Open Bible Data Home  About  News  OET Key

OETOET-RVULTUSTBSBOEBWEBBENETTCNTT4TLEBWymthRVKJB-1769KJB-1611BrLXXRelatedTopicsParallelInterlinearReferenceDictionarySearch

BrLXXBy Document By Section By ChapterDetails

BrLXX GENEXOLEVNUMDEUJOSJDGRUTH1SA2SA1KI2KI1CH2CHEZRAJOBPSAPROECCSNGISAJERLAMEZEDNGHOSJOELAMOSOBAYNAMICNAHHABZEPHAGZECMALTOBJDTESGWISSIRBARLJESUSBEL1MA2MA3MA4MAGESMAN

LEVC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25C26C27

BrLXX by section LEV 25:1

LEV 25:1–25:55 ©

ΛΕΥΙΤΙΚΟΝ 25

25Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν ἐν τῷ ὄρει Σινᾷ, λέγων, 2λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς αὐτοὺς, ὅταν εἰσέλθητε εἰς τὴν γῆν, ἣν ἐγὼ δίδωμι ὑμῖν, καὶ ἀναπαύσεται ἡ γῆ, ἣν ἐγὼ δίδωμι ὑμῖν, σάββατα τῷ Κυρίῳ. 3Ἓξ ἔτη σπερεῖς τὸν ἀγρόν σου, καὶ ἓξ ἔτη τεμεῖς τὴν ἄμπελόν σου, καὶ συνάξεις τὸν καρπὸν αὐτῆς. 4Τῷ δὲ ἔτει τῷ ἑβδόμῳ σάββατα· ἀνάπαυσις ἔσται τῇ γῇ, σάββατα τῷ Κυρίῳ· τὸν ἀγρόν σου οὐ σπερεῖς, καὶ τὴν ἄμπελόν σου οὐ τεμεῖς, 5καὶ τὰ αὐτόματα ἀναβαίνοντα τοῦ ἀγροῦ σου οὐκ ἐκθερίσεις, καἰ τὴν σταφυλὴν τοῦ ἁγιάσματός σου οὐκ ἐκτρυγήσεις· ἐνιαυτὸς ἀναπαύσεως ἔσται τῇ γῇ. 6Καὶ ἔσται τὰ σάββατα τῆς γῆς βρώματά σοι, καὶ τῷ παιδί σου, καὶ τῇ παιδίσκῃ σου, καὶ τῷ μισθωτῷ σου, καὶ τῷ παροίκῳ τῷ προσκειμένῳ πρὸς σέ. 7Καὶ τοῖς κτήνεσί σου, καὶ τοῖς θηρίοις τοῖς ἐν τῇ γῇ σου ἔσται πᾶν τὸ γέννημα αὐτοῦ εἰς βρῶσιν.

8Καὶ ἐξαριθμήσεις σεαυτῷ ἑπτὰ ἀναπαύσεις ἐτῶν, ἑπτὰ ἔτη ἑπτάκις· καὶ ἔσονταί σοι ἑπτὰ ἑβδομάδες ἐτῶν ἐννέα καὶ τεσσαράκοντα ἔτη. 9Διαγγελεῖτε σάλπιγγος φωνῇ ἐν πάσῃ τῇ γῇ ὑμῶν ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ τῇ δεκάτῃ τοῦ μηνός· τῇ ἡμέρᾳ τοῦ ἱλασμοῦ διαγγελεῖτε σάλπιγγι ἐν πάσῃ τῇ γῇ ὑμῶν. 10Καὶ ἁγιάσετε τὸ ἔτος τὸν πεντηκοστὸν ἐνιαυτὸν, καὶ διαβοήσετε ἄφεσιν ἐπὶ τῆς γῆς πᾶσι τοῖς κατοικοῦσιν αὐτήν· ἐνιαυτὸς ἀφέσεως σημασία αὕτη ἔσται ὑμῖν· καὶ ἀπελεύσεται εἷς ἕκαστος εἰς τὴν κτῆσιν αὐτοῦ, καὶ ἕκαστος εἰς τὴν πατριὰν αὐτοῦ ἀπελεύσεσθε. 11Ἀφέσεως σημασία αὕτη, τὸ ἔτος τὸ πεντηκοστὸν ἐνιαυτὸς ἔσται ὑμῖν· οὐ σπερεῖτε, οὐδὲ ἀμήσετε τὰ αὐτόματα ἀναβαίνοντα αὐτῆς, καὶ οὐ τρυγήσετε τὰ ἡγιασμένα αὐτῆς, 12ὅτι ἀφέσεως σημασία ἐστίν· ἅγιον ἔσται ὑμῖν· ἀπὸ τῶν πεδίων φάγεσθε τὰ γεννήματα αὐτῆς. 13Ἐν τῷ ἔτει τῆς ἀφέσεως σημασίας αὐτῆς ἐπανελεύσεται εἰς τὴν ἔγκτησιν αὐτοῦ. 14Ἐὰν δὲ ἀποδῷ πράσιν τῷ πλησίον σου, ἐὰν δὲ καὶ κτήσῃ παρὰ τοῦ πλησίον σου, μὴ θλιβέτω ἄνθρωπος τὸν πλησίον. 15Κατὰ ἀριθμὸν ἐτῶν μετὰ τὴν σημασίαν κτήσῃ παρὰ τοῦ πλησίον, κατὰ ἀριθμὸν ἐνιαυτῶν γεννημάτων ἀποδώσεταί σοι. 16Καθότι ἂν πλεῖον τῶν ἐτῶν πληθυνεῖ τὴν ἔγκτησιν αὐτοῦ, καὶ καθότι ἂν ἔλαττον τῶν ἐτῶν ἐλαττονώσει τὴν ἔγκτησιν αὐτοῦ· ὅτι ἀριθμὸν γεννημάτων αὐτοῦ, οὕτως ἀποδώσεταί σοι. 17Μὴ θλιβέτω ἄνθρωπος τὸν πλησίον· καὶ φοβηθήσῃ Κύριον τὸν Θεόν σου· ἐγώ εἰμι Κύριος ὁ Θεὸς ὑμῶν.

