Open Bible Data Home About News OET Key
OET OET-RV ULT UST BSB MSB OEB WEBBE NET TCNT T4T LEB Wymth RV KJB-1769 KJB-1611 BrLXX Related Topics Parallel Interlinear Reference Dictionary Search
BrLXX By Document By Section By Chapter Details
BrLXX GEN EXO LEV NUM DEU JOS JDG RUTH 1 SAM 2 SAM 1 KI 2 KI 1 CHR 2 CHR EZRA JOB PSA PROV ECC SNG ISA JER LAM EZE DNG HOS JOEL AMOS OBA YNA MIC NAH HAB ZEP HAG ZEC MAL TOB JDT ESG WIS SIR BAR LJE SUS BEL 1 MAC 2 MAC 3 MAC 4 MAC GES MAN
PSA Sg1 Sg2 Sg3 Sg4 Sg5 Sg6 Sg7 Sg8 Sg9 Sg10 Sg11 Sg12 Sg13 Sg14 Sg15 Sg16 Sg17 Sg18 Sg19 Sg20 Sg21 Sg22 Sg23 Sg24 Sg25 Sg26 Sg27 Sg28 Sg29 Sg30 Sg31 Sg32 Sg33 Sg34 Sg35 Sg36 Sg37 Sg38 Sg39 Sg40 Sg41 Sg42 Sg43 Sg44 Sg45 Sg46 Sg47 Sg48 Sg49 Sg50 Sg51 Sg52 Sg53 Sg54 Sg55 Sg56 Sg57 Sg58 Sg59 Sg60 Sg61 Sg62 Sg63 Sg64 Sg65 Sg66 Sg67 Sg68 Sg69 Sg70 Sg71 Sg72 Sg73 Sg74 Sg75 Sg76 Sg77 Sg78 Sg79 Sg80 Sg81 Sg82 Sg83 Sg84 Sg85 Sg86 Sg87 Sg88 Sg89 Sg90 Sg91 Sg92 Sg93 Sg94 Sg95 Sg96 Sg97 Sg98 Sg99 Sg100 Sg101 Sg102 Sg103 Sg104 Sg105 Sg106 Sg107 Sg108 Sg109 Sg110 Sg111 Sg112 Sg113 Sg114 Sg115 Sg116 Sg117 Sg118 Sg119 Sg120 Sg121 Sg122 Sg123 Sg124 Sg125 Sg126 Sg127 Sg128 Sg129 Sg130 Sg131 Sg132 Sg133 Sg134 Sg135 Sg136 Sg137 Sg138 Sg139 Sg140 Sg141 Sg142 Sg143 Sg144 Sg145 Sg146 Sg147 Sg148 Sg149 Sg150 Sg151
Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. 2 Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ Κυρίου, οὓς ἐλυτρώσατο ἐκ χειρὸς ἐχθροῦ, 3 καὶ ἐκ τῶν χωρῶν συνήγαγεν αὐτούς· ἀπὸ ἀνατολῶν, καὶ δυσμῶν, καὶ βοῤῥᾶ, καὶ θαλάσσης.
4 Ἐπλανήθησαν ἐν τῇ ἐρήμῳ ἐν ἀνύδρῳ· ὁδὸν πόλεως κατοικητηρίου οὐχ εὗρον· 5 Πεινῶντες καὶ διψῶντες, ἡ ψυχὴ αὐτῶν ἐν αὐτοῖς ἐξέλιπε. 6 Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐῤῥύσατο αὐτούς· 7 Καὶ ὡδήγησεν αὐτοὺς εἰς ὁδὸν εὐθεῖαν, τοῦ πορευθῆναι εἰς πόλιν κατοικητηρίου.
8 Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων. 9 Ὅτι ἐχόρτασε ψυχὴν κενὴν, καὶ πεινῶσαν ἐνέπλησεν ἀγαθῶν. 10 Καθημένους ἐν σκότει καὶ σκιᾷ θανάτου, πεπεδημένους ἐν πτωχείᾳ καὶ σιδήρῳ· 11 Ὅτι παρεπίκραναν τὰ λόγια τοῦ Θεοῦ, καὶ τὴν βουλὴν τοῦ ὑψίστου παρώξυναν· 12 Καὶ ἐταπεινώθη ἐν κόποις ἡ καρδία αὐτῶν, ἠσθένησαν καὶ οὐκ ἦν ὁ βοηθῶν. 13 Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτούς. 14 Καὶ ἐξήγαγεν αὐτοὺς ἐκ σκότους καὶ σκιᾶς θανάτου, καὶ τοὺς δεσμοὺς αὐτῶν διέῤῥηξεν.
15 Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων. 16 Ὅτι συνέτριψε πύλας χαλκᾶς, καὶ μοχλοὺς σιδηροὺς συνέθλασεν.
17 Ἀντελάβετο αὐτῶν ἐξ ὁδοῦ ἀνομίας αὐτῶν, διὰ γὰρ τὰς ἀνομίας αὐτῶν ἐταπεινώθησαν. 18 Πᾶν βρῶμα ἐβδελύξατο ἡ ψυχὴ αὐτῶν, καὶ ἤγγισαν ἕως τῶν πυλῶν τοῦ θανάτου. 19 Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἔσωσεν αὐτούς. 20 Ἀπέστειλε τὸν λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς, καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν.
21 Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων· 22 Καὶ θυσάτωσαν αὐτῷ θυσίαν αἰνέσεως, καὶ ἐξαγγειλάτωσαν τὰ ἔργα αὐτοῦ ἐν ἀγαλλιάσει.
