Open Bible Data Home About News OET Key
OET OET-RV ULT UST BSB MSB OEB WEBBE NET TCNT T4T LEB Wymth RV KJB-1769 KJB-1611 BrLXX Related Topics Parallel Interlinear Reference Dictionary Search
BrLXX By Document By Section By Chapter Details
BrLXX GEN EXO LEV NUM DEU JOS JDG RUTH 1 SAM 2 SAM 1 KI 2 KI 1 CHR 2 CHR EZRA JOB PSA PROV ECC SNG ISA JER LAM EZE DNG HOS JOEL AMOS OBA YNA MIC NAH HAB ZEP HAG ZEC MAL TOB JDT ESG WIS SIR BAR LJE SUS BEL 1 MAC 2 MAC 3 MAC 4 MAC GES MAN
PSA Sg1 Sg2 Sg3 Sg4 Sg5 Sg6 Sg7 Sg8 Sg9 Sg10 Sg11 Sg12 Sg13 Sg14 Sg15 Sg16 Sg17 Sg18 Sg19 Sg20 Sg21 Sg22 Sg23 Sg24 Sg25 Sg26 Sg27 Sg28 Sg29 Sg30 Sg31 Sg32 Sg33 Sg34 Sg35 Sg36 Sg37 Sg38 Sg39 Sg40 Sg41 Sg42 Sg43 Sg44 Sg45 Sg46 Sg47 Sg48 Sg49 Sg50 Sg51 Sg52 Sg53 Sg54 Sg55 Sg56 Sg57 Sg58 Sg59 Sg60 Sg61 Sg62 Sg63 Sg64 Sg65 Sg66 Sg67 Sg68 Sg69 Sg70 Sg71 Sg72 Sg73 Sg74 Sg75 Sg76 Sg77 Sg78 Sg79 Sg80 Sg81 Sg82 Sg83 Sg84 Sg85 Sg86 Sg87 Sg88 Sg89 Sg90 Sg91 Sg92 Sg93 Sg94 Sg95 Sg96 Sg97 Sg98 Sg99 Sg100 Sg101 Sg102 Sg103 Sg104 Sg105 Sg106 Sg107 Sg108 Sg109 Sg110 Sg111 Sg112 Sg113 Sg114 Sg115 Sg116 Sg117 Sg118 Sg119 Sg120 Sg121 Sg122 Sg123 Sg124 Sg125 Sg126 Sg127 Sg128 Sg129 Sg130 Sg131 Sg132 Sg133 Sg134 Sg135 Sg136 Sg137 Sg138 Sg139 Sg140 Sg141 Sg142 Sg143 Sg144 Sg145 Sg146 Sg147 Sg148 Sg149 Sg150 Sg151
2 Τὰ ἐλέη σου Κύριε εἰς τὸν αἰῶνα ᾄσομαι, εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου. 3 Ὅτι εἶπας, εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται, ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθειά σου· 4 Διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου, ὤμοσα Δαυὶδ τῷ δούλῳ μου. 5 Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου· διάψαλμα.
6 Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου Κύριε, καὶ τὴν ἀλήθειάν σου ἐν ἐκκλησίᾳ ἁγίων. 7 Ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ; καὶ τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ; 8 Ὁ Θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων, μέγας καὶ φοβερὸς ἐπὶ πάντας τοὺς περικύκλῳ αὐτοῦ. 9 Κύριε ὁ Θεὸς τῶν δυνάμεων, τίς ὅμοιός σοι; δυνατὸς εἶ Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ σου. 10 Σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης, τὸν δὲ σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραΰνεις. 11 Σὺ ἐταπείνωσας ὡς τραυματίαν ὑπερήφανον, καὶ ἐν τῷ βραχίονι τῆς δυνάμεώς σου διεσκόρπισας τοὺς ἐχθρούς σου. 12 Σοί εἰσιν οἱ οὐρανοὶ, καὶ σή ἐστιν ἡ γῆ, τὴν οἰκουμένην καὶ τὸ πλήρωμα αὐτῆς σὺ ἐθεμελίωσας. 13 Τὸν Βοῤῥᾶν καὶ θάλασσας σὺ ἔκτισας, Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται. 14 Σὸς ὁ βραχίων μετὰ δυναστείας· κραταιωθήτω ἡ χείρ σου, ὑψωθήτω ἡ δεξιά σου. 15 Δικαιοσύνη καὶ κρίμα ἑτοιμασία τοῦ θρόνου σου· ἔλεος καὶ ἀλήθεια προπορεύσονται πρὸ προσώπου σου.
16 Μακάριος ὁ λαὸς ὁ γινώσκων ἀλαλαγμόν· Κύριε ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται, 17 καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν, καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσονται. 18 Ὅτι τὸ καύχημα τῆς δυνάμεως αὐτῶν σὺ εἶ, καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν· 19 ὅτι τοῦ Κυρίου ἡ ἀντίληψις, καὶ τοῦ ἁγίου Ἰσραὴλ βασιλέως ἡμῶν.
