Open Bible Data Home About News OET Key
OET OET-RV ULT UST BSB OEB WEBBE NET TCNT T4T LEB Wymth RV KJB-1769 KJB-1611 BrLXX Related Topics Parallel Interlinear Reference Dictionary Search
BrLXX By Document By Section By Chapter Details
BrLXX GEN EXO LEV NUM DEU JOS JDG RUTH 1SA 2SA 1KI 2KI 1CH 2CH EZRA JOB PSA PRO ECC SNG ISA JER LAM EZE DNG HOS JOEL AMOS OBA YNA MIC NAH HAB ZEP HAG ZEC MAL TOB JDT ESG WIS SIR BAR LJE SUS BEL 1MA 2MA 3MA 4MA GES MAN
PSA C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31 C32 C33 C34 C35 C36 C37 C38 C39 C40 C41 C42 C43 C44 C45 C46 C47 C48 C49 C50 C51 C52 C53 C54 C55 C56 C57 C58 C59 C60 C61 C62 C63 C64 C65 C66 C67 C68 C69 C70 C71 C72 C73 C74 C75 C76 C77 C78 C79 C80 C81 C82 C83 C84 C85 C86 C87 C88 C89 C90 C91 C92 C93 C94 C95 C96 C97 C98 C99 C100 C101 C102 C103 C104 C105 C106 C107 C108 C109 C110 C111 C112 C113 C114 C115 C116 C117 C118 C119 C120 C121 C122 C123 C124 C125 C126 C127 C128 C129 C130 C131 C132 C133 C134 C135 C136 C137 C138 C139 C140 C141 C142 C143 C144 C145 C146 C147 C148 C149 C150 C151
Μακάριοι ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου. 2 Μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ, ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν. 3 Οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν. 4 Σὺ ἐνετείλω τὰς ἐντολάς σου, τοῦ φυλάξασθαι σφόδρα. 5 Ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου, τοῦ φυλάξασθαι τὰ δικαιώματά σου. 6 Τότε οὐ μὴ αἰσχυνθῶ, ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου. 7 Ἐξομολογήσομαί σοι ἐν εὐθύτητι καρδίας, ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου. 8 Τὰ δικαιώματά σου φυλάξω, μή με ἐγκαταλίπῃς ἕως σφόδρα.
9 Ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; ἐν τῷ φυλάξασθαι τοὺς λόγους σου. 10 Ἐν ὅλῃ καρδίᾳ μου ἐξεζήτησά σε, μὴ ἀπώσῃ με ἀπὸ τῶν ἐντολῶν σου. 11 Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι. 12 Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. 13 Ἐν τοῖς χείλεσί μου ἐξήγγειλα πάντα τὰ κρίματα τοῦ στόματός σου. 14 Ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην, ὡς ἐπὶ παντὶ πλούτῳ. 15 Ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω, καὶ κατανοήσω τὰς ὁδούς σου. 16 Ἐν τοῖς δικαιώμασί σου μελετήσω, οὐκ ἐπιλήσομαι τῶν λόγων σου.
17 Ἀνταπόδος τῷ δούλῳ σου, ζήσομαι καὶ φυλάξω τοὺς λόγους σου. 18 Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου. 19 Πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ, μὴ ἀποκρύψῃς ἀπʼ ἐμοῦ τὰς ἐντολάς σου. 20 Ἐπεπόθησεν ἡ ψυχή μου τοῦ ἐπιθυμῆσαι τὰ κρίματά σου ἐν παντὶ καιρῷ. 21 Ἐπετίμησας ὑπερηφάνοις, ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου. 22 Περίελε ἀπʼ ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν, ὅτι τὰ μαρτύριά σου ἐξεζήτησα. 23 Καὶ γὰρ ἐκάθισαν ἄρχοντες, καὶ κατʼ ἐμοῦ κατελάλουν, ὁ δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασί σου. 24 Καὶ γὰρ τὰ μαρτύριά σου μελέτη μου ἐστὶ, καὶ αἱ συμβουλίαι μου τὰ δικαιώματά σου.