23 Οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις, ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς, 24 αὐτοὶ εἶδον τὰ ἔργα Κυρίου, καὶ τὰ θαυμάσια αὐτοῦ ἐν τῷ βυθῷ. 25 Εἶπε, καὶ ἔστη πνεῦμα καταιγίδος, καὶ ὑψώθη τὰ κύματα αὐτῆς. 26 Ἀναβαίνουσιν ἕως τῶν οὐρανῶν, καὶ καταβαίνουσιν ἕως τῶν ἀβύσσων· ἡ ψυχὴ αὐτῶν ἐν κακοῖς ἐτήκετο, 27 ἐταράχθησαν, ἐσαλεύθησαν ὡς ὁ μεθύων, καὶ πᾶσα ἡ σοφία αὐτῶν κατεπόθη. 28 Καὶ ἐκέκραξαν πρὸς Κύριον ἐν τῷ θλίβεσθαι αὐτοὺς, καὶ ἐκ τῶν ἀναγκῶν αὐτῶν ἐξήγαγεν αὐτούς. 29 Καὶ ἐπέταξε τῇ καταιγίδι, καὶ ἔστη εἰς αὖραν, καὶ ἐσίγησαν τὰ κύματα αὐτῆς. 30 Καὶ εὐφράνθησαν, ὅτι ἡσύχασαν, καὶ ὡδήγησεν αὐτοὺς ἐπὶ λιμένα θελήματος αὐτῶν.
31 Ἐξομολογησάσθωσαν τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ, καὶ τὰ θαυμάσια αὐτοῦ τοῖς υἱοῖς τῶν ἀνθρώπων. 32 Ὑψωσάτωσαν αὐτὸν ἐν ἐκκλησίᾳ λαοῦ, καὶ ἐν καθέδρᾳ πρεσβυτέρων αἰνεσάτωσαν αὐτόν.
33 Ἔθετο ποταμοὺς εἰς ἐρήμον, καὶ διεξόδους ὑδάτων εἰς δίψαν· 34 Γῆν καρποφόρον εἰς ἅλμην, ἀπὸ κακίας τῶν κατοικούντων ἐν αὐτῇ. 35 Ἔθετο ἔρημον εἰς λίμνας ὑδάτων, καὶ γῆν ἄνυδρον εἰς διεξόδους ὑδάτων. 36 Καὶ κατῴκισεν ἐκεῖ πεινῶντας, καὶ συνεστήσαντο πόλεις κατοικεσίας· 37 Καὶ ἔσπειραν ἀγροὺς, καὶ ἐφύτευσαν ἀμπελῶνας, καὶ ἐποίησαν καρπὸν γεννήματος. 38 Καὶ εὐλόγησεν αὐτοὺς, καὶ ἐπληθύνθησαν σφόδρα, καὶ τὰ κτήνη αὐτῶν οὐκ ἐσμίκρυνε. 39 Καὶ ὠλιγώθησαν καὶ ἐκακώθησαν ἀπὸ θλίψεως κακῶν καὶ ὀδύνης. 40 Ἐξεχύθη ἐξουδένωσις ἐπʼ ἄρχοντας αὐτῶν, καὶ ἐπλάνησεν αὐτοὺς ἐν ἀβάτῳ καὶ οὐχ ὁδῷ. 41 Καὶ ἐβοήθησε πένητι ἐκ πτωχείας, καὶ ἔθετο ὡς πρόβατα πατριάς· 42 Ὄψονται εὐθεῖς καὶ εὐφρανθήσονται, καὶ πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς. 43 Τίς σοφὸς καὶ φυλάξει ταῦτα, καὶ συνήσει τὰ ἐλέη τοῦ Κυρίου;
PSA Sg1 Sg2 Sg3 Sg4 Sg5 Sg6 Sg7 Sg8 Sg9 Sg10 Sg11 Sg12 Sg13 Sg14 Sg15 Sg16 Sg17 Sg18 Sg19 Sg20 Sg21 Sg22 Sg23 Sg24 Sg25 Sg26 Sg27 Sg28 Sg29 Sg30 Sg31 Sg32 Sg33 Sg34 Sg35 Sg36 Sg37 Sg38 Sg39 Sg40 Sg41 Sg42 Sg43 Sg44 Sg45 Sg46 Sg47 Sg48 Sg49 Sg50 Sg51 Sg52 Sg53 Sg54 Sg55 Sg56 Sg57 Sg58 Sg59 Sg60 Sg61 Sg62 Sg63 Sg64 Sg65 Sg66 Sg67 Sg68 Sg69 Sg70 Sg71 Sg72 Sg73 Sg74 Sg75 Sg76 Sg77 Sg78 Sg79 Sg80 Sg81 Sg82 Sg83 Sg84 Sg85 Sg86 Sg87 Sg88 Sg89 Sg90 Sg91 Sg92 Sg93 Sg94 Sg95 Sg96 Sg97 Sg98 Sg99 Sg100 Sg101 Sg102 Sg103 Sg104 Sg105 Sg106 Sg107 Sg108 Sg109 Sg110 Sg111 Sg112 Sg113 Sg114 Sg115 Sg116 Sg117 Sg118 Sg119 Sg120 Sg121 Sg122 Sg123 Sg124 Sg125 Sg126 Sg127 Sg128 Sg129 Sg130 Sg131 Sg132 Sg133 Sg134 Sg135 Sg136 Sg137 Sg138 Sg139 Sg140 Sg141 Sg142 Sg143 Sg144 Sg145 Sg146 Sg147 Sg148 Sg149 Sg150 Sg151