18Καὶ ποιήσετε πάντα τὰ δικαιώματά μου, καὶ πάσας τὰς κρίσεις μου, καὶ φυλάξασθε, καὶ ποιήσετε αὐτὰ, καὶ κατοικήσετε ἐπὶ τῆς γῆς πεποιθότες. 19Καὶ δώσει ἡ γῆ τὰ ἐκφόρια αὐτῆς, καὶ φάγεσθε εἰς πλησμονὴν, καὶ κατοικήσετε πεποιθότες ἐπʼ αὐτῆς. 20Ἐὰν δὲ λέγητε, τί φαγόμεθα ἐν τῷ ἔτει τῷ ἑβδόμῳ τούτῳ, ἐὰν μὴ σπείρωμεν μηδὲ συναγάγωμεν τὰ γεννήματα ἡμῶν; 21Καὶ ἀποστέλλω τὴν εὐλογίαν μου ὑμῖν ἐν τῷ ἔτει τῷ ἕκτῳ, καὶ ποιήσει τὰ γεννήματα αὐτῆς εἰς τὰ τρία ἔτη. 22Καὶ σπερεῖτε τὸ ἔτος τὸ ὄγδοον, καὶ φάγεσθε ἀπὸ τῶν γεννημάτων παλαιὰ ἕως τοῦ ἔτους τοῦ ἐνάτου· ἕως ἂν ἔλθῃ τὸ γέννημα αὐτῆς, φάγεσθε παλαιὰ παλαιῶν. 23Καὶ ἡ γῆ οὐ πραθήσεται εἰς βεβαίωσιν· ἐμὴ γάρ ἐστιν ἡ γῆ, διότι προσήλυτοι καὶ πάροικοι ὑμεῖς ἐστε ἐναντίον μου. 24Καὶ κατὰ πᾶσαν γῆν κατασχέσεως ὑμῶν, λύτρα δώσετε τῆς γῆς. 25Ἐὰν δὲ πένηται ὁ ἀδελφός σου ὁ μετὰ σοῦ, καὶ ἀποδῶται ἀπὸ τῆς κατασχέσεως αὐτοῦ, καὶ ἔλθῃ ὁ ἀγχιστεύων ὁ ἐγγίζων αὐτῷ, καὶ λυτρώσεται τὴν πρᾶσιν τοῦ ἀδελφοῦ αὐτοῦ. 26Ἐὰν δὲ μὴ ᾖ τινι ὁ ἀγχιστεύων, καὶ εὐπορηθῇ τῇ χειρὶ, καὶ εὑρεθῇ αὐτῷ τὸ ἱκανὸν, λύτρα αὐτοῦ· 27καὶ συλλογιεῖται τὰ ἔτη τῆς πράσεως αὐτοῦ, καὶ ἀποδώσει ὅ ὑπερέχει τῷ ἀνθρώπῳ, ᾧ ἀπέδοτο αὐτὸ αὐτῷ, καὶ ἀπελεύσεται εἰς τὴν κατάσχεσιν αὐτοῦ. 28Ἐὰν δὲ μὴ εὑπορηθῇ αὐτοῦ ἡ χεὶρ τὸ ἱκανὸν, ὥστε ἀποδοῦναι αὐτῷ, καὶ ἔσται ἡ πράσις τῷ κτησαμένῳ αὐτὰ ἕως τοῦ ἕκτου ἔτους τῆς ἀφέσεως, καὶ ἐξελεύσεται ἐν τῇ ἀφέσει, καὶ ἀπελεύσεται εἰς τὴν κατάσχεσιν αὐτοῦ.

