Open Bible Data Home About News OET Key
OET OET-RV OET-LV ULT UST BSB BLB AICNT OEB WEBBE WMBB NET LSV FBV TCNT T4T LEB BBE Moff JPS Wymth ASV DRA YLT Drby RV Wbstr KJB-1769 KJB-1611 Bshps Gnva Cvdl TNT Wycl SR-GNT UHB BrLXX BrTr Related Topics Parallel Interlinear Reference Dictionary Search
SR-GNT By Document By Chapter Details
LUKE C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24
10 Μετὰ δὲ ταῦτα, ἀνέδειξεν ὁ ˚Κύριος ἑτέρους ἑβδομήκοντα δύο, καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο πρὸ προσώπου αὐτοῦ, εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἤμελλεν αὐτὸς ἔρχεσθαι. 2 Ἔλεγεν δὲ πρὸς αὐτούς, “Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι. Δεήθητε οὖν τοῦ ˚Κυρίου τοῦ θερισμοῦ, ὅπως ἐργάτας ἐκβάλῃ εἰς τὸν θερισμὸν αὐτοῦ. 3 Ὑπάγετε ἰδοὺ, ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων. 4 Μὴ βαστάζετε βαλλάντιον, μὴ πήραν, μὴ ὑποδήματα, καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε. 5 Εἰς ἣν δʼ ἂν εἰσέλθητε οἰκίαν, πρῶτον λέγετε, ‘Εἰρήνη τῷ οἴκῳ τούτῳ.’ 6 Καὶ ἐὰν ἐκεῖ ᾖ υἱὸς εἰρήνης, ἐπαναπαήσεται ἐπʼ αὐτὸν ἡ εἰρήνη ὑμῶν· εἰ δὲ μή γε ἐφʼ ὑμᾶς ἀνακάμψει. 7 Ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε, ἐσθίοντες καὶ πίνοντες τὰ παρʼ αὐτῶν, ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ. Μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν. 8 Καὶ εἰς ἣν ἂν πόλιν εἰσέρχησθε, καὶ δέχωνται ὑμᾶς, ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν. 9 Καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς, καὶ λέγετε αὐτοῖς, ‘Ἤγγικεν ἐφʼ ὑμᾶς ἡ Βασιλεία τοῦ ˚Θεοῦ.’ 10 Εἰς ἣν δʼ ἂν πόλιν εἰσέλθητε, καὶ μὴ δέχωνται ὑμᾶς, ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε, 11 ‘Καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἐκ τῆς πόλεως ὑμῶν εἰς τοὺς πόδας ἀπομασσόμεθα ὑμῖν· πλὴν τοῦτο γινώσκετε ὅτι ἤγγικεν ἡ Βασιλεία τοῦ ˚Θεοῦ.’ 12 Λέγω ὑμῖν ὅτι Σοδόμοις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεκτότερον ἔσται, ἢ τῇ πόλει ἐκείνῃ.
13 Οὐαί σοι, Χοραζίν! Οὐαί σοι, Βηθσαϊδά! Ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγενήθησαν αἱ δυνάμεις, αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμενοι μετενόησαν. 14 Πλὴν Τύρῳ καὶ Σιδῶνι, ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει ἢ ὑμῖν. 15 Καὶ σύ, Καφαρναούμ, μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ; Ἕως ἍΙδου καταβήσῃ.
16 Ὁ ἀκούων ὑμῶν, ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς, ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν, ἀθετεῖ τὸν ἀποστείλαντά με.”
17 Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα δύο μετὰ χαρᾶς λέγοντες, “˚Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου.” 18 Εἶπεν δὲ αὐτοῖς, “Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. 19 Ἰδοὺ, δέδωκα ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. 20 Πλὴν ἐν τούτῳ μὴ χαίρετε ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται, χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγγέγραπται ἐν τοῖς οὐρανοῖς.”