25 Ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου, ζῆσόν με κατὰ τὸ λόγον σου. 26 Τὰς ὁδούς σου ἐξήγγειλα καὶ ἐπήκουσάς μου, δίδαξόν με τὰ δικαιώματά σου. 27 Ὁδὸν δικαιωμάτων σου συνέτισόν με, καὶ ἀδολεσχήσω ἐν τοῖς θαυμασίοις σου. 28 Ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας, βεβαίωσόν με ἐν τοῖς λόγοις σου. 29 Ὁδὸν ἀδικίας ἀπόστησον ἀπʼ ἐμοῦ, καὶ τῷ νόμῳ σου ἐλέησόν με. 30 Ὁδὸν ἀληθείας ᾑρετισάμην, καὶ τὰ κρίματά σου οὐκ ἐπελαθόμην. 31 Ἐκολλήθην τοῖς μαρτυρίοις σου Κύριε, μή με καταισχύνῃς. 32 Ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου.
33 Νομοθέτησόν με Κύριε τὴν ὁδὸν τῶν δικαιωμάτων σου, καὶ ἐκζητήσω αὐτὴν διαπαντός. 34 Συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου, καὶ φυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ μου. 35 Ὁδήγησόν με ἐν τῇ τρίβῳ τῶν ἐντολῶν σου, ὅτι αὐτὴν ἠθέλησα. 36 Κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου, καὶ μὴ εἰς πλεονεξίαν. 37 Ἀπόστρεψον τοὺς ὀφθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητα, ἐν τῇ ὁδῷ σου ζῆσόν με. 38 Στῆσον τῷ δούλῳ σου τὸ λόγιόν σου εἰς τὸν φόβον σου. 39 Περίελε τὸν ὄνειδισμόν μου ὃν ὑπώπτευσα, ὅτι τὰ κρίματά σου χρηστά. 40 Ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου, ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με.
41 Καὶ ἔλθοι ἐπʼ ἐμὲ τὸ ἔλεός σου Κύριε, τὸ σωτήριόν σου κατὰ τὸν λόγον σου. 42 Καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί μοι λόγον, ὅτι ἤλπισα ἐπὶ τοῖς λόγοις σου. 43 Καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα, ὅτι ἐπὶ τοῖς κρίμασί σου ἐπήλπισα. 44 Καὶ φυλάξω τὸν νόμον σου διαπαντὸς, εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. 45 Καὶ ἐπορευόμην ἐν πλατυσμῷ, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. 46 Καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχυνόμην. 47 Καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου, αἷς ἠγάπησα σφόδρα. 48 Καὶ ᾖρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου ἃς ἠγάπησα, καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασί σου.
49 Μνήσθητι τῶν λόγων σου τῷ δούλῳ σου ὧν ἐπήλπισάς με. 50 Αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου, ὅτι τὸ λόγιόν σου ἔζησέ με. 51 Ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα, ἀπὸ δὲ τοῦ νόμου σου οὐκ ἐξέκλινα. 52 Ἐμνήσθην τῶν κριμάτων σου ἀπʼ αἰῶνος Κύριε, καὶ παρεκλήθην. 53 Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου. 54 Ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου, ἐν τόπῳ παροικίας μου· 55 Ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου Κύριε, καὶ ἐφύλαξα τὸν νόμον σου. 56 Αὕτη ἐγενήθη μοι, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα.
57 Μερίς μου εἶ Κύριε, εἶπα τοῦ φυλάξασθαι τὸν νόμον σου. 58 Ἐδεήθην τοῦ προσώπου σου ἐν ὅλῃ καρδίᾳ μου, ἐλέησόν με κατὰ τὸ λόγιόν σου. 59 Διελογισάμην τὰς ὁδούς σου, καὶ ἐπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου. 60 Ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην, τοῦ φυλάξασθαι τὰς ἐντολάς σου. 61 Σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι, καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην. 62 Μεσονύκτιον ἐξεγειρόμην, τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. 63 Μέτοχος ἐγώ εἰμι πάντων τῶν φοβουμένων σε, καὶ τῶν φυλασσόντων τὰς ἐντολάς σου. 64 Τοῦ ἐλέους σου Κύριε πλήρης ἡ γῆ, τὰ δικαιώματά σου δίδαξόν με.
65 Χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου Κύριε κατὰ τὸν λόγον σου. 66 Χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με, ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα. 67 Πρὸ τοῦ με ταπεινωθῆναι, ἐγὼ ἐπλημμέλησα, διὰ τοῦτο τὸ λόγιόν σου ἐφύλαξα. 68 Χρηστὸς εἶ σὺ Κύριε· καὶ ἐν τῇ χρηστότητί σου δίδαξόν με τὰ δικαιωματά σου. 69 Ἐπληθύνθη ἐπʼ ἐμὲ ἀδικία ὑπερηφάνων, ἐγὼ δὲ ἐν ὅλῃ καρδίᾳ μου ἐξερευνήσω τὰς ἐντολάς σου. 70 Ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν, ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα. 71 Ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου. 72 Ἀγαθόν μοι ὁ νόμος τοῦ στόματός σου, ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου.