29Ἐὰν δέ τις ἀποδῶται οἰκίαν οἰκητὴν ἐν πόλει τετειχισμένῃ, καὶ ἔσται ἡ λύτρωσις αὐτῆς, ἕως πληρωθῇ· ἐνιαυτὸς ἡμερῶν ἔσται ἡ λύτρωσις αὐτῆς. 30Ἐὰν δὲ μὴ λυτρωθῇ ἕως ἂν πληρωθῇ αὐτῆς ἐνιαυτὸς ὅλος, κυρωθήσεται ἡ οἰκία ἡ οὖσα ἐν πόλει τῇ ἐχούσῃ τεῖχος, βεβαίως τῷ κτησαμένῳ αὐτὴν εἰς τὰς γενεὰς αὐτοῦ, καὶ οὐκ ἐξελεύσεται ἐν τῇ ἀφέσει. 31Αἱ δὲ οἰκίαι αἱ ἐν ἐπαύλεσιν, αἷς οὐκ ἔστιν ἐν αὐταῖς τεῖχος κύκλῳ, πρὸς τὸν ἀγρὸν τῆς γῆς λογισθήσονται· λυτρωταὶ διαπαντὸς ἔσονται, καὶ ἐν τῇ ἀφέσει ἐξελεύσονται. 32Καὶ αἱ πόλεις τῶν Λευιτῶν, οἰκίαι τῶν πόλεων κατασχέσεως αὐτῶν, λυτρωταὶ διαπαντὸς ἔσονται τοῖς Λευίταις. 33Καὶ ὃς ἂν λυτρώσηται παρὰ τῶν Λευιτῶν, καὶ ἐξελεύσεται ἡ διάπρασις αὐτῶν οἰκιῶν πόλεως κατασχέσεως αὐτῶν ἐν τῇ ἀφέσει, ὅτι οἰκίαι τῶν πόλεων τῶν Λευιτῶν κατάσχεσις αὐτῶν ἐν μέσῳ υἱῶν Ἰσραήλ. 34Καὶ οἱ ἀγροὶ ἀφωρισμένοι ταῖς πόλεσιν αὐτῶν οὐ πραθήσονται, ὅτι κατάσχεσις αἰωνία τοῦτο αὐτῶν ἐστον.

35Ἐὰν δὲ πένηται ὁ ἀδελφός σοῦ ὁ μετὰ σοῦ, καὶ ἀδυνατήσῃ ταῖς χερσὶ παρὰ σοὺ, ἀντιλήψῃ αὐτοῦ ὡς προσηλύτου καὶ παροίκου, καὶ ζήσεται ὁ ἀδελφός σου μετὰ σοῦ. 36Οὐ λήψῃ παρʼ αὐτοῦ τόκον, οὐδὲ ἐπὶ πλήθει· καὶ φοβηθήσῃ τὸν Θεόν σου· ἐγὼ Κύριος· καὶ ζήσεται ὁ ἀδελφός σου μετὰ σοῦ. 37Τὸ ἀργύριόν σου οὐ δώσεις αὐτῷ ἐπὶ τὸκῳ, καὶ ἐπὶ πλεονασμῷ οὐ δώσεις αὐτῷ τὰ βρώματά σου. 38Ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ γῆς Αἰγύπτου, δοῦναι ὑμῖν τὴν γῆν Χαναὰν, ὥστε εἶναι ὑμῶν Θεός.