21 Ἐν αὐτῇ τῇ ὥρᾳ, ἠγαλλιάσατο τῷ ˚Πνεύματι τῷ Ἁγίῳ καὶ εἶπεν, “Ἐξομολογοῦμαί σοι, Πάτερ, ˚Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. Ναί, ὁ Πατήρ, ὅτι οὕτως εὐδοκία ἐγένετο ἔμπροσθέν σου. 22 Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, καὶ οὐδεὶς γινώσκει τίς ἐστιν ὁ Υἱὸς, εἰ μὴ ὁ Πατήρ, καὶ τίς ἐστιν ὁ Πατὴρ, εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι.”
23 Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατʼ ἰδίαν, εἶπεν, “Μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε! 24 Λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδαν, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν.”
25 Καὶ ἰδοὺ, νομικός τις ἀνέστη, ἐκπειράζων αὐτὸν λέγων, “Διδάσκαλε, τί ποιήσας, ζωὴν αἰώνιον κληρονομήσω;” 26 Ὁ δὲ εἶπεν πρὸς αὐτόν, “Ἐν τῷ νόμῳ τί γέγραπται; Πῶς ἀναγινώσκεις;” 27 Ὁ δὲ ἀποκριθεὶς εἶπεν, “‘Ἀγαπήσεις ˚Κύριον τὸν ˚Θεόν σου, ἐξ ὅλης καρδίας σου, καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου, καὶ ἐν ὅλῃ τῇ ἰσχύϊ σου, καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου’, καὶ, ‘Τὸν πλησίον σου ὡς σεαυτόν.’ ” 28 Εἶπεν δὲ αὐτῷ, “Ὀρθῶς ἀπεκρίθης. Τοῦτο ποίει, καὶ ζήσῃ.”
29 Ὁ δὲ θέλων δικαιῶσαι ἑαυτὸν, εἶπεν πρὸς τὸν ˚Ἰησοῦν, “Καὶ τίς ἐστίν μου πλησίον;” 30 Ὑπολαβὼν ὁ ˚Ἰησοῦς εἶπεν, “Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἰερουσαλὴμ εἰς Ἰεριχὼ, καὶ λῃσταῖς περιέπεσεν, οἳ καὶ ἐκδύσαντες αὐτὸν, καὶ πληγὰς ἐπιθέντες, ἀπῆλθον ἀφέντες ἡμιθανῆ. 31 Κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ, καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν. 32 Ὁμοίως δὲ καὶ Λευίτης γενόμενος κατὰ τὸν τόπον, ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθεν. 33 Σαμαρείτης δέ τις ὁδεύων ἦλθεν κατʼ αὐτὸν, καὶ ἰδὼν ἐσπλαγχνίσθη 34 καὶ προσελθὼν, κατέδησεν τὰ τραύματα αὐτοῦ, ἐπιχέων ἔλαιον καὶ οἶνον, ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος, ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον καὶ ἐπεμελήθη αὐτοῦ. 35 Καὶ ἐπὶ τὴν αὔριον ἐκβαλὼν, ἔδωκεν δύο δηνάρια τῷ πανδοχεῖ, καὶ εἶπεν, ‘Ἐπιμελήθητι αὐτοῦ, καὶ ὅ τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι.’ 36 Τίς τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι, τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς;” 37 Ὁ δὲ εἶπεν, “Ὁ ποιήσας τὸ ἔλεος μετʼ αὐτοῦ.” Εἶπεν δὲ αὐτῷ ὁ ˚Ἰησοῦς, “Πορεύου καὶ σὺ ποίει ὁμοίως.”
38 Ἐν δὲ τῷ πορεύεσθαι αὐτοὺς, αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν, 39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαριάμ, ἣ καὶ παρακαθεσθεῖσα πρὸς τοὺς πόδας τοῦ ˚Ἰησοῦ, ἤκουεν τὸν λόγον αὐτοῦ. 40 Ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπεν, “˚Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπεν διακονεῖν; Εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται!” 41 Ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ ˚Κύριος, “Μάρθα, Μάρθα, μεριμνᾷς καὶ θορυβάζῃ περὶ πολλά, 42 ἑνὸς δέ ἐστιν χρεία· Μαριὰμ γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπʼ αὐτῆς.”
LUKE C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24