73 Αἱ χεῖρές σου ἔποίησάν με καὶ ἐπλασάν με, συνέτισόν με καὶ μαθήσομαι τὰς ἐντολάς σου. 74 Οἱ φοβούμενοί σε ὄψονταί με καὶ εὐφρανθήσονται, ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα. 75 Ἔγνων Κύριε ὅτι δικαιοσύνη τὰ κρίματά σου, καὶ ἀληθείᾳ ἐταπείνωσάς με. 76 Γενηθήτω δὴ τὸ ἔλεός σου τοῦ παρακαλέσαι με, κατὰ τὸ λόγιόν σου τῷ δούλῳ σου. 77 Ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σου, καὶ ζήσομαι, ὅτι ὁ νόμος σου μελέτη μου ἐστίν. 78 Αἰσχυνθήτωσαν ὑπερήφανοι, ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμὲ, ἐγὼ δὲ ἀδολεσχήσω ἐν ταῖς ἐντολαῖς σου. 79 Ἐπιστρεψάτωσάν με οἱ φοβούμενοί σε, καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου. 80 Γενηθήτω ἡ καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασί σου, ὅπως ἂν μὴ αἰσχυνθῶ.
81 Ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου, εἰς τοὺς λόγους σου ἐπήλπισα. 82 Ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου, λέγοντες, πότε παρακαλέσεις με; 83 Ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ· τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. 84 Πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου; πότε ποιήσεις μοι ἐκ τῶν καταδιωκόντων με κρίσιν; 85 Διηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλʼ οὐχ ὡς ὁ νόμος σου Κύριε. 86 Πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια· ἀδίκως κατεδίωξάν με, βοήθησόν μοι. 87 Παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ, ἐγὼ δὲ οὐκ ἐγκατέλιπον τὰς ἐντολάς σου. 88 Κατὰ τὸ ἔλεός σου ζῆσόν με, καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου.
89 Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ, 90 εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου· ἐθεμελίωσας τὴν γῆν καὶ διαμένει. 91 Τῇ διατάξει σου διαμένει ἡμέρα, ὅτι τὰ σύμπαντα δοῦλα σά. 92 Εἰ μὴ ὅτι ὁ νόμος σου μελέτη μου ἐστὶ, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου. 93 Εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιωμάτων σου, ὅτι ἐν αὐτοῖς ἔζησάς με. 94 Σός εἰμι ἐγὼ, σῶσόν με, ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα. 95 Ἐμὲ ὑπέμειναν ἁμαρτωλοὶ τοῦ ἀπολέσαι με, τὰ μαρτύριά σου συνῆκα. 96 Πάσης συντελείας εἶδον πέρας, πλατεία ἡ ἐντολή σου σφόδρα.
97 Ὡς ἠγάπησα τὸν νόμον σου Κύριε; ὅλην τὴν ἡμέραν μελέτη μου ἐστίν. 98 Ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόφισάς με τὴν ἐντολήν σου, ὅτι εἰς τὸν αἰῶνα ἐμή ἐστιν. 99 Ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα, ὅτι τὰ μαρτύριά σου μελέτη μου ἐστίν. 100 Ὑπὲρ πρεσβυτέρους συνῆκα, ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα. 101 Ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου, ὅπως ἂν φυλάξω τοὺς λόγους σου. 102 Ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα, ὅτι σὺ ἐνομοθέτησάς με.
103 Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου. 104 Ἀπὸ τῶν ἐντολῶν σου συνῆκα, διὰ τοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδικίας.
105 Λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου. 106 Ὤμοσα καὶ ἔστησα τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου. 107 Ἐταπεινώθην ἕως σφόδρα Κύριε, ζῆσόν με κατὰ τὸν λόγον σου. 108 Τὰ ἑκούσια τοῦ στόματός μου εὐλόκησον δὴ Κύριε, καὶ τὰ κρίματά σου δίδαξόν με. 109 Ἡ ψυχή μου ἐν ταῖς χερσὶ σου διαπαντὸς, καὶ τὸν νόμον σου οὐκ ἐπελαθόμην. 110 Ἔθεντο ἁμαρτωλοὶ παγίδα μοι, καὶ ἐκ τῶν ἐντολῶν σου οὐκ ἐπλανήθην. 111 Ἐκληρονόμησα τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα, ὅτι ἀγαλλιάμα τῆς καρδίας μού εἰσιν. 112 Ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου εἰς τὸν αἰῶνα διʼ ἀντάμειψιν.