39Ἐὰν δὲ ταπεινωθῇ ὁ ἀδελφός σου παρὰ σοὶ, καὶ πραθῇ σοι, οὐ δουλεύσει σοι δουλείαν οἰκέτου. 40Ὡς μισθωτὸς ἢ πάροικος ἔσται σοι· ἕως τοῦ ἔτους τῆς ἀφέσεως ἐργᾶται παρὰ σοί, 41καὶ ἐξελεύσεται τῇ ἀφέσει, καὶ τὰ τέκνα αὐτοῦ μετʼ αὐτοῦ, καὶ ἀπελεύσεται εἰς τὴν γενεὰν αὐτοῦ, εἰς τὴν κατάσχεσιν τὴν πατρικὴν ἀποδραμεῖται. 42Διότι οἰκέται μου εἰσὶν οὗτοι, οὓς ἐξήγαγον ἐκ γῆς Αἰγύπτου· οὐ πραθήσεται ἐν πράσει οἰκέτου. 43Οὐ κατατενεῖς αὐτὸν ἐν τῷ μόχθῳ, καὶ φοβηθήσῃ Κύριον τὸν Θεόν σου, 44καὶ παῖς καὶ παιδίσκη ὅσοι ἂν γένωνταί σοι, ἀπὸ τῶν ἐθνῶν ὅσοι κύκλῳ σου εἰσὶν, ἀπʼ αὐτῶν κτήσεσθε δοῦλον καὶ δούλην, 45καὶ ἀπὸ τῶν υἱῶν τῶν παροίκων τῶν ὄντων ἐν ὑμῖν, ἀπὸ τούτων κτήσεσθε καὶ ἀπὸ τῶν συγγενῶν αὐτῶν, ὅσοι ἂν γένωνται ἐν τῇ γῇ ὑμῶν, ἔστωσαν ὑμῖν εἰς κατάσχεσιν. 46Καὶ καταμεριεῖτε αὐτοὺς τοῖς τέκνοις ὑμῶν μεθʼ ὑμᾶς· καὶ ἔσονται ὑμῖν κατόχιμοι εἰς τὸν αἰῶνα· τῶν δὲ ἀδελφῶν ὑμῶν τῶν υἱῶν Ἰσραὴλ, ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ οὐ κατατενεῖ αὐτὸν ἐν τοῖς μόχθοις.

47Ἐὰν δὲ εὕρῃ ἡ χεὶρ τοὺ προσηλύτου ἢ τοῦ παροίκου τοῦ παρὰ σοὶ, καὶ ἀπορηθεὶς ὁ ἀδελφός σου πραθῇ τῷ προσηλύτῳ ἢ τῷ παροίκῳ τῷ παρὰ σοὶ, ἢ ἐκ γενετῆς προσηλύτῳ, 48μετὰ τὸ πραθῆναι αὐτῷ, λύτρωσις ἔσται αὐτοῦ· εἷς τῶν ἀδελφῶν αὐτοῦ λυτρώσεται αὐτόν. 49Ἀδελφὸς πατρὸς αὐτοῦ, ἢ υἱὸς ἀδελφοῦ πατρὸς λυτρώσεται αὐτόν, ἢ ἀπὸ τῶν οἰκείων τῶν σαρκῶν αὐτοῦ ἐκ τῆς φυλῆς αὐτοῦ λυτρῶται αὐτόν· ἐὰν δὲ εὐπορηθεὶς ταῖς χερσὶ λυτρῶται ἑαυτὸν, 50καὶ συλλογιεῖται πρὸς τὸν κεκτημένον αὐτὸν ἀπὸ τοῦ ἔτους οὗ ἀπέδοτο ἑαυτὸν αὐτῷ ἕως τοῦ ἐνιαυτοῦ τῆς ἀφέσεως· καὶ ἔσται τὸ ἀργύριον τῆς πράσεως αὐτοῦ ὡς μισθίου· ἔτος ἐξ ἔτους ἔσται μετʼ αὐτοῦ. 51Ἐὰν δέ τινι πλεῖον τῶν ἐτῶν ᾖ, πρὸς ταῦτα ἀποδώσει τὰ λύτρα αὐτοῦ ἀπὸ τοῦ ἀργυρίου τῆς πράσεως αὐτοῦ. 52Ἐὰν δὲ ὀλίγον καταλειφθῇ ἀπὸ τῶν ἐτῶν εἰς τὸν ἐνιαυτὸν τῆς ἀφέσεως, καὶ συλλογιεῖται αὐτῷ κατὰ τὰ ἔτη αὐτοῦ, καὶ ἀποδώσει τὰ λύτρα αὐτοῦ ὡς μισθωτός· 53ἐνιαυτὸς ἐξ ἐνιαυτοῦ ἔσται μετʼ αὐτοῦ· οὐ κατατενεῖς αὐτὸν ἐν τῷ μόχθῳ ἐνώπιόν σου. 54Ἐὰν δὲ μὴ λυτρῶται κατὰ ταῦτα, ἐξελεύσεται ἐν τῷ ἔτει τῆς ἀφέσεως αὐτὸς καὶ τὰ παιδία αὐτοῦ μετʼ αὐτοῦ. 55Ὅτι ἐμοὶ οἱ υἱοὶ Ἰσραὴλ οἰκέται εἰσὶ, παῖδές μου οὗτοί εἰσιν, οὓς ἐξήγαγον ἐκ γῆς Αἰγύπτου.

LEV 25:1–25:55 ©

LEVC1C2C3C4C5C6C7C8C9C10C11C12C13C14C15C16C17C18C19C20C21C22C23C24C25C26C27