὑμῶν, ὑπὲρ ὑμῶν ἐστιν.”

51Ἐγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήμψεως αὐτοῦ, καὶ αὐτὸς τὸ πρόσωπον ἐστήρισεν, τοῦ πορεύεσθαι εἰς Ἰερουσαλήμ, 52καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ. Καὶ πορευθέντες, εἰσῆλθον εἰς κώμην Σαμαρειτῶν, ὡς ἑτοιμάσαι αὐτῷ. 53Καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἰερουσαλήμ. 54Ἰδόντες δὲ, οἱ μαθηταὶ Ἰάκωβος καὶ Ἰωάννης εἶπαν, “˚Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ οὐρανοῦ καὶ ἀναλῶσαι αὐτούς;” 55Στραφεὶς δὲ, ἐπετίμησεν αὐτοῖς. 56Καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην.

57Καὶ πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ, εἶπέν τις πρὸς αὐτόν, “Ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ.” 58Καὶ εἶπεν αὐτῷ ὁ ˚Ἰησοῦς, “Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ Υἱὸς τοῦ Ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.” 59Εἶπεν δὲ πρὸς ἕτερον, “Ἀκολούθει μοι.” Ὁ δὲ εἶπεν, “˚Κύριε, ἐπίτρεψόν μοι ἀπελθόντι, πρῶτον θάψαι τὸν πατέρα μου.” 60Εἶπεν δὲ αὐτῷ, “Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς, σὺ δὲ ἀπελθὼν, διάγγελλε τὴν Βασιλείαν τοῦ ˚Θεοῦ.” 61Εἶπεν δὲ καὶ ἕτερος, “Ἀκολουθήσω σοι, ˚Κύριε, πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου.” 62Εἶπεν δὲ ὁ ˚Ἰησοῦς, “Οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα αὐτοῦ ἐπʼ ἄροτρον, καὶ βλέπων εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν τῇ Βασιλείᾳ τοῦ ˚Θεοῦ.”

LUKE 9 ©

LUKEC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24