113 Παρανόμους ἐμίσησα, τὸν δὲ νόμον σου ἠγάπησα. 114 Βοηθός μου, καὶ ἀντιλήπτωρ μου εἶ σὺ, εἰς τοὺς λόγους σου ἐπήλπισα. 115 Ἐκκλίνατε ἀπʼ ἐμοῦ οἱ πονηρευόμενοι, καὶ ἐξεραυνήσω τὰς ἐντολὰς τοῦ Θεοῦ μου. 116 Ἀντιλαβοῦ μου κατὰ τὸ λόγιόν σου, καὶ ζῆσόν με, καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου. 117 Βοήθησόν μοι, καὶ σωθήσομαι, καὶ μελετήσω ἐν τοῖς δικαιώμασί σου διαπαντός. 118 Ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάτων σου, ὅτι ἄδικον τὸ ἐνθύμημα αὐτῶν. 119 Παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς, διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου. 120 Καθήλωσον ἐκ τοῦ φόβου σου τὰς σάρκας μου, ἀπὸ γὰρ τῶν κριμάτων σου ἐφοβήθην.
121 Ἐποίησα κρίμα καὶ δικαιοσύνην, μὴ παραδῷς με τοῖς ἀδικοῦσί με. 122 Ἔνδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθὸν, μὴ συκοφαντησάτωσάν με ὑπερήφανοι. 123 Οἱ ὀφθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου, καὶ εἰς τὸ λόγιον τῆς δικαιοσύνης σου. 124 Ποίησον μετὰ τοῦ δούλου σου κατὰ τὸ ἔλεός σου, καὶ τὰ δικαιώματά σου δίδαξόν με. 125 Δοῦλός σου εἰμὶ ἐγὼ, συνέτισόν με καὶ γνώσομαι τὰ μαρτύριά σου. 126 Καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ, διεσκέδασαν τὸν νόμον σου. 127 Διὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίον καὶ τοπάζιον. 128 Διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην, πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα.
129 Θαυμαστὰ τὰ μαρτύριά σου, διὰ τοῦτο ἐξηρεύνησεν αὐτὰ ἡ ψυχή μου. 130 Ἡ δήλωσις τῶν λόγων σου φωτιεῖ καὶ συνετιεῖ νηπίους. 131 Τὸ στόμα μου ἤνοιξα, καὶ εἵλκυσα πνεῦμα, ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν. 132 Ἐπίβλεψον ἐπʼ ἐμὲ καὶ ἐλέησόν με, κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου. 133 Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία. 134 Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου. 135 Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου, καὶ δίδαξόν με τὰ δικαιώματά σου. 136 Διεξόδους ὑδάτων κατέβησαν οἱ ὀφθαλμοί μου, ἐπεὶ οὐκ ἐφύλαξα τὸν νόμον σου.
137 Δίκαιος εἶ Κύριε, καὶ εὐθεῖς αἱ κρίσεις σου. 138 Ἐνετείλω δικαιοσύνην τὰ μαρτύριά σου, καὶ ἀλήθειαν σφόδρα. 139 Ἐξέτηξέ με ὁ ζῆλός σου, ὅτι ἐπελάθοντο τῶν λόγων σου οἱ ἐχθροί μου. 140 Πεπυρωμένον τὸ λόγιόν σου σφόδρα, καὶ ὁ δοῦλός σου ἠγάπησεν αὐτό. 141 Νεώτερος ἐγὼ εἰμι καὶ ἐξουδενωμένος, τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην. 142 Ἡ δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα, καὶ ὁ νόυος σου ἀλήθεια. 143 Θλίψεις καὶ ἀνάγκαι εὕροσάν με, ἐντολαί σου μελέτη μου. 144 Δικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα· συνέτισόν με, καὶ ζήσομαι.