20 Τότε ἐλάλησας ἐν ὁράσει τοῖς υἱοῖς σου, καὶ εἶπας, ἐθέμην βοήθειαν ἐπὶ δυνατὸν, ὕψωσα ἐκλεκτὸν ἐκ τοῦ λαοῦ μου. 21 Εὗρον Δαυὶδ τὸν δοῦλόν μου, ἐν ἐλέει ἁγίῳ ἔχρισα αὐτόν. 22 Ἡ γὰρ χείρ μου συναντιλήψεται αὐτῷ, καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν. 23 Οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν. 24 Καὶ συγκόψω ἀπὸ προσώπου αὐτοῦ τοὺς ἐχθροὺς αὐτοῦ, καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαι. 25 Καὶ ἡ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετʼ αὐτοῦ, καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται τὸ κέρας αὐτοῦ. 26 Καὶ θήσομαι ἐν θαλάσσῃ χεῖρα αὐτοῦ, καὶ ἐν ποταμοῖς δεξιὰν αὐτοῦ. 27 Αὐτὸς ἐπικαλέσεταί με, πατήρ μου εἶ σὺ, Θεός μου καὶ ἀντιλήπτωρ τῆς σωτηρίας μου. 28 Κᾀγὼ πρωτότοκον θήσομαι αὐτὸν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. 29 Εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου, καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ. 30 Καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ.
31 Ἐὰν ἐγκαταλίπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νόμον μου, καὶ τοῖς κρίμασί μου μὴ πορευθῶσιν· 32 ἐὰν τὰ δικαιώματά μου βεβηλώσωσι, καὶ τὰς ἐντολάς μου μὴ φυλάξωσιν· 33 Ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιξι τὰς ἁμαρτίας αὐτῶν. 34 Τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπʼ αὐτοῦ, οὐδὲ μὴ ἀδικήσω ἐν τῇ ἀληθείᾳ μου, 35 οὐδὲ μὴ βεβηλώσω τὴν διαθήκην μου, καὶ τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου οὐ μὴ ἀθετήσω. 36 Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαυὶδ ψεύσομαι. 37 Τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, 38 καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα, καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός· διάψαλμα.
39 Σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν χριστόν σου. 40 Κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου, ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ. 41 Καθεῖλες πάντας τοὺς φραγμοῦς αὐτοῦ, ἔθου τὰ ὀχυρώματα αὐτοῦ δειλίαν. 42 Διήρπασαν αὐτὸν πάντες οἱ διοδεύοντες ὁδὸν, ἐγενήθη ὄνειδος τοῖς γείτοσιν αὐτοῦ. 43 Ὕψωσας τὴν δεξιὰν τῶν ἐχθρῶν αὐτοῦ, εὔφρανας πάντας τοὺς ἐχθροὺς αὐτοῦ. 44 Ἀπέστρεψας τὴν βοήθειαν τῆς ῥομφαίας αὐτοῦ, καὶ οὐκ ἀντελάβου αὐτοῦ ἐν τῷ πολέμῳ. 45 Κατέλυσας ἀπὸ καθαρισμοῦ αὐτὸν, τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέῤῥαξας, 46 ἐσμίκρυνας τὰς ἡμέρας τοῦ θρόνου αὐτοῦ, κατέχεας αὐτοῦ αἰσχύνην· διάψαλμα.
47 Ἕως πότε Κύριε ἀποστρέφῃ εἰς τέλος; ἐκκαυθήσεται ὡς πῦρ ἡ ὀργή σου; 48 Μνήσθητι τίς ἡ ὑπόστασίς μου· μὴ γὰρ ματαίως ἔκτισας πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων; 49 Τίς ἐστιν ἄνθρωπος, ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον; ῥύσεται τὴν ψυχὴν αὐτοῦ ἐκ χειρὸς ᾅδου; διάψαλμα. 50 Ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἃ ὤμοσας τῷ Δαυὶδ ἐν τῇ ἀληθείᾳ σου; 51 Μνήσθητι Κύριε τοῦ ὀνειδισμου τῶν δούλων σου οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου πολλῶν ἐθνῶν· 52 οὗ ὠνείδισαν οἱ ἐχθροί σου Κύριε, οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ χριστοῦ σου. 53 Εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα· γένοιτο, γένοιτο.
PSA Sg1 Sg2 Sg3 Sg4 Sg5 Sg6 Sg7 Sg8 Sg9 Sg10 Sg11 Sg12 Sg13 Sg14 Sg15 Sg16 Sg17 Sg18 Sg19 Sg20 Sg21 Sg22 Sg23 Sg24 Sg25 Sg26 Sg27 Sg28 Sg29 Sg30 Sg31 Sg32 Sg33 Sg34 Sg35 Sg36 Sg37 Sg38 Sg39 Sg40 Sg41 Sg42 Sg43 Sg44 Sg45 Sg46 Sg47 Sg48 Sg49 Sg50 Sg51 Sg52 Sg53 Sg54 Sg55 Sg56 Sg57 Sg58 Sg59 Sg60 Sg61 Sg62 Sg63 Sg64 Sg65 Sg66 Sg67 Sg68 Sg69 Sg70 Sg71 Sg72 Sg73 Sg74 Sg75 Sg76 Sg77 Sg78 Sg79 Sg80 Sg81 Sg82 Sg83 Sg84 Sg85 Sg86 Sg87 Sg88 Sg89 Sg90 Sg91 Sg92 Sg93 Sg94 Sg95 Sg96 Sg97 Sg98 Sg99 Sg100 Sg101 Sg102 Sg103 Sg104 Sg105 Sg106 Sg107 Sg108 Sg109 Sg110 Sg111 Sg112 Sg113 Sg114 Sg115 Sg116 Sg117 Sg118 Sg119 Sg120 Sg121 Sg122 Sg123 Sg124 Sg125 Sg126 Sg127 Sg128 Sg129 Sg130 Sg131 Sg132 Sg133 Sg134 Sg135 Sg136 Sg137 Sg138 Sg139 Sg140 Sg141 Sg142 Sg143 Sg144 Sg145 Sg146 Sg147 Sg148 Sg149 Sg150 Sg151