145 Ἐκέκραξα ἐν ὅλῃ καρδίᾳ μου, ἐπάκουσόν μου Κύριε, τὰ δικαιώματά σου ἐκζητήσω. 146 Ἐκέκραξά σοι, σῶσόν με, καὶ φυλάξω τὰ μαρτύριά σου. 147 Προέφθασα ἐν ἀωρίᾳ καὶ ἐκέκραξα, εἰς τοὺς λόγους σου ἐπήλπισα. 148 Προέφθασαν οἱ ὀφθαλμοί μου πρὸς ὄρθρον, τοῦ μελετᾷν τὰ λόγιά σου. 149 Τῆς φωνῆς μου ἄκουσον Κύριε κατὰ τὸ ἔλεός σου, κατὰ τὸ κρίμα σου ζῆσόν με. 150 Προσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳ, ἀπὸ δὲ τοῦ νόμου σου ἐμακρύνθησαν. 151 Ἐγγὺς εἶ Κύριε, καὶ πᾶσαι αἱ ὁδοί σου ἀλήθεια. 152 Κατʼ ἀρχὰς ἔγνων ἐκ τῶν μαρτυρίων σου, ὅτι εἰς τὸν αἰῶνα ἐθεμελίωσας αὐτά.
153 Ἴδε τὴν ταπείνωσίν μου καὶ ἐξελοῦ με, ὅτι τοῦ νόμου σου οὐκ ἐπελαθόμην. 154 Κρῖνον τὴν κρίσιν μου καὶ λύτρωσαί με, διὰ τὸν λόγον σου ζῆσόν με. 155 Μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία, ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν. 156 Οἱ οἰκτιρμοί σου πολλοὶ Κύριε, κατὰ τὸ κρίμα σου ζῆσόν με. 157 Πολλοὶ οἱ ἐκδιώκοντές με καὶ θλίβοντές με· ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα. 158 Εἶδον ἀσυνετοῦντας καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο. 159 Ἴδε ὅτι τὰς ἐντολάς σου ἠγάπησα Κύριε, ἐν τῷ ἐλέει σου ζῆσόν με. 160 Ἀρχὴ τῶν λόγων σου ἀλήθεια, καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου.
161 Ἄρχοντες κατεδίωξάν με δωρεὰν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου. 162 Ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου, ὡς ὁ εὑρίσκων σκῦλα πολλά. 163 Ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, τὸν δὲ νόμον σου ἠγάπησα. 164 Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. 165 Εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον. 166 Προσεδόκων τὸ σωτήριόν σου Κύριε, καὶ τὰς ἐντολάς σου ἠγάπησα. 167 Ἐφύλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου, καὶ ἠγάπησεν αὐτὰ σφόδρα. 168 Ἐφύλαξα τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου, ὅτι πᾶσαι αἱ ὁδοί μου ἐναντίον σου Κύριε.
169 Ἐγγυσάτω ἡ δέησίς μου ἐνώπιόν σου Κύριε, κατὰ τὸ λόγιόν σου συνέτισόν με. 170 Εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου Κύριε, κατὰ τὸ λόγιόν σου ῥῦσαί με. 171 Ἐξερεύξαιντο τὰ χείλη μου ὕμνον, ὅταν διδάξῃς με τὰ δικαιώματά σου. 172 Φθέγξαιτο ἡ γλῶσσά μου τὰ λόγιά σου, ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη. 173 Γενέσθω ἡ χείρ σου τοῦ σῶσαί με, ὅτι τὰς ἐντολάς σου ᾑρετισάμην. 174 Ἐπεπόθησα τὸ σωτήριόν σου Κύριε, καὶ ὁ νόμος σου μελέτη μου ἐστί. 175 Ζήσεται ἡ ψυχή μου καὶ αἰνέσει σε, καὶ τὰ κρίματά σου βοηθήσει μοι. 176 Ἐπλανήθην ὡς πρόβατον ἀπολωλὸς, ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην.
PSA C1 C2 C3 C4 C5 C6 C7 C8 C9 C10 C11 C12 C13 C14 C15 C16 C17 C18 C19 C20 C21 C22 C23 C24 C25 C26 C27 C28 C29 C30 C31 C32 C33 C34 C35 C36 C37 C38 C39 C40 C41 C42 C43 C44 C45 C46 C47 C48 C49 C50 C51 C52 C53 C54 C55 C56 C57 C58 C59 C60 C61 C62 C63 C64 C65 C66 C67 C68 C69 C70 C71 C72 C73 C74 C75 C76 C77 C78 C79 C80 C81 C82 C83 C84 C85 C86 C87 C88 C89 C90 C91 C92 C93 C94 C95 C96 C97 C98 C99 C100 C101 C102 C103 C104 C105 C106 C107 C108 C109 C110 C111 C112 C113 C114 C115 C116 C117 C118 C119 C120 C121 C122 C123 C124 C125 C126 C127 C128 C129 C130 C131 C132 C133 C134 C135 C136 C137 C138 C139 C140 C141 C142 C143 C144 C145 C146 C147 C148 C149 C150 C151